- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:199.16-200.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了亚里士多德使用具体词项(运动、知识、人)展示结论是“并非出于必然属于任何”而非“出于必然不属于任何”的论证过程,并指出了其行文措辞所带来的晦涩与疑难。
" Τὸ μὲν οὖν Α οὐδενὶ τῷ Β ὑπάρξει, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδέχεται[, καὶ οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον]· οὐ γὰρ ἀνάγκη μηδένα κινεῖσθαι ἄνθρωπον, ἀλλ’ οὐκ ἀνάγκη τινά.1" Βουληθεὶς δεῖξαι ἐπὶ τῶν ὅρων, ὅτι ἐπὶ τῆς ἐκκειμένης συζυγίας συμπέρασμα γίνεται οὐ τὸ ἐξ ἀνάγκης οὐδενὶ ἀλλὰ τὸ οὐδενὶ ἐξ ἀνάγκης, ἐπεὶ ἐπὶ τῶν πρώτων, ὧν παρέθετο, ὅρων ἦν συναγόμενον τὸ ἐξ ἀνάγκης οὐδενί (καὶ γὰρ ἡ μείζων πρότασις ἀντὶ ὑπαρχούσης ἦν ἀναγκαία ἀποφατικὴ ἀλλ’ οὐχ ὑπάρχουσα), ἄλλους πάλιν ὅρους παραθέμενος δεικνύναι πειρᾶται, ὃ προέθετο. οἱ δὲ ὅροι κινούμενον, ἐπιστήμη, ἄνθρωπος· τὸ κινεῖσθαι οὐδεμιᾷ ἐπιστήμῃ, ἡ ἐπιστήμη ἐνδέχεται παντὶ ἀνθρώπῳ· συμπέρασμα τὸ κινεῖσθαι οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. ὃ ὅτι ἄλλο ἐστὶ τοῦ ἐξ ἀνάγκης μηδενὶ ἀνθρώπῳ τὸ κινεῖσθαι, καὶ πῶς ἄλλο, ἐξηγούμενός φησιν οὐ γὰρ ἀνάγκη μηδένα κινεῖσθαι ἄνθρωπον, ἀλλ’ οὐκ ἀνάγκη τινά, ὃ δηλοῦται, ἵνα διὰ μὲν τῆς οὐ γὰρ ἀνάγκη μηδένα κινεῖσθαι ἀνέλῃ2 τὸ ἀναγκαῖον ἀποφατικὸν γίνεσθαι τὸ συμπέρασμα, τοῦτ’ ἔστιν δείξῃ μὴ ὂν μὲν τοῦ ἐξ ἀνάγκης μηδενί, δείξῃ δέ, ὅτι τοῦ ‘οὐκ ἀνάγκη’ γίνεται τὸ συμπέρασμα. τοῦτο γάρ ἐστι τὸ ἀλλ’ οὐκ ἀνάγκη τινά, ὡς εἰ ἔλεγεν ‘οὐ τόδε, ἀλλὰ τόδε γε τὸ συμπέρασμα’, τοῦτ’ ἔστιν οὐ τοῦ ‘ἀνάγκη μηδένα’ ἀλλὰ τοῦ ‘οὐκ ἀνάγκη μηδένα’. ἀντὶ δὲ τοῦ ‘οὐκ ἀνάγκη μηδένα’ εἶπεν ἀλλ’ οὐκ ἀνάγκη τινά, ὡς ἴσον ἐκείνῳ δυνάμενον τῷ οὐδενὶ ἐξ ἀνάγκης, ὃ δηλοῦται ὑπὸ τῆς ‘τὸ κινεῖσθαι οὐδενὶ ἐξ ἀνάγκης ἀνθρώπῳ’ ἀναιρετικὸν ὂν τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἀνθρώπῳ τὸ κινεῖσθαι. εἰπὼν δὲ μετὰ τοῦτο τὸ δὲ Β παντὶ τῷ Γ ἐνδέχεται· οὐ γὰρ ἀνάγκη μηδένα κινεῖσθαι ἄνθρωπον ἀσαφεστέραν τὴν δεῖξιν ἐποίησε· δοκεῖ γάρ, ὅσον ἐπὶ τῇ λέξει, οὐ περὶ τοῦ συμπεράσματος ταῦτα λέγειν ἀλλὰ περὶ τῆς Β προτάσεως, ἧς ἐμνημονεύκει.
“于是,Α将不属于任何Β,而Β可能属于所有Γ[并且结论将不是必然的];因为并非必然没有任何人运动,而是并非必然有某人[运动]。” 〔亚里士多德〕希望在具体词项上展示,在所设定的组合中产生的结论并非“出于必然不属于任何”,而是“并非出于必然属于任何”,因为在他最初列举的词项上,推导出来的乃是“出于必然不属于任何”(因为大前提代替现相前提而成了否定必然前提,而非现相前提),于是他再次列举其他词项,试图展示自己所提议的内容。而这些词项是:被运动者、知识、人。运动不属于任何知识;知识可能属于所有人;结论是:运动并非出于必然属于任何人。为了解释这与“运动出于必然不属于任何人”是不同的,以及它是如何不同的,他解释说:“因为并非必然没有任何人运动,而是并非必然有某人[运动]”;表明这一点,是为了通过“因为并非必然没有任何[人]运动”来排除结论成为否定必然命题,即展示结论并非属于“出于必然不属于任何”,而是展示结论成为属于“并非必然”的。因为这就是“而是并非必然有某人[运动]”的意思,就好像他在说“结论不是这个,而是正是这个”,即不是属于“必然没有任何”,而是属于“并非必然没有任何”。而代替“并非必然没有任何”,他说了“而是并非必然有某人[运动]”,将其当作与那个“并非出于必然属于任何”具有同等效力,而后者是由“运动并非出于必然属于任何人”所表明的,它否定了运动出于必然属于人。然而在此之后说了“而Β可能属于所有Γ;因为并非必然没有任何人运动”,他使得这一证明变得较为晦涩了;因为就字面而言,他似乎不是在谈论结论,而是在谈论他刚提及的Β前提。
- 2.113ἀλλ’ οὐκ ἀνάγκη τινά
在转折连词 ἀλλ’ 之后,不定式 κινεῖσθαι 被省略。亚历山大认为亚里士多德在此用“并非必然有某人[运动]”代替了本应表达的“并非必然没有任何人[运动]”(οὐκ ἀνάγκη μηδένα),并将其解释为对肯定性必然属性(τοῦ ἐξ ἀνάγκης ὑπάρχειν)的否定(ἀναιρετικόν)。
- 2.113ὃ δηλοῦται, ἵνα διὰ μὲν τῆς οὐ γὰρ ἀνάγκη μηδένα κινεῖσθαι ἀνέλῃ
关系代词从句 ὃ δηλοῦται(“表明这一点是为了……”)后接由 ἵνα 引导的目的从句。此 ἵνα 从句起副词性作用,用以说明亚里士多德在引文中采取此种措辞的意图与目的(ἀνέλῃ ... δείξῃ δέ)。
