- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:204.30-205.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对第一格中可能前提与必然前提的混合(35b23),亚历山大注解了亚里士多德关于具有推论效力的组合及结论模态的论述,并探讨了当否定前提为必然时对结论的理解以及归谬法中否定命题的转置。
" Ὅταν δὲ ἡ μὲν ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι σημαίνῃ τῶν προτάσεων, ὁ μὲν συλλογισμὸς ἔσται." Ἐπὶ τὴν ἐξ ἐνδεχομένης καὶ ἀναγκαίας μετῆλθε μῖξιν τὴν ἐν πρώτῳ σχήματι καὶ δείκνυσι, τίνες συζυγίαι ἐν πρώτῳ σχήματι ἐκ τοιούτων προτάσεων συλλογιστικαὶ καὶ τίνες ἀσυλλόγιστοι. φησὶ δή, ὅτι συλλογιστικαὶ μὲν ἔσονται ὁμοίως καὶ ἐν τῇ τοιαύτῃ μίξει αἱ ἔχουσαι τὸ ἀναγκαῖον οὕτως κείμενον, ὡς ἐν ἐκείναις ἔκειτο τὸ ὑπάρχον. ἀλλὰ καὶ τέλειοι, ἐν αἷς συζυγίαις πάλιν ἡ μὲν μείζων ἐστὶν ἐνδεχομένη ἡ δὲ ἐλάττων ἀναγκαία. ἔτι δὲ καὶ τὸ συμπέρασμα, ὥσπερ ἐν ἐκείναις, ἀμφοτέρων μὲν οὐσῶν καταφατικῶν τε καὶ καθόλου ἢ τῆς ἑτέρας μόνης οὔσης καθόλου τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἔσται, ἀλλ’ οὐ τοῦ ὑπάρχειν.1 ἂν δ’ ἡ ἑτέρα ἀποφατικὴ ᾖ, τῆς μὲν ἀναγκαίας καταφατικῆς οὔσης τὸ συμπέρασμά φησιν ἔσεσθαι τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν, ἀλλ’ οὐ τοῦ μὴ ὑπάρχειν. ὅταν δὲ τὸ ἀποφατικὸν ἀναγκαῖον ᾖ, ἄν τε ἀμφότεραι καθόλου ὦσιν ἄν τε ἡ ἑτέρα, καὶ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν καὶ τοῦ μὴ ὑπάρχειν ἔσεσθαί φησι τὸ συμπέρασμα. τὸ δὲ ὅταν μὲν ᾖ τὸ καταφατικὸν ἀναγκαῖον προσκείμενον σημαντικόν ἐστι τῆς συμπλοκῆς τῆς τὴν μείζονα ἐνδεχομένην ἀποφατικὴν ἐχούσης· προείρηκε γὰρ περὶ τῶν, ἐν αἷς ἀμφότεραι καταφατικαί. εἰπὼν δὲ καὶ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν ἔσεσθαι τὸ συμπέρασμα καὶ τοῦ μὴ ὑπάρχειν, ἐν αἷς ἡ μείζων καθόλου ἀποφατικὴ ἀναγκαία, πῶς * ἐνδέχεσθαι μὴ ὑπάρχειν, ἐξηγήσατο·2 οὐ γὰρ ὡς ἄλλο μὲν σημαίνοντος τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν ἄλλο δὲ τοῦ μὴ ὑπάρχειν, ἀλλὰ λαμβανομένου τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν οὐ τοῦ κατὰ τὸν διορισμὸν ἀλλὰ τοῦ κατηγορουμένου κατὰ τοῦ μὴ ὑπάρχοντος. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν τὸ δὲ ἐνδέχεσθαι μὴ ὑπάρχειν ἐν τῷ συμπεράσματι τὸν αὐτὸν τρόπον ληπτέον, ὅνπερ καὶ ἐν τοῖς πρότερον. λέγει δ’ ἐν τοῖς πρότερον, ἐν οἷς ἦν ἡ μείζων ὑπάρχουσα ἀποφατική· ἔδειξε γὰρ καὶ ἐν ἐκείνοις τὸ ἐνδέχεσθαι μηδενὶ ἢ τινὶ μὴ ἴσον δυνάμενον τότε λαμβάνεσθαι τὸ μὲν τῷ οὐδενὶ ἐξ ἀνάγκης τὸ δὲ τῷ οὐ παντὶ ἐξ ἀνάγκης. τῆς γὰρ ἐλάττονος ἐνδεχομένης οὔσης ἐπὶ μέρους ἐν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ὑποτίθεται μὲν ἡ ‘ἐξ ἀνάγκης παντί’· τῆς γὰρ ‘ἐνδέχεται τινὶ μή’ ἀπόφασις ἡ ‘οὐκ ἐνδέχεται τινὶ μὴ ὑπάρχειν’, ἥτις μεταλαμβάνεται εἰς τὴν ‘ἐξ ἀνάγκης παντί’· ἂν γὰρ εἰς τὴν ‘ἐξ ἀνάγκης οὐδενί’ μεταληφθῇ, οὐδὲν ἀδύνατον ἀπαντᾷ. ἧς εὑρεθείσης ἀδυνάτου ἡ ἀπόφασις ἂν αὐτῆς δεικνύοιτο, ἥτις ἐστὶν ‘οὐ παντὶ ἐξ ἀνάγκης’, ἥτις εἰ μὲν ἴσον δύναται τῇ ‘ἐνδέχεται τινὶ μή’, καὶ ἡ ‘ἐξ ἀνάγκης παντί’ εἴη ἂν ἡ αὐτὴ τῇ ‘οὐκ ἐνδέχεται τινὶ μή’. εἰ δὲ τὸ ‘οὐκ ἐνδέχεται τινὶ μή’ ἀληθές ἐστιν οὐ μόνον κατὰ τῆς ‘ἐξ ἀνάγκης παντί’ ἀλλὰ καὶ κατὰ τῆς ‘ἐξ ἀνάγκης οὐδενί’, οὐκέτ’ ἂν ἴση εἴη ἡ ‘οὐ παντὶ ἐξ ἀνάγκης’ τῇ ‘ἐνδέχεται τινὶ μή’ τῷ τὴν ἀπόφασιν αὐτῆς μετειλῆφθαι οὐκ 〈εἰς〉 ἰσοδυναμοῦσαν ἑαυτῇ ἀλλ’ εἴς τινα τῶν ὑπ’ αὐτήν,3 καθ’ ὧν ἀληθεύεται. οὐ γὰρ μόνον κατὰ τοῦ παντὶ ἐξ ἀνάγκης ἀλλὰ καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ ἀληθὴς ἐκείνη.
“当诸前提中一者表示出于必然属于或不属于,而另一者表示可能时,推论便会产生。” 他进而转向第一格中由可能前提与必然前提构成的混合,并指出在第一格中由这类前提构成的哪些组合具有推论效力,哪些没有推论效力。他说,在此类混合中,凡是必然前提的设定方式与现相前提在那些[先前的混合]中的设定方式相同的组合,同样具有推论效力。而且,在大前提为可能前提而小前提为必然前提的组合中,推论再次是完全的。此外结论也与那些情形一样,在两前提皆为肯定且全称、或者仅有一前提为全称时,结论将是关于依照定义的可能命题,而非关于现相命题。但若一前提为否定,当必然前提为肯定时,他说结论将是关于可能不属于,而非关于不属于。而当否定前提为必然前提时,无论两者皆为全称还是一者为全称,他说结论既是关于可能不属于,也是关于不属于。而补充的“当肯定前提为必然时”这一表述,指明的是大前提为可能否定前提的结合;因为他先前已经论述过两者皆为肯定的情形。在指出当大前提为全称否定必然前提时结论既是关于可能不属于也是关于不属于之后,他解释了如何[理解]“可能不属于”;因为这并不是说“可能不属于”表示一事而“不属于”表示另一事,而是因为所取的“可能不属于”并非依照定义的可能,而是指陈述于不属于之物上的可能。因为他通过说“结论中的‘可能不属于’必须按照与先前情形相同的方式来理解”表明了这一点。而他所说的“在先前的情形中”,是指大前提为现相否定前提的情形;因为他在那些情形中也表明,“可能不属于任何”或“可能不属于某些”在当时可以被理解为具有同等效力,前者等同于“出于必然不属于任何”,后者等同于“并非出于必然属于所有”。因为当小前提为特称可能前提时,在归谬法中被假定的是“出于必然属于所有”;因为“可能不属于某些”的否定是“并非可能不属于某些”,它被转置为“出于必然属于所有”;因为若被转置为“出于必然不属于任何”,便不会产生任何不合理的结果。当这被发现为不合理时,它的否定就会被证明,即“并非出于必然属于所有”;如果这与“可能不属于某些”具有同等效力,那么“出于必然属于所有”也会等同于“并非可能不属于某些”。但如果“并非可能不属于某些”不仅对于“出于必然属于所有”为真,而且对于“出于必然不属于任何”也为真,那么“并非出于必然属于所有”就不再与“可能不属于某些”等同了,这是因为其否定命题被转置为并非等同于其自身之物,而是被转置为其下属的、为其所证真的某物。因为那个[否定命题]不仅对于“出于必然属于所有”为真,而且对于“出于必然不属于任何”也为真。
- 2.120τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἔσται, ἀλλ’ οὐ τοῦ ὑπάρχειν
属格 τοῦ ... ἐνδεχομένου 与 τοῦ ὑπάρχειν 在此作为表语属格(表示归属或内容),与主语 τὸ συμπέρασμα 搭配,意为“结论将是关于……的命题,而非关于现相命题的”。
- 2.120πῶς * ἐνδέχεσθαι μὴ ὑπάρχειν, ἐξηγήσατο
虽然文本标有星号表示脱落,但根据上下文可推定补足为如 πῶς δεῖ ἀκούειν τὸ ἐνδέχεσθαι μὴ ὑπάρχειν(“当如何理解‘可能不属于’”),整个间接疑问从句充当主动词 ἐξηγήσατο 的宾语。
- 2.120τῷ τὴν ἀπόφασιν αὐτῆς μετειλῆφθαι οὐκ 〈εἰς〉 ἰσοδυναμοῦσαν ἑαυτῇ ἀλλ’ εἴς τινα τῶν ὑπ’ αὐτήν
带冠词不定式与格 τῷ ... μετειλῆφθαι 表示前述否定断言(οὐκέτ’ ἂν ἴση εἴη...)的原因(“由于其否定被转置为……”)。宾格 τὴν ἀπόφασιν αὐτῆς 是该不定式的逻辑主语,校勘者补入的 〈εἰς〉 所统辖的词组表示转置的目标。
