← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§200.10-201.24

现相大前提与否定小前提的组合分析

亚历山大讨论了第一格中大前提为现相、小前提为否定可能的情形(Bekker 35a3),以及小前提为否定现相的情形(35a20)。他分析了亚里士多德关于换位与不可推论性的论述,并通过具体词项进行了阐释,还探讨了词项选择与条件性必然性的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.114

" Ἐὰν δὲ τὸ στερητικὸν τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον ἐνδέχεσθαι σημαῖνον." Δείξας τὸ συναγόμενον οὔσης τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης καταφατικῆς νῦν λέγει περὶ συζυγίας, ἐν ᾗ ἡ μὲν μείζων καθόλου καταφατικὴ ὑπάρχουσά ἐστιν ἡ δὲ ἐλάττων ἐνδεχομένη ἀποφατική. φησὶ δή, ὅτι μενούσης τῆς ἐλάττονος τῆς ἐνδεχομένης ἀποφατικῆς οὐδὲν συναχθήσεται, μεταληφθείσης δὲ αὐτῆς εἰς τὸ καταφατικόν, ἐπεί, ὃ ἐνδέχεται μηδενί, καὶ παντὶ ἐνδέχεται (ἀντιστρέφει γὰρ ἀλλήλοις), ἔσται συλλογισμός, ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἐδείχθη, ἐν οἷς ἐκ μὲν τῶν κειμένων οὐδὲν συνήγετο, μεταληφθέντος δὲ τοῦ ἐνδεχομένου ἀποφατικοῦ εἰς τὸ ἐνδεχόμενον καταφατικὸν ἐγίνετο. ἔσται γὰρ συμπέρασμα καθόλου καταφατικὸν ἐνδεχόμενον οὔσης συζυγίας ἐκ καθόλου καταφατικῆς ὑπαρχούσης τῆς μείζονος καὶ καθόλου καταφατικῆς ἐνδεχομένης τῆς ἐλάττονος, καθ’ ἃ δεδεῖχθαι δοκεῖ. δύναται διὰ τοῦ εἰπεῖν ἐὰν δὲ ἀντιστραφῇ τὸ ΒΓ καὶ ληφθῇ τὸ Β παντὶ τῷ Γ οὐ μόνον τὴν ἀντιστροφὴν εἰρηκέναι τῆς ἀποφατικῆς ἐνδεχομένης εἰς τὴν καταφατικὴν ἀλλὰ καὶ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν,1 δι’ ἧς ἐγίνετο ἡ εἰς ἀδύνατον ἀπαγωγή· τοιοῦτο γὰρ τὸ καὶ ληφθῇ τὸ Β παντὶ τῷ Γ. ἀλλὰ καὶ εἰ τῆς μείζονος οὔσης καθόλου ἀποφατικῆς ὑπαρχούσης ἡ ἐλάττων εἴη καθόλου ἀποφατικὴ ἐνδεχομένη ἐκ μὲν τῶν κειμένων οὐδὲν συναχθήσεται, μεταληφθείσης δὲ τῆς ἀποφατικῆς ἐνδεχομένης εἰς τὴν καταφατικὴν ὁ αὐτὸς ἔσται συλλογισμός, ὃς ἐγίνετο, καὶ ὅτε τὴν ἀρχὴν ἐνδεχομένη ἔκειτο ἡ ἐλάττων καθόλου καταφατικὴ τῆς μείζονος οὔσης καθόλου ἀποφατικῆς ὑπαρχούσης. ὁ δὲ αὐτὸς ἔσται συλλογισμὸς προσέθηκεν ἴσως εἰς δήλωσιν, ὅτι τὸ συμπέρασμα μηδ’ ἐπὶ ταύτης τῆς συζυγίας τοῦ κατὰ τὸν διορισμὸν ἔσται ἐνδεχομένου, ὥσπερ ἐδείχθη μηδ’ ἐπ’ ἐκείνης γινόμενον.

“然而,如果否定前提相对于小项被设定为表示可能。” 在展示了大前提为全称否定现相前提、小前提为肯定可能前提时所推导出的结论之后,〔亚里士多德〕现在论述大前提为全称肯定现相前提、小前提为否定可能前提的组合。于是他说,在否定可能的小前提保持原样的情况下,将不能推导出任何东西;但若将其转换为肯定前提——因为凡可能〔不属于〕任何事物的,也可能〔属于〕所有事物(因为它们彼此可以换位)——推论就会成立,正如在前面那些情况中展示的那样:在那些情况中,从所设定的前提本身不能推导出任何东西,但通过否定可能前提转换为肯定可能前提,推论便得以产生。因为从全称肯定现相的大前提与全称肯定可能的小前提所构成的组合中,结论将是全称肯定可能的,正如根据这些前提似乎已被证明的那样。通过说“然而,如果ΒΓ被换位,并且Β被假定为属于所有Γ”,可以理解为他不仅谈到了否定可能前提向肯定前提的换位,而且还谈到了可能前提向现相前提的转换,而归谬法正是通过这种转换而产生的;因为“并且Β被假定为属于所有Γ”就是这样的意思。不仅如此,即使大前提为全称否定现相前提,小前提为全称否定可能前提,从所设定的前提本身也不能推导出任何东西;但若否定可能前提转换为肯定前提,就会产生与最初小前提被设定为全称肯定可能前提、大前提为全称否定现相前提时相同的推论。他补充说“将产生相同的推论”,或许是为了表明:在这一组合中,结论同样不会是符合定义的可能命题,正如在那个组合中被证明不会如此一样。

§2.115

"Ἐὰν δὲ μὴ ὑπάρχειν τεθῇ τὸ Β τῷ Γ καὶ μὴ ἐνδέχεσθαι μὴ ὑπάρχειν.2" Μεταλαβὼν τὴν ἐλάττονα πρότασιν εἰς ὑπάρχουσαν ἀποφατικήν, φησὶ μηδένα ἔσεσθαι συλλογισμὸν μήτε ἐνδεχομένης καταφατικῆς τῆς μείζονος οὔσης μήτε ἐνδεχομένης ἀποφατικῆς. καὶ τοῦτο οὕτως ἔχον δείκνυσι πάλιν, ὡς ἔθος αὐτῷ, τῇ τῶν ὅρων παραθέσει δείξας καὶ παντὶ ἐξ ἀνάγκης καὶ μηδενί. τοῦ μὲν οὖν ἐξ ἀνάγκης ὑπάρχειν τὸ Α τῷ Γ ὅρους παρέθετο λευκὸν ἐπὶ τοῦ Α, ζῷον ἐπὶ τοῦ Β, χιόνα ἐπὶ τοῦ Γ· τὸ γὰρ λευκὸν καὶ παντὶ ζῴῳ ἐνδέχεται καὶ ἐνδέχεται μηδενί, καὶ τὸ ζῷον χιόνι οὐχ ὑπάρχει, καὶ τὸ λευκὸν χιόνι ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ λευκόν, ζῷον, πίτταν· πάλιν γὰρ τὸ μὲν λευκὸν ζῴῳ ἐνδέχεται καὶ παντὶ καὶ μηδενί, ζῷον 〈δὲ〉 πίττῃ οὐχ ὑπάρχει, καὶ τὸ λευκὸν ἐξ ἀνάγκης οὐδεμιᾷ πίττῃ. ἀληθέστερον δ’ ἂν αἱ προτάσεις κατὰ τὴν ἐκκειμένην συζυγίαν ἔχοιεν, εἰ λάβοιμεν ὅρους ἐπὶ μὲν τοῦ παντὶ ὑπάρχειν κινεῖσθαι, λευκόν, περιπατοῦν· τὸ γὰρ κινεῖσθαι ἐνδέχεται καὶ παντὶ λευκῷ καὶ οὐδενί, καὶ τὸ λευκὸν μηδενὶ ὑπαρχέτω περιπατοῦντι, καὶ τὸ κινεῖσθαι ἐξ ἀνάγκης παντὶ περιπατοῦντι. τοῦ δὲ μηδενὶ κινεῖσθαι, λευκόν, ἑστώς· πάλιν γὰρ τὸ μὲν κινεῖσθαι ἐνδέχεται καὶ παντὶ λευκῷ καὶ οὐδενί, καὶ τὸ λευκὸν μηδενὶ ἑστῶτι ὑπαρχέτω, καὶ τὸ κινεῖσθαι ἐξ ἀνάγκης οὐδενὶ ἑστῶτι. οὐδὲν δὲ κωλύει ὑπὲρ σαφεστέρας διδασκαλίας τοὺς ὅρους μεταλαμβάνειν αὐτοῦ προειρηκότος, ὅτι “ληπτέον βέλτιον τοὺς ὅρους”. ἢ οὐ γίνεται ἐπὶ τούτων τῶν ὅρων ἁπλῶς ἀναγκαῖα τὰ συμπεράσματα, ἀλλὰ μετὰ διορισμοῦ· τὸ γὰρ κινεῖσθαι ἐξ ἀνάγκης παντὶ περιπατοῦντι, ἔστ’ ἂν περιπατῇ,3 καὶ πάλιν οὐδενὶ ἑστῶτι, ἔστ’ ἂν ᾖ ἑστώς. ἀλλὰ καὶ ὣς ἀσυλλόγιστος ἡ συζυγία.

“然而,如果Β被设定为不属于Γ,而不是被设定为可能不属于。” 在将小前提转换为否定现相前提之后,他说,无论大前提是肯定可能前提还是否定可能前提,都不会有任何推论产生。为了说明这一情况确实如此,他再次依照其惯例,通过列举词项来证明:他展示了[大项]出于必然既属于所有,也出于必然不属于任何。对于Α出于必然属于Γ,他列举的词项是:Α为“白”,Β为“动物”,Γ为“雪”;因为白既可能属于所有动物,也可能不属于任何动物,而动物不属于雪,白则出于必然属于雪。对于不属于任何:则是“白”、“动物”、“沥青”;因为同样,白对动物既可能属于所有,也可能不属于任何,而动物不属于沥青,白则出于必然不属于任何沥青。然而,如果我们针对属于所有而选取“运动”、“白”、“行走者”作为词项,所设定组合中的诸前提将会更加真实;因为运动既可能属于所有白者,也可能不属于任何白者,且设定白不属于任何行走者,而运动出于必然属于所有行走者。对于不属于任何:则是“运动”、“白”、“站立者”;因为同样,运动既可能属于所有白者,也可能不属于任何白者,且设定白不属于任何站立者,而运动出于必然不属于任何站立者。由于〔亚里士多德〕自己先前曾说过“应当更好地选取词项”,因此为了更明晰的教学而更换词项,并无不可。或者,在这些词项上,结论并非单单纯纯地是必然的,而是带有附加限制的必然;因为运动出于必然属于所有行走者,只要它在行走;同样,出于必然不属于任何站立者,只要它是站立的。然而,即便如此,这种组合也是不能得出推论的。

语法注3 条
  1. 2.114δύναται διὰ τοῦ εἰπεῖν ἐὰν δὲ ἀντιστραφῇ τὸ ΒΓ καὶ ληφθῇ τὸ Β παντὶ τῷ Γ οὐ μόνον τὴν ἀντιστροφὴν εἰρηκέναι τῆς ἀποφατικῆς ἐνδεχομένης εἰς τὴν καταφατικὴν ἀλλὰ καὶ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν

    动词 δύναται 在上下文中的主语是亚里士多德,与不定式 εἰρηκέναι 连用,构成“可以理解为他……说到了……”的潜在含义。不定式支配两个并列的宾格短语 οὐ μόνον τὴν ἀντιστροφὴν ... ἀλλὰ καὶ τὴν μετάληψιν,工具性介词短语 διὰ τοῦ εἰπεῖν 充当方式状语。

  2. 2.115καὶ μὴ ἐνδέχεσθαι μὴ ὑπάρχειν

    在引文中,καὶ μὴ 与前文的 Ἐὰν δὲ μὴ ὑπάρχειν τεθῇ 形成并列,省略了 τεθῇ,即“而且[如果]不是[被设定为]可能不属于”。这明确规定了小前提是现相否定前提,而非否定可能前提。

  3. 2.115ἔστ’ ἂν περιπατῇ

    时间连词 ἔστε(相当于 ἕως)与助词 ἄν 及虚拟式现在时 περιπατῇ 连用,构成表示“只要它在行走”的时间/条件限定从句,指明了在讨论条件必然性时提到的限制(διορισμός)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:200.10-201.24