- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:208.7-209.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《前分析篇》36a7(大前提为全称否定必然命题,小前提为全称肯定可能命题)进行注解,阐明通过归谬法、换位和第一格推导出全称否定现相结论的过程,辨析此处“必然”一词的修辞功能,并探讨在此类混合中能否得出可能命题结论的另一种解释。
" Εἰ δὲ μὴ ὁμοιοσχήμονες αἱ προτάσεις." Τοῦτ’ ἔστιν, εἰ ἡ ἑτέρα εἴη μόνον καταφατική. δείκνυσι δέ, τίνες οὕτως ἐχουσῶν τῶν προτάσεων συζυγίαι συλλογιστικαί, καὶ ὅτι μηδεμία ἀναγκαῖόν τι συνάγει. λαμβάνει δὴ πρῶτον τὴν ἔχουσαν τὴν μείζονα καθόλου ἀποφατικὴν ἀναγκαίαν (τὸ γὰρ Α μηδενὶ ἐνδεχέσθω τῷ Β, ὃ ἐξ ἀνάγκης μηδενὶ ὑπάρχειν1 αὐτῷ σημαίνει) τὴν δὲ ἐλάττονα τὴν Β Γ καθόλου καταφατικὴν ἐνδεχομένην. ἐπὶ δὲ ταύτης τῆς συζυγίας φησὶν ἀναγκαῖον εἶναι τὸ Α τῷ Γ μηδενὶ ὑπάρχειν, οὐ τοῦτο λέγων, ὅτι ἐξ ἀνάγκης μηδενί· οὐ γὰρ τὸ ἀναγκαῖον ἐν τῷ συμπεράσματι τίθησιν· ἀλλὰ τοῦ τὸ συμπέρασμα τοῦτο ἔσεσθαι δηλωτικὸν τὸ ἐξ ἀνάγκης παρέθετο.2 συλλογιστικαὶ δὲ αἱ συζυγίαι αὗται αἱ ἐξ ἀνάγκης τι συνάγουσαι· τοιαῦται δέ, ἐν αἷς ἐπὶ πάσης ὕλης γίνεται τὸ αὐτό. ὅτι γὰρ ὑπάρχον ἀποφατικὸν ἔλαβε συμπέρασμα, δῆλον ἐκ τοῦ τὸ ἀντικείμενον αὐτοῦ τὸ ὑποτιθέμενον ὑπὲρ τοῦ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεῖξαι τοῦτο γινόμενον τὸ συμπέρασμα ὑπάρχον καταφατικὸν ὑποτίθεσθαι3 ἀλλ’ οὐκ ἐνδεχόμενον, ὅ ἐστι τῷ ἀναγκαίῳ ἀντικείμενον· εἶπε γὰρ κείσθω γὰρ ὑπάρχον. τὸ δὲ ἢ παντὶ ἢ τινὶ ἐκ περιουσίας ὑποτίθεται δεικνύς, ὅτι ἑκατέρῳ αὐτῶν ὑποτεθέντι ἀδύνατόν τι ἐπακολουθεῖ· ἐπεὶ ἥ γε ἀντιφατικῶς ἀντικειμένη τῇ μηδενὶ ὑπάρχειν λεγούσῃ ἡ τὸ τινὶ ὑπάρχειν τιθεῖσά ἐστι. λαβὼν δὴ καὶ ὑποθέμενος τὸ ἀντικείμενον τοῦ συμπεράσματος τὸ τὸ Α τινὶ τῷ Γ ὑπάρχειν προσλαμβάνει τὴν ἀντιστρέφουσαν τῇ Α Β ἀναγκαίαν· ἦν γὰρ τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης· καὶ τὸ Β δὴ οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· ἀλλὰ καὶ τὸ Α κεῖται τινὶ τῷ Γ ὑπάρχειν ἢ παντί· συνάγεται ἐν πρώτῳ σχήματι ἐξ ἀναγκαίας ἀποφατικῆς καθόλου τῆς μείζονος καὶ ὑπαρχούσης καταφατικῆς τῆς ἐλάττονος ἢ ἐπὶ μέρους ἢ καθόλου ἀναγκαῖον ἀποφατικὸν τὸ συμπέρασμα. γίνεται δὴ τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης μὴ ὑπάρχον ἢ οὐδενί, ὅπερ ἀδύνατον· ἔκειτο γὰρ τὸ Β παντὶ τῷ Γ ἐνδέχεσθαι. τὸ ἄρα ἀντικείμενον τοῦ ὑποτεθέντος ἔσται συναγόμενον ἐπὶ τῇ προκειμένῃ συζυγίᾳ τὸ τὸ Α μηδενὶ τῷ Γ ὑπάρχειν. εἰ δὲ τοῦ μηδενὶ ὑπάρχειν, καὶ τοῦ ἐνδέχεσθαι μηδενί, ἐπεὶ καὶ τὸ ἐνδέχεσθαι καὶ κατὰ τοῦ ὑπάρχοντος κατηγορεῖται· τὸ μὲν γὰρ ὑπάρχον καὶ ἐνδεχόμενον ἀληθὲς εἰπεῖν, τὸ δ’ ἐνδεχόμενον οὐ πάντως καὶ ὑπάρχον. Δεῖ δὲ εἰδέναι, ὅτι ἀληθοῦς μὲν ὄντος τοῦ ἐν ταῖς ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος μίξεσιν ἐν τῷ πρώτῳ σχήματι ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα ἡ δεῖξις ἡ προειρημένη ὑγιής. εἰ δὲ ὑπάρχον εἴη γινόμενον τὸ συμπέρασμα, οὐδὲν ἀδύνατον συνάγεται· τὸ γὰρ Β τινὶ τῷ Γ μὴ ὑπάρχειν ἢ μηδενὶ ὑπάρχειν συναχθήσεται κείμενον ἐνδέχεσθαι παντὶ αὐτῷ· τοῦτο δὲ οὐκ ἀδύνατον. μήποτε οὖν ἀληθέστερον λέγειν τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον καὶ ἐν τῇ τοιαύτῃ μίξει συνάγεσθαι; κειμένου γὰρ τοῦ τὸ Α τῷ Β ἐξ ἀνάγκης μηδενὶ καὶ τὸ Β τῷ Γ παντὶ ἐνδέχεσθαι συναχθήσεται τὸ Α τῷ Γ ἐνδέχεσθαι μηδενί. εἰ γὰρ μή, τὸ ἀντικείμενον οὐκ ἐνδέχεται μηδενί, τοῦτ’ ἔστιν ἐξ ἀνάγκης τινί, ἧς οὔσης ἐπὶ μέρους ἀναγκαίας καταφατικῆς, οὔσης δὲ καὶ τῆς Β Α ἀναγκαίας ἀποφατικῆς καθόλου κατ’ ἀντιστροφὴν τῆς Α Β γίνεται ἐκ δύο ἀναγκαίων ἀναγκαῖον τὸ συμπέρασμα τὸ τὸ Β τῷ Γ τινὶ ἐξ ἀνάγκης μὴ ὑπάρχειν, ὃ ἀδύνατον· παντὶ γὰρ ἐνδέχεται αὐτῷ. ἀδύνατον ἄρα καὶ τὸ τὸ Α ἐξ ἀνάγκης τινὶ τῷ Γ· τὸ ἄρα ἀντικείμενον τὸ ‘ἐνδέχεται μηδενί’. ἢ οὐδὲ οὕτως ἐνδεχόμενον ἔσται τὸ συμπέρασμα· συναχθήσεται γὰρ τὸ τῷ ἐξ ἀνάγκης τινὶ ἀντικείμενον, ὅ ἐστιν οὐδενὶ ἐξ ἀνάγκης, 〈ὃ〉 ὅτι ἄλλο ἐστὶ τῆς ἐνδεχομένης, φθάνει δεδεῖχθαι. Τὸ δὲ ὥστε οὐ παντὶ τῷ Γ τὸ Β ἐνδέχεται ὑπάρχειν, ὃ ὑπέκειτο [δὲ] ἐξ ἀρχῆς, ἴσον ἐστὶ τῷ ‘ὥστε συμβήσεται τὸ Β τῷ Γ μὴ παντὶ ἐνδέχεσθαι ὑπάρχειν’, 〈ὃ〉 ὡς ἴσον ἔλαβε τῷ μὴ παντὶ ὑπάρχειν· τοῦτο γὰρ ἀντικείμενον τῷ δεικνυμένῳ συνάγεσθαι· βουλόμενος γὰρ δεῖξαι, ὅτι μηδενὶ ὑπάρχει, τούτῳ ἐχρήσατο. ὃ δείκνυται καὶ ὑπάρχον καθόλου ἀποφατικὸν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὡς αὐτὸς ἐβουλήθη δεικνύναι τὸ συμπέρασμα γινόμενον ἐπὶ τῇ προειρημένῃ συμπλοκῇ, διὰ τοῦ τρίτου σχήματος. εἰ γὰρ μὴ ἀληθὲς τὸ τὸ Α μηδενὶ τῷ Γ, ἀληθὲς ἔσται τὸ τινί·〈ᾧ〉 εἰ προσληφθείη 〈ἡ〉 ἐνδεχομένη εἰς τὴν ὑπάρχουσαν μεταληφθεῖσα ‘τὸ Β τῷ Γ παντί’, συναχθήσεται τὸ Α τινὶ τῷ Β ὑπάρχειν, ὃν ἀδύνατον· ἔκειτο γὰρ ἐξ ἀνάγκης μηδενὶ ὑπάρχειν.
“但是,如果前提不同形。” 也就是说,如果其中仅有一条是肯定前提。他证明,在此类前提下,哪些组合是具有推论性的,以及没有任何组合能推导出某种必然的结论。首先,他设定大前提为全称否定必然命题(因为“设A不可能属于任何B”,意思是它出于必然不属于它的任何一个),小前提B-C为全称肯定可能命题。而在这种组合中,他说A必然不属于任何C,这并不是说“出于必然不属于任何” ——因为他并未把必然性置于结论之中——而是把“必然”附加于此,作为指示这一结论将会成立的标志。推论性的组合是那些必然得出某种结论的组合;而这类组合是指在所有质料中都会产生相同结论的组合。因为他将现相否定命题作为结论,这从以下事实即可清楚看出:为了通过归谬法证明得出这一结论而假定的对立命题,是被假定为现相肯定命题,而不是与必然相对立的可能命题;因为他说过“因为设它现相属于”。而假定“属于所有或属于某些”,是出于从容裕度而作出的设定,旨在证明无论假定其中哪一个,都会随之得出荒谬的结果;因为与声称“不属于任何”矛盾对立的,正是设定“属于某些”的命题。于是,在设定了结论的对立命题即“A现相属于某些C”之后,他又附加了A-B的必然换位命题;因为A原本出于必然不属于任何B;因此B也出于必然不属于任何A;但A又被设定为现相属于某些C(或属于所有C);在第一格中,由全称否定必然命题的大前提和特称或全称肯定现相命题的小前提,得出否定必然命题的结论。于是得出B出于必然不属于某些C(或不属于任何C),而这是不可能的;因为此前设定B可能属于所有C。因此,在所提出的组合中,所推导出的将是所假定命题的对立命题,即“A现相不属于任何C”。如果得出了“不属于任何”,那么也就得出了“可能不属于任何”,因为“可能”也可以用来述说现相;因为说现相存在的事物也是可能的固然为真,但可能的事物并不必然都是现相存在的。但是必须知道的是,如果在第一格中,大前提为必然命题而小前提为现相命题的混合得出必然结论这一论点为真,那么上述证明是健全的。但是如果得出的结论是现相命题,就推导不出任何荒谬的结果;因为得出的将是B不属于某些C或不属于任何C,而此前设定的是它可能属于它的所有;而这并不是不可能的。那么,主张在此类混合中也推导出符合规定的可能命题,岂不是更为切真吗?因为当设定A出于必然不属于任何B,而B可能属于所有C时,将推导出A可能不属于任何C。如果不是这样,其对立命题“并非可能不属于任何”,即“出于必然属于某些”[将为真];由于这是一条特称肯定必然命题,而B-A又是通过A-B的换位得出的全称否定必然命题,从两个必然命题中就会得出一个必然命题的结论,即B出于必然不属于某些C,而这是不可能的;因为B可能属于它的所有。因此,“A出于必然属于某些C”也是不可能的;所以其对立命题“可能不属于任何”[为真]。或者,即使这样,结论也不会是可能命题;因为推导出的将是与“出于必然属于某些”相对立的命题,即“并不出于必然属于任何”,而这一命题不同于可能命题,此前已经证明过了。至于“因此B不可能属于所有C,而这是最初假定的”,等同于“因此将得出B不可能属于所有C”,他把这当作等同于“不属于所有”;因为这是与被证明推导出的命题相对立的;因为他想要证明的是不属于任何,所以才使用了这一表述。而这一结论是全称否定现相命题,正如他自己想要证明在上述结合中得出的结论那样,通过第三格的归谬法也能得到证明。因为如果“A不属于任何C”不为真,那么“属于某些”就将为真;在此基础上,如果再加上转变为现相前提的可能前提“B属于所有C”,就将推导出A现相属于某些B,而这是不可能的;因为此前设定它出于必然不属于任何。
- 2.123〈ὃ〉 ὡς ἴσον ἔλαβε τῷ μὴ παντὶ ὑπάρχειν
校订补入的关系代词 〈ὃ〉 以紧接在其前面的引文或命题(“因此将得出B不可能属于所有C”)为先行词,作动词 ἔλαβε 的直接宾语。ὡς ἴσον ... 则充当表示等同关系的谓语修饰成分(“将之视为等同于……”)。
- 2.123τοῦ τὸ συμπέρασμα τοῦτο ἔσεσθαι δηλωτικὸν τὸ ἐξ ἀνάγκης παρέθετο
δηλωτικόν 作谓语补足语,支配属格冠词短语 τοῦ τὸ συμπέρασμα τοῦτο ἔσεσθαι(即“结论将是这一命题”)。句子的省略主语是亚里士多德,主要动词是 παρέθετο,直接宾语是作为名词短语使用的 τὸ ἐξ ἀνάγκης。亚历山大以此解释亚里士多德文中的“必然”并非结论的模态词,而是指必然推论出的结果。
- 2.123ὅτι γὰρ ὑπάρχον ἀποφατικὸν ἔλαβε συμπέρασμα, δῆλον ἐκ τοῦ τὸ ἀντικείμενον αὐτοῦ τὸ ὑποτιθέμενον ὑπὲρ τοῦ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεῖξαι τοῦτο γινόμενον τὸ συμπέρασμα ὑπάρχον καταφατικὸν ὑποτίθεσθαι
整句的结构为:ὅτι 引出的从句(“他将现相否定命题作为结论”)是谓语 δῆλον 的主语(省略了系动词 ἐστί),而原因由介词短语 ἐκ τοῦ ... ὑποτίθεσθαι(冠词不定式)引出。不定式 ὑποτίθεσθαι 的主格(宾格)主体是 τὸ ἀντικείμενον αὐτοῦ τὸ ὑποτιθέμενον,ὑπάρχον καταφατικόν 是其谓语补足语。中间插入的 ὑπὲρ τοῦ ... δεῖξαι 则是表示目的的属格冠词不定式短语。
