← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§206.21-208.6

第一格中必然与可能前提的肯定混合推论

亚历山大注释亚里士多德《前分析篇》卷一第16章(35b37–36a2),详细考察了大前提为必然、小前提为可能的肯定混合(35b37)中通过归谬法和前提转换得出可能结论的推导过程与相关难点,并进而述及大前提为可能、小前提为必然的完全推论(36a2)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.121

" Ὅτι μὲν οὖν καταφατικῶν ὄντων." Ὅτι ἐν ταῖς μίξεσι ταῖς ἐξ ἀναγκαίας καὶ ἐνδεχομένης οὐ γίνεται τὸ συμπέρασμα ἀναγκαῖον, δείκνυσι πρῶτον ἐπὶ καταφατικῶν ἀμφοτέρων, τῆς δὲ μείζονος ἀναγκαίας. ὑπαρχέτω γὰρ τὸ μὲν Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχέσθω. ὁ μὲν δὴ συλλογισμὸς ἀτελής· ἦσαν γάρ, ὡς ἔφαμεν, οἱ τέλειοι, ἐν οἷς ἦν ἡ μείζων ἐνδεχομένη· ἐν οἷς δὲ ἡ μείζων ἐστὶν ἀναγκαία, καὶ οὗτοι δείκνυνται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὥσπερ ἐδείκνυτο καὶ ἐν οἷς ἡ μείζων ὑπάρχουσα ἦν. διὸ οὐδὲ οὗτοι τέλειοι. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδέχεται, τὸ Α παντὶ τῷ Γ ἐνδέξεται. εἰ γὰρ μή, τὸ ἀντικείμενον οὐ παντὶ ἐνδέχεται, ὃ μετελήφθη καὶ ἐν ἐκείναις ταῖς συζυγίαις εἰς τὸ ἐξ ἀνάγκης τινὶ μή· ᾧ κειμένῳ ἂν προσληφθῇ τὸ Β παντὶ τῷ Γ ὑπάρχειν, μεταληφθείσης πάλιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν, ἔσται ἐν τρίτῳ σχήματι ἀποφατικὸν ὑπάρχον ἐπὶ μέρους τὸ συμπέρασμα· τὸ γὰρ Α τινὶ τῷ Β οὐχ ὑπάρξει, ὃ ἀδύνατον· ὑπέκειτο γὰρ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν. ἀδύνατος ἄρα ἡ ὑπόθεσις, ᾗ τοῦτο ἠκολούθησεν, ἡ ‘οὐκ ἐνδέχεται παντί’. ἀληθὴς ἄρα ἡ κατάφασις ἡ ‘ἐνδέχεται παντί’. τοῦ ἄρα ἐνδέχεσθαι τὸ συμπέρασμα· οὐ γὰρ δὴ παντὶ ἐξ ἀνάγκης ἔσται ὑπάρχον τὸ Α τῷ Γ ἐνδεχομένης οὔσης τῆς ἐλάττονος. ἢ καὶ ἐν ταύτῃ τῇ μίξει πάλιν εἴη ἂν δεικνύμενον οὐ τὸ ‘ἐνδέχεται παντί’ ἀλλὰ τὸ ἰδίως ἀντικείμενον τῷ ἐξ ἀνάγκης τινὶ μή, ὅπερ ἐστὶ τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης οὐχ ὑπάρξει’. εἰς ταύτην γὰρ ἡ μετάληψις ἐγένετο τῆς ‘οὐκ ἐνδέχεται παντί’, ἥτις εἰ μὴ ἴση ἐστὶ τῇ ‘οὐκ ἐνδέχεται παντί’ ἡ ‘ἐξ ἀνάγκης τινὶ μή’,1 τῷ τὸ μὲν ‘οὐκ ἐνδέχεται παντί’ ἀληθὲς εἶναι καὶ κατὰ τοῦ ἐξ ἀνάγκης τινὶ ὑπάρχοντος καὶ κατὰ τοῦ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχοντος, εἰς δὲ τὸ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν γενομένης τῆς μεταλήψεως τῆς ‘οὐκ ἐνδέχεται παντί’ ἐν ταύτῃ τῇ συμπλοκῇ οὐδὲν ἀδύνατον συνάγεσθαι· εἴρηται δὲ ἡμῖν περὶ τούτου ἐν τοῖς πρώτοις. τὸ δὲ ‘οὐδενὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχει’ εἴη ἂν πάλιν ἀναιρετικὸν τοῦ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν, ὥσπερ ἦν τὸ οὐδενὶ ἐξ ἀνάγκης ὑπάρχειν ἀναιροῦν τὸ τινὶ ἐξ ἀνάγκης ὑπάρχειν. εἴη δ’ ἂν καὶ ἡ ‘οὐδενὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχει’ ἀληθὴς καὶ ἐπὶ τῶν ἐξ ἀνάγκης τινὶ ὑπαρχόντων, ὁποία ἐστὶν ἡ λέγουσα ‘οὐδενὶ σώματι ἐξ ἀνάγκης τὸ κινεῖσθαι οὐχ ὑπάρχει’· ἔστι γάρ, ᾧ ἐξ ἀνάγκης ὑπάρχει, ὡς τῷ κυκλοφορητικῷ. εἴρηται δὲ ἡμῖν περὶ τούτου ἐν τοῖς πρώτοις. Δύναται μέντοι καὶ μὴ μεταλαμβανομένου τοῦ ἐνδέχεσθαι εἰς τὸ ὑπάρχειν ἀλλὰ τηρουμένου τοῦ τὸ Β τῷ Γ ἐνδέχεσθαι παντὶ δείκνυσθαι τὸ ἀδύνατον. ἂν γὰρ ᾖ τὸ Α τῷ Γ ἐξ ἀνάγκης τινὶ μή, τὸ δὲ Β τῷ Γ παντὶ ἐνδέχεται, συνάγεται ἐν τῷ τρίτῳ σχήματι τὸ Α τῷ Β ἐνδέχεσθαι τινὶ μή, ὃ ἀδύνατον· παντὶ γὰρ αὐτῷ ἐξ ἀνάγκης ὑπάρχει. ἀλλ’ ἐπεὶ μηδέπω περὶ τῆς ἐν τῷ τρίτῳ σχήματι μίξεως τῆς ἐξ ἐνδεχομένων καὶ ἀναγκαίως ὑπαρχουσῶν δέδεικται, τί συνάγεται, καὶ τίνες εἰσὶ συμπλοκαὶ συλλογιστικαὶ ἐν αὐτῷ, διὰ τοῦτο τῇ μεταλήψει τῇ τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν χρῆται· εἴρηται γὰρ ἤδη περὶ τῶν μίξεων τῶν ἐξ ἀναγκαίας τε καὶ ὑπαρχούσης κατὰ πάντα τὰ σχήματα. δεῖ μέντοι εἰδέναι, ὅτι, ὅσον ἐπὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ2 〈τῇ〉 γινομένῃ διὰ τοῦ τρίτου σχήματος, ἐπὶ τῆς μίξεως τῆς ἐχούσης τὴν μείζονα καθόλου ἀναγκαίαν ἢ καταφατικὴν ἢ ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐνδεχομένην καὶ ἀναγκαῖον καὶ ὑπάρχον καὶ ἐνδεχόμενον συμπέρασμα γινόμενον δείκνυσθαι δύναται, καταφατικῆς μὲν οὔσης τῆς ἀναγκαίας καταφατικά, ἀποφατικῆς δὲ ἀποφατικά. αὐτὸς δὲ εἴρηκε τοῦ δὲ ἐξ ἀνάγκης μὴ ὑπάρχειν οὐκ ἔσται συλλογισμός. ἐζήτηται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἡμῖν ἐν τῷ Περὶ μίξεων γεγραμμένῳ βιβλίῳ.

“那么,当前提是肯定的时候。” 在必然前提与可能前提的混合中,结论不会成为必然的,他首先就两者均为肯定且大前提为必然的情形进行证明。因为设A出于必然属于所有B,而B可能属于所有C。这个推论是不完全的;因为正如我们所说,完全的推论是那些大前提为可能前提的推论;而在大前提为必然命题的情形中,这些推论也是通过归谬法被证明的,正如在大前提为现相命题的情形中所证明的那样。因此这些推论也不是完全的。因为如果A出于必然属于所有B,而B可能属于所有C,那么A将可能属于所有C。如果不是这样,其对立命题“并非可能属于所有”[将为真],这个对立命题在那些组合中也被转变为“出于必然不属于某些”;在假设了这一命题之后,如果可能前提再次被转变为现相前提,从而附加了“B现相属于所有C”,那么在第三格中结论将是一个特称现相否定命题;因为A将不属于某些B,而这是不可能的;因为此前设定它出于必然属于所有。因此,由此得出这一荒谬结果的假定,即“并非可能属于所有”,是不可能的。所以肯定命题“可能属于所有”为真。因此结论是可能命题;因为在小前提为可能命题的情况下,A绝不会出于必然属于所有C。 或者,在这种混合中,再次被证明的或许并不是“可能属于所有”,而是与“出于必然不属于某些”固有对立的命题,即“并非出于必然不属于任何”。因为“并非可能属于所有”正是被转变为此命题的,而如果这一“出于必然不属于某些”与“并非可能属于所有”并不等同,这是因为“并非可能属于所有”对于出于必然属于某些的事物和出于必然不属于某些的事物均属为真,而如果将“并非可能属于所有”转变为出于必然属于某些,在这一组合中就推导不出任何荒谬结果;关于这一点我们在最初部分已经讲过。而“并非出于必然不属于任何”反过来将是“出于必然不属于某些”的否定,正如“出于必然不属于任何”否定了“出于必然属于某些”一样。此外,“并非出于必然不属于任何”对于出于必然属于某些的事物也为真,正如那句说“没有任何物体是运动出于必然不属于的”的命题一样;因为存在着运动出于必然属于它的物体,如旋转的天体。关于这一点我们在最初部分也已经讲过。 然而,即使不把可能前提转变为现相前提,而是保留“B可能属于所有C”,也可以证明荒谬的结果。因为如果A出于必然不属于某些C,而B可能属于所有C,那么在第三格中就得出A可能不属于某些B,而这是不可能的;因为A出于必然属于它的所有。但是,由于在第三格中由可能前提和必然现相前提构成的混合究竟得出什么结论,以及其中哪些组合是具有推论性的尚未得到证明,正因如此他采用了将可能前提转变为现相前提的方法;因为关于必然前提与现相前提构成的混合,此前已在所有格中讨论过了。 然而必须知道的是,就通过第三格所进行的归谬法而言,在大前提为全称必然(无论是肯定还是否定)而小前提为可能命题的混合中,可以证明得出必然的、现相的以及可能的结论——必然前提为肯定时得出肯定结论,为否定时得出否定结论。但他自己说过“但出于必然不属于的推论将不会成立”。关于这些问题,我们在所撰写的《论混合》一书中已做了进一步的探求。

§2.122

"Πάλιν τὸ μὲν Α ἐνδεχέσθω παντὶ τῷ Β." Δείκνυσιν, ὅτι τῆς μείζονος καθόλου καταφατικῆς ἐνδεχομένης οὔσης τῆς δὲ ἐλάττονος ἀναγκαίας καθόλου καταφατικῆς [ἢ ἀποφατικῆς] ἀναγκαῖόν τι συνάγεσθαι. ἅμα καί, ὅτι τέλειος ὁ ἐκ τῆς τοιαύτης συζυγίας συλλογισμός, ὑπομιμνήσκει· διὰ γὰρ τοῦ κατὰ παντὸς δείκνυται τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον συναγόμενον.

“再次,设A可能属于所有B。” 他证明,当大前提为全称肯定可能命题而小前提为全称肯定[或否定]必然命题时,会得出某种必然的结论。与此同时,他还提醒人们,由这种组合产生的推论是完全的;因为通过“关于所有”,证明了得出符合规定的可能命题。

语法注2 条
  1. 2.121ἥτις εἰ μὴ ἴση ἐστὶ τῇ ‘οὐκ ἐνδέχεται παντί’ ἡ ‘ἐξ ἀνάγκης τινὶ μή’

    关系代名词 ἥτις 指向前文的 ταύτην(即‘出于必然不属于某些’),但紧随其后作为主语的名词短语 ἡ ‘ἐξ ἀνάγκης τινὶ μή’ 又被同格复述。在条件句结构中,ἴση ἐστί 为谓语,随后的与格定冠词不定式 τῷ ... ἀληθὲς εἶναι 则表示原因(“由于……为真”)。

  2. 2.121ὅσον ἐπὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ

    短语 ὅσον ἐπί +与格 为固定惯用表达,表示“就……而言/在……的范围内”。在 ὅτι 从句中,ἐπὶ τῆς μίξεως... 标明讨论的情境,主谓语为 δύναται 搭配不定式 δείκνυσθαι,而后者的宾格主语为 καὶ ἀναγκαῖον καὶ ὑπάρχον καὶ ἐνδεχόμενον συμπέρασμα γινόμενον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:206.21-208.6