- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:203.10-204.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了在第一格混合推论中小前提若取为特称否定现相前提则推论不成立的理由,借助不定命题的逻辑特征和具体词项进行了阐明。接着,他考察了大前提为特称而小前提为全称、或两前提皆为特称时的无效组合,通过并置具体词项加以反驳,并在最后指出了亚里士多德概括性结论中所需补充的限制条件。
" Ὅταν δὲ τὸ μὴ ὑπάρχειν τινὶ λαμβάνῃ." Ὅταν δὲ ἡ ἐλάττων πρότασις, οὖσα ἐν μέρει ἀποφατική, ὑπάρχουσα ληφθῇ, οὔ φησιν ἔσεσθαι συλλογισμόν· εἰκότως· καὶ γὰρ οὔσης ἀποφατικῆς τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι οὐδεὶς ἐγίνετο συλλογισμός. μένει γὰρ ἡ ὑπάρχουσα ἀποφατική· οὐ γὰρ ὡς ἡ ἐνδεχομένη εἰς τὴν καταφατικὴν μεταληφθῆναι δύναται. δείξας δὲ διὰ τῶν ὅρων καὶ τοῦ παντὶ καὶ τοῦ μηδενὶ γινόμενον τὸ συμπέρασμα προσέθηκε τὸ διὰ γὰρ τοῦ ἀορίστου ληπτέον τὴν ἀπόδειξιν. τοῦτο δὲ εἶπεν, ἐπεὶ ἔλαβεν ἐπὶ τῶν ὅρων τὴν ἐλάττονα ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν τοιαύτην εἶναι ὡς καὶ καθόλου εἶναι ἀληθῆ, οὐκ ἐν μέρει μόνον· τὸ γὰρ ζῷον οὐδεμιᾷ χιόνι καὶ οὐδεμιᾷ πίττῃ· ἔκειτο δὲ τινὶ μή. ἐπεὶ οὖν τὸ τινὶ μὴ ἀληθεύεται, καὶ ὅταν μηδενί, καὶ ὅταν τινὶ μὲν μὴ ὑπάρχῃ, τινὶ δὲ ὑπάρχῃ, τῷ ἀορίστῳ τῆς ἐπὶ μέρους ἀποφατικῆς προσχρωμένους φησὶ καὶ λαμβάνοντας ἀντ’ αὐτῆς τὴν καθόλου ἀποφατικήν,1 ἐπεὶ κἀκείνης οὔσης ἀληθοῦς καὶ αὕτη ἀληθής ἐστι, χρὴ δεικνύναι τὴν τοιαύτην συζυγίαν ἀσυλλόγιστον, ὡς καὶ πρότερον ἐπὶ πλειόνων ἐδείχθη. τοῖς γὰρ αὐτοῖς ὅροις καὶ πρὸ ὀλίγου κέχρηται, ὅτε ἐδείκνυεν ἀσυλλόγιστον συζυγίαν οὖσαν τὴν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἐνδεχομένης καὶ τῆς ἐλάττονος καθόλου ἀποφατικῆς ὑπαρχούσης. τοῦτο δὲ οὕτως εἶπε δεῖν δείκνυσθαι, ἐπεὶ οὔσης τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικῆς ἀληθοῦς καθ’ αὑτὴν καὶ μὴ διὰ τὴν καθόλου ἐγίνετο τὸ Β τινὶ τῷ Γ ὑπάρχον, οὔσης δὲ τοιαύτης τῆς ἐπὶ μέρους καταφατικῆς ὑπαρχούσης τῆς δὲ μείζονος ἐνδεχομένης καθόλου ἢ καταφατικῆς ἢ ἀποφατικῆς τέλειοι ἐγίνοντο συλλογισμοί, ὁ μὲν τοῦ ‘ἐνδέχεται τὸ Α τινὶ τῷ Γ ὑπάρχειν’ ὁ δὲ τοῦ ‘ἐνδέχεται τινὶ μὴ ὑπάρχειν’· ὧν δεικνυμένων συλλογιστικῶς2 ἀδύνατον ἦν λαβεῖν ὅρους ἐπὶ τῆς τοιαύτης ὕλης τοῦ παντὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενί.
“而当取不属于某些时。” 他说,当小前提作为特称否定现相前提被取用时,不会产生推论;这是理所当然的;因为在第一格中小前提为否定前提时,不曾产生任何推论。因为现相否定前提保持为否定;因为它不能像可能前提那样被转换为肯定前提。在通过词项证明了“属于所有”与“不属于任何”的结论都会产生之后,他补充道:“因为证明必须通过不定命题来获取。”他说这话,是因为在词项的情形中,他所取的小前提即特称否定现相前提,是那种不仅在特称上而且在全称上也为真的命题;因为动物不属于任何雪,也不属于任何沥青;但原先设定的是不属于某些。既然“不属于某些”在不属于任何时、以及在不属于某些而属于某些时都为真,他说,应当利用特称否定前提的不定性,并取全称否定前提来代替它——因为在后者为真时前者亦为真——来证明此类组合是没有推论效力的,正如先前在诸多情况中所证明的那样。实际上,他在不久前证明由全称肯定可能前提构成大前提、由全称否定现相前提构成小前提的组合没有推论效力时,就使用了相同的词项。他说必须这样证明,是因为当小前提特称否定前提就其自身而言为真而非因全称命题而为真时,Β就会属于某些Γ,而当特称肯定现相前提是如此、大前提无论是肯定还是否定都是全称可能前提时,便会产生完全推论,一个是关于“Α可能属于某些Γ”,另一个是关于“可能不属于某些”;既然这些已被推论性地证明,在此类质料上便不可能为“出于必然属于所有”和“不属于任何”选取词项。
"Ἐὰν δὲ τὸ καθόλου τεθῇ πρὸς τὸν ἐλάττονα ἄκρον." Εἰπὼν περὶ τῶν συζυγιῶν τῶν ἐν ταῖς μίξεσι γινομένων ταῖς ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης ἐν πρώτῳ σχήματι, ἐν αἷς ἦσαν συλλογιστικαί τινες, νῦν λέγει περὶ τῶν ἀσυλλογίστων. καί φησιν, ὅτι ‘ἂν δὲ ἡ μὲν ἐλάττων πρότασις καθόλου γένηται ἡ δὲ μείζων ἐπὶ μέρους, ὅπως ἂν ληφθῶσι κατά τε τὸ ὑπάρχειν καὶ ἐνδέχεσθαι καὶ τὸ καταφατικὸν τε καὶ ἀποφατικόν,3 οὐδεὶς ἔσται συλλογισμός’. ὁμοίως δέ, κἂν ὦσιν ἐπὶ μέρους ἀμφότεραι, οὐ μόνον ἂν ἡ μὲν ἐνδεχομένη ἡ δὲ ὑπάρχουσα (τοῦτο γὰρ σημαίνει τὸ ἐναλλάξ). ἀλλὰ κἂν ἀμφότεραι ἐνδεχόμεναι ἢ ἀμφότεραι ὑπάρχουσαι. τοῦτο δὲ προσέθηκεν, ἐπεὶ οἱ αὐτοὶ ὅροι πρὸς τὸ ἐκείνως καὶ πρὸς τὸ οὕτως ληφθῆναι χρήσιμοι. πάλιν γὰρ ταῦθ’ οὕτως ἔχοντα ἐλέγχει τῇ τῶν ὅρων παραθέσει, ἢ ἀποδείξει χρῆται τῶν ἀσυλλογίστων συζυγιῶν, δεικνὺς καὶ ἐξ ἀνάγκης παντὶ συνάγεσθαί ποτε δυνάμενον καὶ ἐξ ἀνάγκης μηδενί, ἐξ ἀνάγκης μὲν παντὶ ἐπὶ ζῴου, λευκοῦ, ἀνθρώπου· τὸ γὰρ ζῷον τινὶ λευκῷ ὑπαρχέτω ἢ μὴ ὑπαρχέτω ἢ ἐνδεχέσθω τινὶ ἢ τινὶ ἐνδεχέσθω μὴ ὑπάρχειν, τὸ δὲ λευκὸν παντὶ ἀνθρώπῳ ὑπαρχέτω ἢ ἐνδεχέσθω ὑπάρχειν ἢ τινὶ ὑπαρχέτω ἢ ἐνδεχέσθω τινὶ μὴ ὑπάρχειν· δύνανται γὰρ οἱ ὅροι, ὅπως ἄν τις βούληται, ἔχοντες ληφθῆναι πρὸς ἀλλήλους· καὶ τὸ ζῷον ἐξ ἀνάγκης παντὶ ἀνθρώπῳ. τοῦ δὲ μηδενὶ ἐξ ἀνάγκης ζῷον, λευκόν, ἱμάτιον· πάλιν γὰρ αἱ μὲν προτάσεις οὕτως ἕξουσιν, ὡς καὶ αἱ πρὸ αὐτῶν, τὸ δὲ ζῷον ἐξ ἀνάγκης οὐδενὶ ἱματίῳ. τὸ δὲ ἀπόδειξις δὲ ἡ αὐτή, ἢ καὶ ἐπὶ τῶν προτέρων οὐκ ἄλλου ἐστὶ δηλωτικὸν ἢ τοῦ ἐπὶ τῆς ὕλης τὸν ἔλεγχον τοῦ ἀσυλλογίστους εἶναι τὰς εἰρημένας συμπλοκὰς γίνεσθαι. ὃ προειπὼν ἑξῆς αὐτὸν ποιεῖ· λέγει γὰρ ὅροι δὲ κοινοί.
“如果全称前提被置于较小极端项。” 在论述了第一格中由现相前提与可能前提混合而成且其中有一些具有推论效力的组合之后,他现在论述那些没有推论效力的组合。他说:“如果小前提变为全称,而大前提变为特称,无论它们在现相与可能、以及肯定与否定方面被怎样取用,都不会产生任何推论。”同样,即使两者都是特称,不仅在一为可能前提而另一为现相前提时(因为“交替地”指的就是这个意思),而且在两者皆为可能前提或两者皆为现相前提时也是如此。他补充这一点,是因为相同的词项对于按那种方式被取用和按这种方式被取用都是有用的。因为他再次通过词项的并置来反驳这些情况,或者运用对无推论效力组合的证明,指出有时既能得出“出于必然属于所有”的结论,也能得出“出于必然不属于任何”的结论:关于“出于必然属于所有”,见于动物、白、人;因为设动物属于或不属于某些白,或可能属于某些,或可能不属于某些,而白属于所有的人、或可能属于所有,或属于某些、或可能不属于某些;因为词项可以按照人们所希望的关系彼此设定;而动物出于必然属于所有的人。关于“出于必然不属于任何”,见于动物、白、外衣;因为前提同样会如它们前面的前提那样具有相应的关系,但动物出于必然不属于任何外衣。而“证明与先前的情况相同”,所表明的无非是:〔表明〕上述组合无推论效力的反驳是在质料上进行的。他在预先说明了这一点后,随即付诸实施;因为他说“词项是共通的”。
"Φανερὸν οὖν, ὅτι τοῦ μὲν πρὸς τὸ μεῖζον ἄκρον καθόλου τεθέντος ἀεὶ γίνεται συλλογισμός." Προσυπακούειν δεῖ τῇ λέξει τὸ ‘ἂν ὦσιν ἀμφότεραι καταφατικαί, ἡ δὲ ἐλάττων ἐπὶ μέρους ἐνδεχομένη ᾖ’, ἐπεὶ ὑπαρχούσης αὐτῆς, τῆς ἐλάττονος δηλαδή, ἐπὶ μέρους ἀποφατικῆς ληφθείσης ἀσυλλόγιστος ἡ συζυγία.
“因此显然,当关于较大极端项的前提被置为全称时,推论总是会产生的。” 在文句中必须补充理解“如果两者皆为肯定,且小前提为特称可能前提”,因为当它本身——即小前提——被取为特称否定现相前提时,该组合是没有推论效力的。
- 2.117τῷ ἀορίστῳ τῆς ἐπὶ μέρους ἀποφατικῆς προσχρωμένους φησὶ καὶ λαμβάνοντας ἀντ’ αὐτῆς τὴν καθόλου ἀποφατικήν
宾格分词 προσχρωμένους 与 λαμβάνοντας 用作插入的 φησί 之后的非人称结构 χρὴ δεικνύναι(“应当证明……”)的逻辑主语,在“宾格加不定式”结构中表示一般主体(“人们……”)。
- 2.117ὧν δεικνυμένων συλλογιστικῶς
带有关系代词 ὧν 的属格独立结构。其先行词为紧接在前的完全推论(téleioi syllogismoí),表原因或伴随情况(“既然这些已被推论性地证明”)。
- 2.118ὅπως ἂν ληφθῶσι κατά τε τὸ ὑπάρχειν καὶ ἐνδέχεσθαι καὶ τὸ καταφατικὸν τε καὶ ἀποφατικόν
由关系副词 ὅπως ἄν 搭配虚拟语气 ληφθῶσι 构成的泛指让步从句(“无论怎样被取用”)。介词 κατά 支配四个平行的中性名词/动名词,涵盖了模态(现相/可能)与质(肯定/否定)的所有可能组合。
- 2.119Προσυπακούειν δεῖ τῇ λέξει τὸ ‘ἂν ὦσιν ἀμφότεραι καταφατικαί...’
非人称动词 δεῖ 搭配不定式 προσυπακούειν(“补充理解”)。与格 τῇ λέξει 表示对象(“对文句”),中性定冠词 τὸ 将其后的整个引用句名词化,作为该不定式的直接宾语。
未在正文中定位
