← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§1.3-2.33

关于逻辑学是哲学的组成部分还是工具之争

在亚里士多德逻辑学的导论部分,亚历山大探讨了逻辑学究竟是哲学的“部分”还是“工具”的争论,阐述了双方的主张及部分说所导致的困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#1

Ἡ λογική τε καὶ συλλογιστικὴ πραγματεία ἡ νῦν ἡμῖν προκειμένη, ὑφ’ ἣν ἥ τε ἀποδεικτικὴ καὶ ἡ διαλεκτική τε καὶ πειραστικὴ ἔτι τε καὶ ἡ σοφιστικὴ μέθοδος, ἔστι μὲν ἔργον φιλοσοφίας, χρῶνται δὲ αὐτῇ καὶ ἄλλαι τινὲς ἐπιστῆμαι καὶ τέχναι, ἀλλὰ παρὰ φιλοσοφίας λαβοῦσαι· ταύτης γὰρ ἥ τε εὕρεσίς ἐστι καὶ ἡ σύστασις καὶ ἡ πρὸς τὰ κυριώτατα χρῆσις. οὖσα δὲ ἔργον αὐτῆς τοῖς μὲν καὶ μέρος φιλοσοφίας εἶναι δοκεῖ, οἱ δὲ οὐ μέρος ἀλλ’ ὄργανον αὐτῆς φασιν εἶναι. οἱ μὲν οὖν μέρος αὐτὴν λέγοντες ἠνέχθησαν ἐπὶ τοῦτο, διότι ὥσπερ περὶ τὰ ἄλλα, ἃ ὁμολογεῖται πρὸς ἁπάντων μέρη φιλοσοφίας εἶναι, ἡ φιλοσοφία καταγίνεται ἔργον ποιουμένη τήν τε εὕρεσιν αὐτῶν καὶ τὴν τάξιν τε καὶ σύστασιν, οὕτω δὴ καὶ περὶ τὴν πραγματείαν τήνδε. οὖσα δὲ ταύτης ἔργον οὐδετέρου τῶν λοιπῶν τῆς φιλοσοφίας μερῶν μόριόν ἐστιν οὔτε τοῦ θεωρητικοῦ οὔτε τοῦ πρακτικοῦ· ἄλλο γὰρ τό τε ὑποκείμενον ταύτῃ κἀκείνων ἑκατέρᾳ καὶ διαφέρουσα ἡ πρόθεσις καθ’ ἑκάστην αὐτῶν, οἷς τε διαφέροντα ἐκεῖνα ἀλλήλων ἀντιδιαιρεῖται ἀλλήλοις, τούτοις καὶ ἡ μέθοδος αὕτη ἑκατέρας ἐκείνων διαφέρουσα εὐλόγως ἂν ἀντιδιαιροῖτο αὐτοῖς.1 καὶ γὰρ τῷ ὑποκειμένῳ διαφέρει ἐκείνων (ἀξιώματα γὰρ καὶ προτάσεις τὰ ὑποκείμενα ταύτῃ) καὶ τῷ τέλει καὶ τῇ προθέσει· ἡ γὰρ ταύτης πρόθεσις τὸ διὰ τῆς ποιᾶς τῶν προτάσεων συνθέσεως ἐκ τῶν τιθεμένων τε καὶ συγχωρουμένων ἐξ ἀνάγκης τι συναγόμενον δεικνύναι, ὃ οὐδετέρας ἐκείνων τέλος. Οἱ δὲ μὴ μέρος αὐτὴν ἀλλ’ ὄργανον φιλοσοφίας εἶναι λέγοντες οὔ φασιν αὔταρκες εἶναι πρὸς τὸ μέρος εἶναί τι τέχνης τινὸς ἢ ἐπιστήμης τὸ τὴν τέχνην ἢ τὴν ἐπιστήμην καὶ περὶ ἐκεῖνο καταγίνεσθαι τὸ μόριον2 ὁμοίως ὡς καὶ περὶ ἕκαστον τῶν ἄλλων μερῶν αὐτῆς, περὶ ἃ πραγματεύεται· κρίνεται γὰρ τὸ μέρος οὐκ ἀπὸ τῆς περὶ αὐτὸ σπουδῆς τε καὶ πραγματείας μόνης, ἀλλ’ ὅταν προσῇ τούτῳ τὸ καὶ τὸ τέλος αὐτοῦ καὶ τὴν σύστασιν μὴ πρὸς ἄλλο τι τῶν, περὶ ἃ καὶ αὐτὰ ἡ αὐτὴ ἐπιστήμη πραγματεύεται, τὴν ἀναφορὰν ἔχειν μηδὲ ἐκείνου χάριν ζητεῖσθαί τε καὶ συνίστασθαι. τὸ γὰρ ἐπ’ ἄλλων τινῶν χρείαν τῶν ὑπὸ τὴν αὐτὴν ἐπιστήμην ἢ τέχνην ὄντων τὴν ἀναφορὰν ἔχον οὔτ’ ἂν ἀντιδιαιροῖτο δεόντως ἐκείνοις, ὧν χάριν ἐστί τε καὶ γίνεται, οὔτ’ ἂν μέρος ὁμοίως ἐκείνοις εἴη ὄν τούτων χάριν· τὸ γὰρ ἐπί τινα τὴν ἀναφορὰν ἔχον καὶ οὗ τὸ τέλος ὡς πρὸς τὴν ἄλλων εὕρεσίν τε καὶ σύστασιν συντελοῦν διὰ τοῦτο σπουδάζεται ὄργανον ἐκείνων. ὡς γὰρ ἐπὶ τῶν διαφερουσῶν τεχνῶν τὸ τέχνης τινὸς ἔργον ἄλλης τινός ἐστιν τέχνης ὄργανον τῷ τὴν ἀναφορὰν ἔχειν τὸ τέλος αὐτοῦ πρὸς χρείαν τῶν γινομένων ὑπὸ τῆς τέχνης, ἧς ἐστιν ὄργανον, οὕτως εἰ καὶ ἐπὶ τῆς αὐτῆς ἐπιστήμης ἢ τέχνης γινόμενά τινα τήνδε τὴν τάξιν ἔχοι πρὸς ἄλληλα, ἔσται τὸ μὲν ὄργανον αὐτῶν τὸ δὲ προηγούμενον ἔργον τε καὶ μέρος·3 οὐδὲ γὰρ ἡ σφῦρα καὶ ὁ ἄκμων ὄργανον κωλύεται τῆς χαλκευτικῆς εἶναι, διότι αὐτῆς ἐστιν ἔργα. ἔτι δὲ συμβαίνει τοῖς μέρος αὐτὸ φιλοσοφίας λέγουσι τὸ φιλοσοφίας μέρος ὄργανον λέγειν εἶναι τῶν ἄλλων ἐπιστημῶν τε καὶ τεχνῶν, ὅσαι πρὸς τὴν τῶν οἰκείων κατασκευήν τε καὶ σύστασιν συλλογισμοῖς τε καὶ ἀποδείξεσι χρῶνται· χρῶνται γὰρ αὐτοῖς, οὐ μὴν ὡς μέρεσιν οἰκείοις· οὔτε γὰρ τῶν διαφόρων ἐπιστημῶν οἷόν τε ταὐτὸν εἶναι μέρος, οὔτε τις ἐκείνων περὶ τὴν σύστασιν αὐτῶν καὶ τὴν εὕρεσιν πραγματεύεται, ὥστε εἶεν ἂν αὐτοῖς ὡς ὀργάνοις χρώμεναι. εἰ δὲ τοῦτο, ἀρχιτεκτονικωτέρα δὲ ἀεὶ τέχνη τε καὶ ἐπιστήμη ἡ πρὸς τὸ οἰκεῖον ἔργον χρωμένη ἔργῳ καὶ τέλει τινὸς τέχνης τῆς τὸ ἴδιον ἔργον ἐπὶ τὴν ταύτης χρείαν ἀναφερούσης, ὡς ἔχει χαλινοποιητικὴ μὲν πρὸς ἱππικήν, ναυπηγικὴ δὲ πρὸς κυβερνητικήν, εἶεν ἂν καὶ φιλοσοφίας ἕτεραι τελεώτεραι κατ’ αὐτοὺς ἐπιστῆμαί τε καὶ τέχναι, ὧν ὄργανον τὸ ταύτης μέρος.

目前呈现在我们面前的关于逻辑和推论的研究——在它之下包含着证明的方法、辩证的方法、检验的方法以及诡辩的方法——固然是哲学的产物,然而某些其他科学和技艺也使用它,不过是从哲学那里接受而使用的;因为这项研究的发现、建构以及在最主要事务上的运用均属于哲学。而既然它是哲学的产物,在某些人看来它甚至也是哲学的一部分,另一些人则称它不是部分,而是哲学的工具。主张它是部分的人之所以得出这一看法,是因为正如哲学致力于处理所有人都公认为哲学部分的其他事物,将其发现、排列和建构作为自身的工作一样,对这门研究亦是如此。而且,尽管它是哲学的产物,它却不是哲学其余两部分——即理论部分与实践部分——中任何一部分的片段;因为它的主体与那两部分各自的主体不同,它们各自的目的也互有差异,而在那两部分彼此不同从而相互对等划分的那些方面,这种方法由于与它们每一方都不同,理当也可以与它们对等划分。事实上,它在主体上就不同于它们(因为公理和前提命题乃是它的主体),在终点和目的上也不同;因为这门研究的目的在于通过前提命题的某种结合,表明从设定和承认的事项中必然得出某种结论,而这并不是那两者中任何一方的终点。相反,那些主张它不是哲学的组成部分而是哲学工具的人则宣称,某物要成为某种技艺或科学的一部分,仅凭该技艺或科学也致力于处理该片段、正如致力于处理它所探讨的其他各个部分那样,是并不充分的;因为判定是否为部分,不仅依据对它本身的专心研究和探讨,而且还要在此之上加上这一条件:它的终点和建构并不关涉同一门科学所探讨的其他任何事物,也不是为了那类事物而被寻求和建构的。因为凡是关涉从属于同一科学或技艺的其他事物的需要者,既不能恰当地与它为之存在并产生的事物对等划分,也不能在同等意义上作为部分与它们并存,因为它正是为了它们而存在的;因为凡关涉某些事物、且其终点正是因为有助于其他事物的发现和建构而受到重视者,乃是那些事物的工具。正如在不同的技艺中,某一技艺的产物是另一技艺的工具,乃是由于它的终点关涉到以它为工具的那门技艺所产生之物的需要;同样地,如果在同一科学或技艺中产生的某些事物相互之间具有这种秩序,那么其中之一就是工具,而另一者则是首要的产物和部分;因为铁锤和铁砧并不因其本身是锻造术的产物,就被妨碍成为锻造术的工具。此外,对于那些称之为哲学部分的人来说,还会导致这样的结论:他们不得不说哲学的这一部分乃是其他那些为了自身特定建制和构成而使用推论和证明的科学与技艺的工具;因为它们确实使用它们,但绝非作为自身的固有部分来使用;因为不同科学的部分不可能同一,它们中也没有任何一门科学致力于它们的建构与发现,所以它们是在将它们作为工具来使用。如果情况是这样,并且,凡是将另一技艺(该技艺将其自身产物关涉于〔使用它的〕这一技艺的需要)的产物与终点用于自身固有工作的技艺和科学,总是更具统领性(建筑术性)的——正如马具制造术之于骑术,造船术之于航海术——那么按照他们的观点,就会存在比哲学更为完备的其他科学和技艺,而哲学的这一部分反倒成了它们的工具。

语法注3 条
  1. 1.0οἷς τε διαφέροντα ἐκεῖνα ἀλλήλων ἀντιδιαιρεῖται ἀλλήλοις, τούτοις καὶ ἡ μέθοδος αὕτη ἑκατέρας ἐκείνων διαφέρουσα εὐλόγως ἂν ἀντιδιαιροῖτο αὐτοῖς.

    οἷς ... τούτοις 构成相关结构,两处的与格均表示方面或原因(“在那些方面……在这些方面亦然”)。分词 διαφέροντα 带有原因意味,ἀλλήλοις 为由具有相互意义的动词 ἀντιδιαιρεῖται(“相互对等划分”)所支配的与格。主句中的 εὐλόγως ἂν ἀντιδιαιροῖτο 是带 ἄν 的愿望语气,表示潜在可能。

  2. 1.0οὔ φασιν αὔταρκες εἶναι πρὸς τὸ μέρος εἶναί τι τέχνης τινὸς ἢ ἐπιστήμης τὸ τὴν τέχνην ἢ τὴν ἐπιστήμην καὶ περὶ ἐκεῖνο καταγίνεσθαι τὸ μόριον

    间接引语中的带宾格的不定式结构。主语是后置的带冠词不定式短语 τὸ ... καταγίνεσθαι(“技艺或科学也致力于……”),谓语是 αὔταρκες εἶναι(“是充分的”)。介词短语 πρὸς τὸ ... εἶναι 表示目的或结果(“某物要成为……的一部分”)。

  3. 1.0εἰ δὲ τοῦτο, ἀρχιτεκτονικωτέρα δὲ ἀεὶ τέχνη τε καὶ ἐπιστήμη ἡ πρὸς τὸ οἰκεῖον ἔργον χρωμένη ἔργῳ καὶ τέλει τινὸς τέχνης τῆς τὸ ἴδιον ἔργον ἐπὶ τὴν ταύτης χρείαν ἀναφερούσης, ὡς ἔχει χαλινοποιητικὴ μὲν πρὸς ἱππικήν, ναυπηγικὴ δὲ πρὸς κυβερνητικήν, εἶεν ἂν καὶ φιλοσοφίας ἕτεραι τελεώτεραι κατ’ αὐτοὺς ἐπιστῆμαί τε καὶ τέχναι, ὧν ὄργανον τὸ ταύτης μέρος.

    这是一个条件句结构。在条件从句 εἰ δὲ τοῦτο 中省略了系动词。紧随其后的 ἀρχιτεκτονικωτέρα δὲ... 是一个由 δέ 引导的插入性前提小句,用来增补一个普遍原则(“而如果……总是更有统领性的”)。主句则由后件中的潜在愿望语气 εἶεν ἄν 所引导。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:1.3-2.33