- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:19.31-21.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德推论定义(24b18)中的“不同于设定之物”、“必然产生”以及“由于这些事物存在”等短语,论证了重复言说和单前提推论为何被排除在真正的推论之外。
εἰ γὰρ ἦν ἀλλήλοις ταὐτά, ἐν πᾶσι τοῖς διαιρετικοῖς τὸ ἀντικείμενον τῷ ἑτέρῳ εὐθὺς ἂν καὶ ταὐτὸν ἦν τῷ λοιπῷ. διαφέροντα δὲ ἐν τοῖς πλείστοις, καὶ ἐν οἷς ἅμα τῷ αὐτῷ ὑπάρχει, οὐχ ὡς ταὐτὰ ὑπάρχει, ὥστ’ οὐδ’ ὁ λαμβάνων αὐτῶν τι ὡς ἀντικείμενον τῷ ἑτέρῳ ὡς ταὐτὸν ἂν τῷ ἑτέρῳ λαμβάνοι· ἐν γοῦν τοῖς μὴ ἐξ ἀντικειμένων διαιρετικοῖς, ὡς ἐν τοῖς ἐξ ἐναντίων, οὐδετέρῳ τῶν κειμένων ταὐτὸν τὸ συμπέρασμα οὐδὲ τῇ λέξει, ὅτι μή συμπίπτει ἐπὶ τούτων τὸ ἀντικείμενον τῷ ἑτέρῳ τῷ λοιπῷ ταὐτὸν εἶναι. ἐν γὰρ τῷ ‘ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν, ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα, νὺξ ἄρα ἐστίν’ τὸ ‘νύξ ἐστιν’ οὐδετέρῳ ταὐτὸν τῶν εἰλημμένων, οὔτε τῷ τροπικῷ ὑπ’ αὐτῶν λεγομένῳ (ἦν γὰρ ἐκεῖνο ‘ἤτοι ἡμέρα ἔστιν ἢ νύξ ἐστι’, τὸ ὅλον τοῦτο) οὔτε τῇ προσλήψει· ἡ γὰρ πρόσληψίς ἐστιν ‘ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα’, ὧν ἀμφοτέρων ἕτερόν ἐστι τὸ ‘νύξ ἐστιν’. ἀλλὰ μὴν οὐδὲ οἱ διφορούμενοι λόγοι λεγόμενοι ὑπ’ αὐτῶν συλλογιστικοί, οἷός ἐστιν ὁ ‘εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν’· οὔτε γὰρ τὴν χρείαν τὴν τοῦ συλλογισμοῦ παρέχεται, ἔτι τε, εἰ ἡ τοῦ ἑπομένου πρόσληψις ἐν τοῖς συνεχέσιν ἀσυλλόγιστος, ἐν δὲ τοῖς τοιούτοις συνεχέσι ταὐτὸν τὸ ἡγούμενον τῷ ἑπομένῳ, ἡ πρόσληψις οὐ μᾶλλον τοῦ ἡγουμένου ἢ τοῦ ἑπομένου γίνεται· οὐ γὰρ εἰ ἀληθὲς τὸ αὐτὸ αὑτῷ τι ἕπεσθαι, ἤδη καὶ πρὸς συλλογισμὸν χρήσιμον τὸ τοιοῦτον συνημμένον, ὥσπερ οὐδὲ τὸ ἀπρόσληπτον,1 οἷόν ἐστι τὸ ‘εἰ ἵππος εἶ, ζῷον εἶ’. ἀλλ’ εἰ καὶ τὸ ἀμφότερα προσλαμβάνειν, καὶ τὸ ἡγούμενον καὶ τὸ ἑπόμενον, ἀσυλλόγιστον, εἴη ἂν καὶ ταύτῃ ἐλεγχόμενος ὁ τοιοῦτος λόγος· ἐν οἷς γὰρ ταὐτὸν τὸ ἡγούμενον τῷ ἑπομένῳ, ἡ πρόσληψις ἢ ἀμφοτέρων ἢ οὐδετέρου ἢ μᾶλλον τοῦ ἑπομένου γίνεται καὶ ὁμοιοτέρα οὕτω γίνεται. ἀλλ’ εἰ καὶ τὸ ἐν ἀρχῇ λαμβάνειν ἀσυλλόγιστον, καὶ τούτῳ ὁ ταὐτὸν ἐπιφέρων τῶν κειμένων τινὶ ὑπεύθυνος λόγος· ὃ γὰρ βούλεται δεῖξαι, τοῦτο προσλαμβάνει. ἔτι αὐτὸς ἀρχόμενος τῆς πραγματείας, τί τέλος αὐτῆς καὶ σκοπός ἐστι, προεῖπεν· ἀπόδειξις γὰρ καὶ ἐπιστήμη ἀποδεικτική· ὥσθ’ ὅσα μηδὲν εἰς ταῦτα συντελεῖ, οὐκ ἂν οἰκεῖα τῆς προκειμένης εἴη πραγματείας. καὶ γὰρ ἄτοπον ἐπαγωγὴν μὲν μὴ λέγειν, εἰ τῶν εἰλημμένων τι καὶ κειμένων ἐπιφέροιτο ἐν τῷ ἐπακτικῷ λόγῳ, συλλογισμὸν δὲ ἀξιοῦν εἶναι καὶ τὸν τοιοῦτον λόγον. Τὸ δ’ ἐξ ἀνάγκης συμβαίνει οὐ τοῦ ἀναγκαῖον εἶναι τὸ συμπέρασμα δηλωτικόν ἐστιν, ὡς ᾠήθησάν τινες (τοῦτο γὰρ ἐπὶ τῶν ἀναγκαίων μόνων γίνεται προτάσεων), ἀλλὰ τοῦ ἐξ ἀνάγκης ἀκολουθεῖν τοῖς κειμένοις, ἄν τε ὑπάρχον ᾖ ἄν τε ἐνδεχόμενον ἄν τε καὶ ἀναγκαῖον τὸ συμπέρασμα. καὶ γὰρ ἂν ἐνδεχόμενον ᾖ τὸ συμπέρασμα, ἀλλ’ ἐξ ἀνάγκης γε καὶ αὐτὸ ἕπεται ταῖς προτάσεσιν ἐν ταῖς συλλογιστικαῖς συζυγίαις· οὐ γὰρ τοῦ τὴν συμπεραινομένην πρότασιν δεῖν ἀναγκαίαν εἶναι ἡ λέξις ἐστὶ δηλωτική, ἀλλὰ τῆς τοῦ συμπεράσματος πρὸς τὰς προτάσεις ποιᾶς σχέσεώς ἐστι μηνυτική· ἂν γοῦν ληφθῇ πρότασις ‘πᾶς ἄνθρωπος κατάκειται’ καὶ ταύτῃ προσληφθῇ ἡ λέγουσα ‘πᾶς ὁ κατακείμενος κοιμᾶται’, ἐξ ἀνάγκης μὲν ἀκολουθήσει τὸ ‘πᾶς ἄνθρωπος κοιμᾶται’, οὐ μὴν καὶ ἀναγκαῖον ἔσται τὸ πάντα ἄνθρωπον κοιμᾶσθαι. Τὸ δὲ τῷ ταῦτα εἶναι τίνος χάριν τῷ τοῦ συλλογισμοῦ ὅρῳ προσέθηκεν, αὐτὸς ἐξηγήσατο εἰπὼν λέγω δὲ τῷ ταῦτα εἶναι τὸ διὰ ταῦτα συμβαίνειν, ὃ καὶ αὐτὸ ἔτι δοκοῦν ἀσάφειάν τινα ἔχειν2 (τὸ γὰρ διὰ ταῦτα αἰτίας ἐστὶ δηλωτικόν· δύναται δὲ καὶ μὴ δι’ αἰτίων συλλογισμὸς γίνεσθαι, ὡς ὁ διὰ σημείων ἐκ τῶν ὑστέρων τὰ πρῶτα δεικνύς· τῆς γὰρ ἀποδείξεως ἴδιον τοῦτο, τοῦτ’ ἔστι τὸ δι’ αἰτίων συλλογίζεσθαι· δεῖ μὲν γὰρ αἰτίας τοῦ συμπεράσματος τὰς προτάσεις εἶναι, εἰ συλλογισμὸς ἔσται, οὐ μέντοι δεῖ πάντως τὰ ὑπὸ τῶν προτάσεων δηλούμενα αἴτια εἶναι τοῦ πράγματος τοῦ δηλουμένου ὑπὸ τοῦ συμπεράσματος· δύναται γάρ τις καὶ δι’ ὑστέρων τὸ πρότερον συλλογίσασθαι, ὡς ὁ ἐκ τοῦ γάλα ἔχειν τὸ τετοκέναι δεικνὺς καὶ διὰ τῆς τέφρας τὸ πῦρ, καὶ ὅλως οἱ διὰ σημείων συλλογισμοὶ τοιοῦτοι· οὐ γὰρ τὸ ὕστερον τοῦ προτέρου αἴτιον) διὰ τοῦτο καὶ τὸ διὰ ταῦτα συμβαίνειν ἐξηγήσατο εἰπὼν τὸ μηδενὸς ἔξωθεν ὅρου προσδεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον, τοῦτ’ ἔστι τὸ αὐτάρκεις εἶναι τοὺς κειμένους ὅρους πρὸς τὸ συμπέρασμα, διὰ ταύτης τῆς προσθέσεως ἅμα δεικνὺς καὶ ὅτι μή εἰσιν οἱ λεγόμενοι μονολήμματοι συλλογισμοί· προσδέονται γὰρ καὶ ἐκεῖνοι ἔξωθέν τινος ὅρου καὶ προτάσεως πρὸς τὸ συμπέρασμα, ὃν ὅρον καὶ πρότασιν προστίθησι παρ’ αὑτοῦ, πρὸς ὃν ὁ λόγος,3 τῷ εἶναι γνώριμον.
因为如果它们彼此同一,那么在所有的区分命题中,与一肢相对立的便会立刻也与其余一肢同一。但它们在大多数情况下是不同的,而且在它们同时属于同一事物的情况下,也不是作为相同之物而属于的;因此,把它们中的某一事物作为与一肢相对立而选取的人,也不会把它作为与另一肢同一而选取。至少在并非由对立面构成的区分命题中,例如在由相反面构成的区分命题中,结论与所设定之物中的任何一个即便在文辞上也不是同一的,因为在这些情况下,并不碰巧发生与一肢相对立的变成与其余一肢同一的事。事实上,在“要么是白天,要么是黑夜;但确实不是白天;因此是黑夜”中,“是黑夜”与所采纳之物中的任何一个都不是同一的,既不与被他们称为样态命题的(因为那是“要么是白天,要么是黑夜”这整个命题)同一,也不与附加前提同一;因为附加前提是“但确实不是白天”,而“是黑夜”与这两者都是不同的。再者,被他们称为重复言说的那些言说也不是推论性的,例如“如果是白天,就是白天;但确实是白天;因此是白天”;因为它既不提供推论的效用;而且,如果在假言命题中后件的附加前提是非推论性的,而在这样的假言命题中前件与后件同一,那么附加前提属于前件并不多于属于后件。因为并不是说如果某物跟随其自身是真,这样的假言命题就立刻也对推论有用,正如缺乏附加前提的命题(例如“如果你是马,你就是动物”)也并不〔有用〕一样。但是,如果将两者,即前件和后件都附加采纳是非推论性的,那么这样的言说在此意义上也会被驳斥;因为在那些前件与后件同一的言说中,附加前提要么变成两者的,要么变成两者皆非的,要么更多地变成后件的,并且以这种方式变得更为相似。然而,如果在开端就假定所求之事[预期理由]也是非推论性的,那么推导出与所设定之物中的某一事物相同的言说在这点上也难辞其咎;因为它所意图展示的,正是它附加采纳的。此外,他自己在开始这项探究时,就预先说明了它的目的和宗旨是什么;因为那是证明和证明的科学;所以凡是对这些毫无贡献的,都不属于眼前的探究。事实上,如果归纳性言说中推导出了所采纳且设定的某一事物,人们便不称之为归纳,却认为这样的言说也是推论,这是荒谬的。 而“必然产生”这一表述,并非如某些人所认为的那样是指结论是必然的(因为这仅在必然前提的情况下才会产生),而是指结论必然地跟随所设定的事物,不论结论是事实性的、偶然性的还是必然性的。因为即便结论是偶然性的,在推论性的组合中它自身也是必然地跟随诸前提的;因为文辞并不是表明被推导出的前提必须是必然的,而是传达了结论对诸前提的某种关系。至少,如果采纳了“所有人都在躺着”这一前提,并对此附加采纳说“所有躺着的人都在睡觉”的前提,那么“所有人都在睡觉”将必然地跟随,但这绝不意味着所有人都在睡觉是必然的。 至于他究竟为了什么缘故把“由于这些事物存在”补充在推论的定义中,他自己作了解释,说:“所谓‘由于这些事物存在’,我意指‘由于这些事物而产生’”,而这本身似乎仍然具有某种不明晰性(因为“由于这些事物”是原因的表示;而推论也可以不是通过原因产生的,例如通过迹象由在后的事物展示在先的事物的推论;因为这是证明所特有的,即通过原因来进行推论;固然前提必须是结论的原因,如果要是推论的话,然而前提所表明的事物却不必完全是结论所表明之事的原因;因为人也可以通过在后的事物推论在先的事物,例如由有乳汁展示分娩过,以及通过灰烬展示火,而一般而言通过迹象的推论就是这类的;因为在后的事物并不是在先事物的原因)——正因如此,他也解释了“由于这些事物而产生”,说:“为了产生必然的结果并不需要任何外部的项”,这就是说,所设定的诸项对于结论而言是自足的,他通过这一补充同时指出了所谓的单前提推论并不是推论;因为那些推论为了得出结论也额外需要某个外部的项和前提,由于〔它〕为人熟知,言说的对象由其自身添加了该项与前提。
- 1.7τὸ ἀπρόσληπτον
名词化形容词,意为“缺乏附加前提的命题”。承接前文关于附加前提(πρόσληψις)的讨论,指仅有条件句本身而未引入附加前提(小前提)的陈述。
- 1.7ὃ καὶ αὐτὸ ἔτι δοκοῦν ἀσάφειάν τινα ἔχειν
分词结构(独立分词或插入性分词),修饰前文的“由于这些事物而产生”(τὸ διὰ ταῦτα συμβαίνειν)。它引导了一个长篇的括号性解释((τὸ γὰρ διὰ ταῦτα... οὐ γὰρ τὸ ὕστερον τοῦ προτέρου αἴτιον)),随后主干思路被紧接着的“正因如此”(διὰ τοῦτο)所收束。
- 1.7πρὸς ὃν ὁ λόγος
关系从句,意为“言说所针对的对话者”,充当后文谓语动词“添加”(προστίθησι)的主语。关系从句中省略了系词 ἐστί。
