← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§201.25-203.9

第一格中全称与特称混合前提的推论

针对亚里士多德在《前分析篇》35a25及以下对一全称一特称的现相与可能混合第一格推论的讨论,亚历山大阐明了完全推论与不完全推论的结构,并具体解释了通过归谬法和换位法进行的证明步骤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.116

" Φανερὸν οὖν, ὅτι καθόλου τῶν ὅρων ὄντων." Ὡς εἶπεν ἐν ταῖς ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης μεμιγμέναις συζυγίαις ἐν πρώτῳ σχήματι ἀμφοτέρων οὐσῶν καθόλου τῶν προτάσεων γίνεσθαι συλλογισμόν, ὑπομνήσας ἡμᾶς ἑξῆς μέτεισιν ἐπὶ τὸ λέγειν περὶ τῶν τὴν μὲν ἑτέραν ἐχουσῶν καθόλου τὴν δὲ ἑτέραν ἐπὶ μέρους τῶν προτάσεων· διαστήματα γὰρ τὰς προτάσεις λέγει. ἐξ αὐτῶν δὲ εἶπε τῆς ἐλάττονος ἐνδεχομένης οὔσης οὐχ ὡς δι’ αὐτῶν τῆς δείξεως μόνον γινομένης (πᾶσαι γὰρ αἱ τοιαῦται συμπλοκαὶ δείκνυνται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς), ἀλλ’ ὅτι ἡ καταφατικὴ χωρὶς ἀντιστροφῆς δείκνυται· ὅταν γὰρ ἀποφατικὴ τεθῇ, δεῖ πρῶτον αὐτὴν εἰς τὴν καταφατικὴν ἀντιστραφῆναι. τῆς μὲν οὖν μείζονος καθόλου οὔσης ἐνδεχομένης εἴτε καταφατικῆς εἴτε ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἐπὶ μέρους καταφατικῆς ὑπαρχούσης ἔσεσθαί φησι συλλογισμοὺς τελείους τοῦ ἐνδέχεσθαι τὸ πρῶτον τῷ ἐσχάτῳ τινὶ ἢ ἐνδέχεσθαι τινὶ μή· τελείους δέ, ὅτι διὰ τοῦ κατὰ παντὸς πάλιν καὶ τοῦ κατὰ μηδενὸς καὶ ἡ τούτων συναγωγὴ φανερὰ καὶ οὐδενὸς ἔξωθεν πρὸς τὸ δειχθῆναι δεόμενοι.1 ἐὰν δὲ μετατεθῶσιν οἱ κατὰ τὰς προτάσεις τρόποι καὶ γένηται ἡ μὲν μείζων ὑπάρχουσα καθόλου ἡ δὲ ἐλάττων ἐπὶ μέρους ἐνδεχομένη, καταφατικαὶ δὲ ἀμφότεραι ἢ ἀμφότεραι ἀποφατικαί, ἢ ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατικὴ ᾖ ὁποτέρα, ἔσεσθαί φησι συλλογισμόν, πλὴν ἀτελῆ. καὶ προστίθησι τὴν αἰτίαν τοῦ πάντας ἀτελεῖς γίνεσθαι λέγων πλὴν οἱ μὲν διὰ τοῦ ἀδυνάτου δειχθήσονται, οἱ δὲ δι’ ἀντιστροφῆς, ὃ ἴσον ἐστὶ τῷ ὅτι πάντες μὲν διὰ τοῦ ἀδυνάτου δειχθήσονται, οἱ δὲ τὴν ἐλάττονα ἐνδεχομένην ἐπὶ μέρους ἀποφατικὴν ἔχοντες καὶ διὰ τῆς ἀντιστροφῆς· μεταληφθέντος γὰρ τοῦ ἀποφατικοῦ ἐνδεχομένου εἰς τὸ καταφατικὸν ἐνδεχόμενον. ἔτι καὶ οὗτοι τῆς εἰς ἀδύνατον ἀπαγωγῆς2 δέονται τῷ, ἐν αἷς συζυγίαις ἐστὶν ἡ μείζων ὑπάρχουσα, ταύτας δείκνυσθαι συλλογιστικὰς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ὁ δὲ τρόπος τῆς δείξεως καὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ὁ αὐτός, ὅσπερ καὶ ὅτε ἦσαν ἀμφότεραι αἱ προτάσεις καθόλου τῆς μείζονος ὑπαρχούσης οὔσης. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ ἐνδέχεται, καὶ τὸ Α τινὶ τῷ Γ ἐνδέξεται. εἰ γὰρ μή, τὸ ἀντικείμενον· ἀντίκειται δὲ τῷ ‘ἐνδέχεται τινί’ τὸ ‘οὐκ ἐνδέχεται τινί’, ὃ ἴσον ἐστὶ τῷ ἐξ ἀνάγκης οὐδενί. τὸ δὴ Α τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης· εἰλήφθω καὶ τὸ Β τινὶ τῷ Γ ὑπάρχον· καὶ γὰρ ἐν ἐκείναις μετελαμβάνετο τὸ ἐνδεχόμενον εἰς τὸ ὑπάρχον, ψεῦδος μὲν οὐ μὴν ἀδύνατον 〈ὂν〉. γίνεται δὴ ἐν τρίτῳ σχήματι ἀναγκαία ἡ μείζων καθόλου ἀποφατική, ἐπὶ μέρους δὲ καταφατικὴ ἡ ἐλάττων ὑπάρχουσα· συμπέρασμα ἐπὶ μέρους ἀποφατικὸν ἀναγκαῖον. τὸ Α ἄρα τινὶ τῷ Β ἐξ ἀνάγκης οὐχ ὑπάρχει, ὅπερ ἀδύνατον· ὑπέκειτο γὰρ παντὶ ὑπάρχειν. κἂν μὴ ἀναγκαῖον δὲ γένηται τὸ συμπέρασμα ἀλλ’ ὑπάρχον ἐπὶ μέρους ἀποφατικόν, καὶ οὕτως ἀδύνατον τὸ συναγόμενον· ἀδύνατον γὰρ τὸ παντὶ ὑπάρχον τινὶ μὴ ὑπάρχειν. ὁμοία ἡ δεῖξις, κἂν ᾖ τὸ Α μηδενὶ τῷ Β ὑπάρχον, τὸ δὲ Β ἐνδεχόμενον τινὶ τῷ Γ· τὸ γὰρ Α τινὶ τῷ Γ ἐνδέχεται μὴ ὑπάρχειν. εἰ γὰρ μὴ τοῦτο, τὸ ἀντικείμενον τὸ ‘οὐκ ἐνδέχεται τινὶ μὴ ὑπάρχειν’, ὃ ἴσον ἐστὶ τῷ ἐξ ἀνάγκης παντί· ἀλλὰ καὶ τὸ Β τινὶ τῷ Γ ὑπάρχει· τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει· τοῦτο γὰρ ἐν τρίτῳ σχήματι ἐπὶ τῇ κειμένῃ συζυγίᾳ τὸ συμπέρασμα γινόμενον ἐδείχθη. τοῦτο δὲ ἀδύνατον· ὑπέκειτο γὰρ τὸ Α μηδενὶ ὑπάρχειν τῷ Β. ὁμοίως δὲ καὶ ἐπὶ ταύτης τῆς συμπλοκῆς, κἂν μὴ ἀναγκαῖον ᾖ τὸ συμπέρασμα, ὑπάρχον δέ, καὶ οὕτως ἀδύνατον γίνεται. δῆλον δὲ καὶ τὸ τῶν ἀντιστροφῶν, πῶς ἔσονται, ἂν ἡ ἐλάττων πρότασις ἐπὶ μέρους ἀποφατικὴ ἐνδεχομένη ληφθῇ. τὸ δὲ ἔσται δὲ συλλογισμὸς διὰ τῆς ἀντιστροφῆς εἴρηκεν ἀντὶ τοῦ ‘ἔσται γὰρ συλλογισμὸς διὰ τῆς ἀντιστροφῆς’. οὐ γὰρ περὶ ἄλλου τινὸς ἤ, περὶ ὧν προείρηκε, λέγει· ἐν αἷς γὰρ συζυγίαις ἡ μὲν μείζων καθόλου ὑπάρχουσά ἐστιν ἡ δὲ ἐλάττων ἐπὶ μέρους ἀποφατικὴ ἐνδεχομένη, περὶ τούτων λέγει, ὅτι τῆς ἐνδεχομένης ἀποφατικῆς ἀντιστραφείσης εἰς τὴν ἐπὶ μέρους καταφατικὴν ἐνδεχομένην.

“因此显然,当词项是全称的时候。” 在提醒我们,在第一格中由现相前提与可能前提混合而成的组合里、当两个前提都是全称时推论是如何产生的之后,他接下来进而论述那些一个前提为全称而另一个前提为特称的组合;因为他把前提称为“间距”。当小前提为可能前提时,他所说的“从这些前提本身”,并不是说论证仅仅通过它们自身产生(因为所有此类组合都是通过归谬法被证明的),而是因为肯定前提无需换位即可被证明;因为每当设定否定前提时,必须首先将其换位为肯定前提。因此他说,当大前提无论是肯定还是否定都是全称可能前提,而小前提是特称肯定现相前提时,将会产生证明第一项可能属于最后一项的某些、或可能不属于某些的完全推论;之所以是完全推论,是因为通过“全属于”与“全不属于”,它们的推导同样是显而易见的,并且不需要外部的任何东西即可得到证明。然而,如果前提的模态互换,大前提成为全称现相前提,小前提成为特称可能前提,无论两者皆肯定还是两者皆否定,抑或无论哪一个是肯定而另一个是否定,他说都会产生推论,只是推论是不完全的。他指出了它们全都成为不完全推论的原因,说“不过有些将通过归谬法被证明,有些将通过换位被证明”,这等同于说:所有推论都将通过归谬法被证明,而那些以特称否定可能前提为小前提的推论,还将通过换位被证明;因为否定可能前提被转换为肯定可能前提。此外,这些组合同样需要归谬法,原因在于:在大前提为现相前提的组合中,它们是通过归谬法被证明具有推论效力的。论证与归谬的方式,与两前提皆为全称且大前提为现相前提时的方式相同。因为如果Α属于所有Β,而Β可能属于某些Γ,那么Α也将可能属于某些Γ。如果不这样,其对立面便成立;而与“可能属于某些”相对立的是“并非可能属于某些”,这等同于“出于必然不属于任何”。于是Α出于必然不属于任何Γ;设Β也属于某些Γ;因为在那些情况中,可能前提同样被转换为现相前提,这虽是假的,但绝非不可能的。于是在第三格中,大前提成为必然的全称否定前提,而小前提成为特称肯定现相前提;结论是必然的特称否定命题。因此Α出于必然不属于某些Β,而这是不可能的;因为原先设定Α属于所有。即便结论不是必然命题而是特称否定现相命题,这样推导出的结论同样是不可能的;因为属于所有者不可能不属于某些。如果Α不属于任何Β,而Β可能属于某些Γ,论证也是类似的;因为Α可能不属于某些Γ。如果不成立,其对立面就是“并非可能不属于某些”,这等同于“出于必然属于所有”;但Β也属于某些Γ;因此Α将出于必然属于某些Β;因为在第三格中所设定的组合中,结论已被证明会是如此。但这同样是不可能的;因为原先设定Α不属于任何Β。同样,在这一组合中,即便结论不是必然命题而是现相命题,同样会产生不可能的结果。如果小前提被取为特称否定可能前提,换位将如何进行也是显而易见的。他说“并且通过换位推论将会成立”,是为了替代“因为通过换位推论将会成立”。因为他所说的并不是指别的,而是指他先前所说的事情;在大前提是全称现相前提、小前提是特称否定可能前提的组合中,关于这些组合他说,通过否定可能前提被换位为特称肯定可能前提,推论得以成立。

语法注2 条
  1. 2.116καὶ οὐδενὸς ἔξωθεν πρὸς τὸ δειχθῆναι δεόμενοι

    阳性主格复数分词 δεόμενοι 在语法上构成了按意义一致(constructio ad sensum),呼应前文处于宾格的句法成分 συλλογισμοὺς τελείους 作为表意主语。

  2. 2.116τῷ, ἐν αἷς συζυγίαις ἐστὶν ἡ μείζων ὑπάρχουσα, ταύτας δείκνυσθαι συλλογιστικὰς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς

    带冠词不定词与格(τῷ ... δείκνυσθαι)表示原因,其宾格主语 ταύτας 前置了一个吸收先行词的关系从句(ἐν αἷς συζυγίαις...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:201.25-203.9