- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:209.33-211.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了第一格中大前提为全称否定可能命题、小前提为全称肯定必然命题的组合(36a17),解释了该组合通过完全推论得出符合规定的可能命题,并阐明了亚里士多德为何否定通过归谬法证明现相结论,同时解释了亚里士多德行文中的简略与省略。
" Πάλιν ἔστω ἡ κατηγορικὴ πρότασις ἀναγκαία, καὶ τὸ μὲν Α ἐνδεχέσθω μηδενὶ τῷ Β ὑπάρχειν." Λαμβάνει πάλιν συζυγίαν, ἐν ᾗ ἡ μὲν μείζων ἐνδεχομένη καθόλου ἀποφατική ἐστιν ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἀναγκαία, καὶ δείκνυσιν, ὅτι τε τὸ συμπέρασμα ἐνδεχόμενον, οὐκ ἀναγκαῖον, καὶ ὅτι ὁ συλλογισμὸς τέλειος· διὰ γὰρ τοῦ κατὰ μηδενὸς τὸ Α τοῦ Β ἐνδεχομένως δείκνυται τὸ συμπέρασμα. δεικνὺς δέ, ὅτι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου γίνεται τὸ συμπέρασμα, φησὶν ἥ τε γὰρ πρότασις οὕτως ἐλήφθη ἡ ἀπὸ τοῦ μείζονος ἄκρου, τοῦτ’ ἔστιν ‘ἡ γὰρ μείζων πρότασις ἐνδεχομένη ἐλήφθη’· ἐρρήθη δὲ ἡμῖν, ὅτι τῆς μείζονος οὔσης ἐνδεχομένης τέλειοι 〈οἱ〉 συλλογισμοὶ καὶ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. ἐνδέχεται γὰρ καὶ τῷ Γ τὸ Α, ἐπεὶ τοῦ Β ἐστίν, ᾧ παντὶ ἐνδέχεται. τὸ δὲ καὶ εἰς τὸ ἀδύνατον οὐκ ἔστιν ἀγαγεῖν τοιοῦτόν ἐστιν· εἰπών, ὅτι ἐκ τῶν κειμένων φανερόν ἐστιν ἐπὶ ταύτης τῆς συζυγίας, ὅτι ἐνδεχόμενον καθόλου ἀποφατικὸν γίνεται τὸ συμπέρασμα (εἶπε γὰρ ἀλλ’ οὐ τοῦ μὴ ὑπάρχειν ἀλλὰ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν), προστίθησιν, ὅτι ‘οὐ γὰρ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἔστι δεῖξαι τοῦ ὑπάρχειν γινόμενον τὸ συμπέρασμα, ὡς ἐπὶ τῆς πρὸ αὐτῆς συζυγίας ἐποιήσαμεν’. εἰ γὰρ ὡς ἐπ’ ἐκείνης καὶ ἐπὶ ταύτης λαβόντες τὸ Α τῷ Γ μηδενὶ ὑπάρχειν τὸ ἀντικείμενον αὐτοῦ τὸ τινὶ ὑπάρχειν ἢ καὶ τὸ παντὶ ὑποθοίμεθα θέλοντες δεῖξαι τοῦ μηδενὶ ὑπάρχειν γινόμενον τὸ συμπέρασμα ἀλλ’ οὐ τοῦ ἐνδέχεσθαι μηδενί, εἶτα κειμένη ταύτῃ προσλάβοιμεν τὸ Α τῷ Β ἐνδέχεσθαι μηδενί, ἀσυλλόγιστος ἡ συζυγία γίνεται οὖσα ἐν δευτέρῳ σχήματι 〈ἐκ〉 καταφατικῆς ὑπαρχούσης ἐπὶ μέρους καὶ καθόλου ἀποφατικῆς ἐνδεχομένης τῷ τὸ ἐνδεχόμενον ἴσον εἶναι καταφατικῷ.1 οὐ πρόεισι δὴ ἡ δεῖξις. ἀσαφῆ δὲ τὴν λέξιν διὰ συντομίαν πεποίηκε· λαβὼν γὰρ ἀντὶ τοῦ ἐνδεχομένου ἀποφατικοῦ καθόλου ὑπάρχον ἀποφατικὸν καθόλου τὸ συμπέρασμα καί, ὅτι μὴ δείκνυται τοῦτο συναγόμενον, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς βουλόμενος δεῖξαι οὐκέτι ἔλαβε τὸ ἀντικείμενον αὐτοῦ καὶ ὑπέθετο (τοῦτο δέ ἐστι τὸ ἐπὶ μέρους ὑπάρχον καταφατικὸν τὸ τὸ Α τῷ Γ τινὶ ὑπάρχειν, ὃ μετὰ τοῦ ‘τὸ Α τῷ Β ἐνδέχεται μηδενί’ οὐδὲν συνάγει), ἀλλ’ ὡς γνωρίμου ὄντος τοῦ ὀφείλοντος μεταληφθῆναι καὶ ὑποτεθῆναι ἀντὶ τοῦ καθόλου ἀποφατικοῦ ὑπάρχοντος, ὃ ἦν τὸ ἐπὶ μέρους καταφατικὸν ὑπάρχον, παρείασε καὶ μόνον προσέλαβε τό, μεθ’ οὗ ἐκεῖνο οὐδὲν συνάγει.2 φέρεται μέντοι ἔν τισιν ἀντιγράφοις ἀντὶ τοῦ εἰ γὰρ ὑποτεθείη τὸ Α τῷ Γ μηδενὶ ὑπάρχειν τὸ εἰ γὰρ ὑποτεθείη τὸ Α τῷ Γ τινὶ [μὴ] ὑπάρχειν. κἂν ᾖ αὕτη γραφή, εἴη ἂν πάλιν παρειμένον, ὅτι τὸ Α τῷ Γ μηδενὶ ὑπάρχει, οὗ τὸ ἀντικείμενον τὸ ‘τὸ Α τινὶ τῷ Γ ὑπάρχει’ τεθὲν μετὰ τοῦ Α τῷ Β ἐνδέχεσθαι μηδενὶ οὐδὲν συνάγει. ἀλλ’ οὐδ’ ἂν προσλάβωμεν τῇ ὑποθέσει τῇ τὸ Α τινὶ τῷ Γ ὑπάρχειν λαμβανούσῃ τὴν τὸ Β παντὶ τῷ Γ ὑπάρχειν, οὐδὲν ἀδύνατον συναχθήσεται· συνάγεται μὲν γὰρ ἐν τρίτῳ σχήματι τὸ Α τῷ Β τινὶ ὑπάρχειν, ὃ οὐκ ἔστιν ἀδύνατον, ᾧ ἐνδέχεται μηδενὶ τὸ Α, τούτῳ τινὶ ὑπάρχειν αὐτὸ τοῦτο.3 ἐπεὶ ἐνδεχόμενόν γε τὸ συμπέρασμα ἔνεστι [δὲ] δεῖξαι καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. εἰ γὰρ μὴ ἀληθὲς τὸ Α ἐνδέχεσθαι μηδενὶ τῷ Γ, ἀληθὲς ἔσται τὸ ‘οὐκ ἐνδέχεται μηδενί’, τοῦτ’ ἔστι τὸ ἐξ ἀνάγκης τινί· κεῖται δὲ καὶ τὸ Β τῷ Γ ἐξ ἀνάγκης παντί· ἐξ ὧν ἐν τρίτῳ σχήματι συνάγεται τὸ Α τῷ Β ἐξ ἀνάγκης τινί. τοῦτο δὲ ἀδύνατον· ἔκειτο γὰρ αὐτῷ μηδενὶ ἐνδέχεσθαι, ὥστε καὶ παντί. ἀδύνατον ἄρα καὶ τὸ τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης· ἀληθὲς ἄρα τὸ ‘ἐνδέχεται μηδενί’. ἔσται γὰρ συμπέρασμα τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἀλλ’ οὐ τοῦ οὐδενὶ ἐξ ἀνάγκης, ὥσπερ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὧν ἡ μετάληψις τοῦ ‘οὐκ ἐνδέχεται μηδενί’ εἰς τὸ τινὶ ἐξ ἀνάγκης ἐγίνετο· ἐπὶ γὰρ τῆς προκειμένης μίξεως, κἂν τὸ ‘οὐκ ἐνδέχεται μηδενί’ μεταληφθῇ πάλιν καὶ εἰς τὸ ἐξ ἀνάγκης τινὶ μή, καθ’ οὗ καὶ αὐτοῦ ἀληθεύεται τὸ ‘οὐκ ἐνδέχεται μηδενί’, ὁμοίως ἀδύνατον συνάγεται τὸ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν, ᾧ παντὶ ἐνδέχεσθαι κεῖται. ὥστε, εἰ καθ’ ἑκάτερον τούτων, καθ’ ὧν ἀληθεύεται μόνων τὸ ‘οὐκ ἐνδέχεται μηδενί’, ὑποτεθὲν ἀδύνατόν τι ἕπεται, δῆλον ὅτι τὸ ταύτῃ ἰδίως ἀντικείμενον εἴη ἂν δεικνύμενον· τοῦτο δέ ἐστι τὸ ἐνδέχεσθαι μηδενί.
“再次,设肯定前提为必然前提,且设A可能不属于任何B。” 他再次取了一个组合,其中大前提为全称否定可能命题,小前提为全称肯定必然命题,并且他证明,结论是可能命题而非必然命题,而且该推论是完全的;因为通过A可能不属于任何B,结论得以证明。在证明结论是符合规定的可能命题时,他说“因为来自大端项的前提是如此被取的”,即“因为大前提被取为可能命题”;而我们此前已经说过,当大前提为可能命题时,推论是完全的,并且得出符合规定的可能命题。因为A对C也是可能的,既然它是B的[属性],而对于所有的B,A都是可能的。至于“而且不可能归谬”,其含义如下:在说明根据前设显而易见在这个组合中结论是全称否定可能命题之后(因为他说过“但不是不属于,而是可能不属于”),他补充道:“因为不可能通过归谬法来证明结论是现相属于的,正如我们在它之前的组合中所做的那样”。因为如果在这一组合中也像在那个组合中一样,取A不属于任何C,并为了证明结论是不属于任何而非可能不属于任何,而假设其对立命题“属于某些”,甚至假设“属于所有”,然后在此假设下附加“A可能不属于任何B”,那么该组合就成为非推论性的,因为它处于第二格中,由特称肯定现相命题和全称否定可能命题构成(因为可能命题等同于肯定命题)。因此证明无法进行。由于简练,他使得文句变得晦涩;因为他没有取全称否定可能命题,而是取了全称否定现相命题作为结论,并且想要通过归谬法证明无法得出这一结论,他便不再去取其对立命题并予以假设(而这本是特称肯定现相命题,即“A现相属于某些C”,它与“A可能不属于任何B”结合并不能得出任何结论),而是把应当取代全称否定现相命题而被假设的命题——即特称肯定现相命题——当作是已知的,将其省略,而仅仅附加了与它结合不能得出任何结论的前提。然而在某些抄本中,代替“因为如果假设A不属于任何C”的,是“因为如果假设A属于某些C”。即使这是异文,被省略的依然会是“A不属于任何C”,其对立命题“A属于某些C”与“A可能不属于任何B”放在一起,并不能得出任何结论。但是,即使我们在取“A现相属于某些C”的假设上,再附加“B现相属于所有C”,也不会得出任何荒谬的结果;因为在第三格中得出的将是“A现相属于某些B”,而对于A可能不属于任何的事物,这同一事物现相属于其某些,并不是不可能的。因为结论是可能命题这一点,确实也可以通过归谬法来证明。因为如果“A可能不属于任何C”不为真,那么“并非可能不属于任何”,即“出于必然属于某些”将为真;而B也被设定出于必然属于所有C;由此在第三格中得出A出于必然属于某些B。但这不可能;因为此前设定它可能不属于它的任何一个,从而也可能属于所有。因此,“A出于必然属于某些C”也是不可能的;所以“可能不属于任何”为真。因为结论将是符合规定的可能命题,而不是出于必然不属于任何,就像在其他那些把“并非可能不属于任何”转换为“出于必然属于某些”的情况中一样;因为在所提出的混合中,即使把“并非可能不属于任何”再次转换为“出于必然不属于某些”(关于它自身,“并非可能不属于任何”也是真实的),同样会得出荒谬的结论,即A出于必然不属于某些B,而此前设定它可能属于所有的B。因此,如果在仅仅关于它们“并非可能不属于任何”为真的这两者中,无论假设哪一个都会随之得出荒谬的结果,那么显然,与此严格对立的命题就得到了证明;而这正是“可能不属于任何”。
- 2.124τῷ τὸ ἐνδεχόμενον ἴσον εἶναι καταφατικῷ
与格短语 τῷ ... ἴσον εἶναι 是表示原因的冠词加不定式结构(“由于可能命题等同于肯定命题”)。因为否定可能命题与肯定可能命题等价,所以该否定命题在第二格中如同肯定命题,导致两前提皆为肯定命题而无法构成有效推论。
- 2.124ἀλλ’ ὡς γνωρίμου ὄντος τοῦ ὀφείλοντος μεταληφθῆναι καὶ ὑποτεθῆναι ἀντὶ τοῦ καθόλου ἀποφατικοῦ ὑπάρχοντος, ὃ ἦν τὸ ἐπὶ μέρους καταφατικὸν ὑπάρχον, παρείασε καὶ μόνον προσέλαβε τό, μεθ’ οὗ ἐκεῖνο οὐδὲν συνάγει
主句的主干为 παρείασε καὶ μόνον προσέλαβε τό...(“他省略了[该命题],而仅附加了……”)。前面的 ὡς γνωρίμου ὄντος... 为属格绝对结构,表示主观理由(“如同……是已知的一样”)。τό 是后接关系从句 μεθ’ οὗ ἐκεῖνο οὐδὲν συνάγει 的先行词。
- 2.124ὃ οὐκ ἔστιν ἀδύνατον, ᾧ ἐνδέχεται μηδενὶ τὸ Α, τούτῳ τινὶ ὑπάρχειν αὐτὸ τοῦτο
这是一个倒置与先行词后置的复杂句。非人称结构 οὐκ ἔστιν ἀδύνατον 的真正主语是不定式短语 τούτῳ τινὶ ὑπάρχειν αὐτὸ τοῦτο(“这同一事物属于它[B]的某些”)。关系代词 ᾧ 的先行词是其后出现的指示词 τούτῳ(指代B),关系从句 ᾧ ἐνδέχεται μηδενὶ τὸ Α(“对于它而言A可能不属于任何”)置于 τούτῳ 之前修饰它。
