← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§206.1-206.20

可能否定命题的等价表述与必然否定的差异

亚历山大分析了与可能否定命题等效的否定表述的真假关系,并从前提的模态角度阐明了作为结论的“并非出于必然属于”(现相命题)与“出于必然不属于”(必然命题)之间的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.120#2

ὅτι μὴ ἡ καταφατικὴ ἐπ’ αὐτῆς ἀληθὴς ἡ ‘ἐνδέχεται τινὶ μὴ ὑπάρχειν’ λέγουσα, ὥστε καὶ ἡ κατάφασις αὐτῆς ἡ ‘ἐνδέχεται τινὶ μή’ οὐ κατὰ τῆς ‘οὐ παντὶ ἐξ ἀνάγκης’ μόνον ἀληθὴς ἀλλὰ καὶ κατὰ τῆς ‘οὐκ ἐξ ἀνάγκης τινί’. ὧν ἡ μὲν ‘οὐ παντὶ ἐξ ἀνάγκης’ τὸ καθόλου καταφατικὸν ἀναγκαῖον ἀναιρεῖ, ἀληθεύεται δὲ καὶ κατὰ τῆς ‘οὐδενὶ ἐξ ἀνάγκης’, ὅτι ψευδὴς ἐπ’ αὐτῆς ἡ ‘παντὶ ἐξ ἀνάγκης’, ἐφ’ ἧς οὐκέτ’ ἀληθὴς ἡ ‘οὐκ ἐνδέχεται τινὶ μή’· ἦν γὰρ ἀληθὴς ἐπ’ αὐτῆς καὶ ἡ ‘ἐνδέχεται τινί’. ἀναιρεῖ δὲ καὶ ἡ ‘οὐκ ἐξ ἀνάγκης τινὶ’ τὸ ἐπὶ μέρους ἀναγκαῖον. ἀμφότεραι δὲ ἅμα πᾶν τὸ ἀναγκαῖον, ὃ καὶ ἡ ‘ἐνδέχεται τινὶ μή’·1 διὸ ἀμφοτέραις ἅμα ἐστὶν ἴση. τὸ 〈δ’〉 οὐδενὶ ἐξ ἀνάγκης καὶ οὐ παντὶ ἐξ ἀνάγκης ἀληθῆ καὶ κατὰ τῶν ὑπαρχόντων μὲν οὐκ ἐξ ἀνάγκης δέ. ἅμα δὲ καὶ ἔδειξεν ἡμῖν, ποταπαί αἱ τοιαῦται προτάσεις, ἐπεὶ μὴ ἐνδεχόμεναι· ἦν γὰρ ζητούμενον τοῦτο. ἔδει γὰρ ἢ ἀναγκαίας ἢ ὑπαρχούσας ἢ ἐνδεχομένας. λέγει γάρ, ὅτι ὑπάρχουσαι, εἰπὼν καὶ τοῦ μὴ ὑπάρχειν [τινὶ δὲ μὴ ὑπάρχειν]. τίνι δὲ διαφέρει τὸ οὐδενὶ ἐξ ἀνάγκης τοῦ ἐξ ἀνάγκης οὐδενί, ἐδήλωσεν εἰπὼν τοῦ δὲ ἐξ ἀνάγκης μὴ ὑπάρχειν οὐκ ἔσται συλλογισμός· ἕτερον γάρ ἐστι τὸ μὴ ὑπάρχειν2 ἐξ ἀνάγκης, ὃ ἔδειξε συναγόμενον καὶ ἐν τῇ μίξει τῇ ἐξ ὑπαρχούσης ἀποφατικῆς τῆς μείζονος καὶ ἐνδεχομένης καταφατικῆς τῆς ἐλάττονος, καὶ τὸ ἐξ ἀνάγκης μὴ ὑπάρχειν· ἡ μὲν γὰρ ὑπάρχουσά ἐστιν, ἡ δὲ ἀναγκαία.

因为对于它[出于必然不属于任何]而言,说“可能不属于某些”的肯定命题并非为真,因此其肯定命题“可能不属于某些”不仅对于“并非出于必然属于所有”为真,而且对于“并非出于必然属于某些”也为真。在这些命题中,“并非出于必然属于所有”取消了全称肯定必然命题,但它对于“并非出于必然属于任何”也为真,因为对于后者而言,“出于必然属于所有”为假,而在这一[并非出于必然属于任何]的情形中,“并非可能不属于某些”不再为真;因为对于它而言,“可能属于某些”此前也为真。而“并非出于必然属于某些”也取消了特称必然命题。二者结合在一起便[取消了]一切必然命题,这也是“可能不属于某些”所[取消]的;因此它与二者结合等同。而“并非出于必然属于任何”与“并非出于必然属于所有”对于现相属于而非出于必然的事物也为真。与此同时,他还向我们指明了此类前提既然不是可能前提,那究竟属于何种命题;因为这正是被探究的问题。因为它们必须要么是必然命题,要么是现相命题,要么是可能命题。实际上,通过说“以及不属于[的推论]”,他说它们是现相命题。至于“并非出于必然属于任何”与“出于必然不属于任何”有何区别,他通过说“但出于必然不属于的推论将不会成立”表明了这一点;因为“并非出于必然属于”——他在大前提为现相否定、小前提为可能肯定的混合中也已证明其可以被推导出来——与“出于必然不属于”是不同的;因为前者是现相命题,而后者是必然命题。

语法注2 条
  1. 2.120ἀμφότεραι δὲ ἅμα πᾶν τὸ ἀναγκαῖον, ὃ καὶ ἡ ‘ἐνδέχεται τινὶ μή’

    前句的动词 ἀναιρεῖ(取消/否定)在此被两度省略:在主语 ἀμφότεραι ἅμα 下补出复数形式(ἀναιροῦσι),在关系代词 ὃ 引导的从句中补出单数形式(ἀναιρεῖ)。关系代词 ὃ 的先行词为 πᾶν τὸ ἀναγκαῖον。

  2. 2.120ἕτερον γάρ ἐστι τὸ μὴ ὑπάρχειν ἐξ ἀνάγκης ... καὶ τὸ ἐξ ἀνάγκης μὴ ὑπάρχειν

    否定词 μή 与模态短语 ἐξ ἀνάγκης 的词序差异决定了命题的性质:前者 τὸ μὴ ὑπάρχειν ἐξ ἀνάγκης 否定了整个短语(“并非出于必然属于”,表示现相前提),而后者 τὸ ἐξ ἀνάγκης μὴ ὑπάρχειν 则指否定性的属于是必然的(表示必然否定命题)。ἕτερον ... καί 构成“某物与某物不同”的相关结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:206.1-206.20