← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§198.7-199.15

肯定前提组合中推导结论的性质

亚历山大论证指出,在前节提及的肯定前提组合(34b2–18)中,根据归谬法中的命题置换与对立关系,推导出的结论同样不是依定义而言的可能命题(双向可能性),而仅为“并非出于必然不”,并通过具体质料案例及对泰奥弗拉斯托斯学派观点的评析阐明了这一点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.112#4

καὶ γὰρ ἐπ’ ἐκείνης ἡ μετάληψις τῆς ‘οὐκ ἐνδέχεται παντί’ εἰς τὴν ‘ἐξ ἀνάγκης τινὶ οὔ’ ἐγένετο· τῇ γὰρ εἰς ταύτην μεταλήψει τὸ ἀδύνατον δείκνυται. ἂν γὰρ εἰς τὴν ‘ἐξ ἀνάγκης τινί’ μεταληφθῇ ἡ ‘οὐκ ἐνδέχεται παντί’, οὐδὲν ἀδύνατον συμβαίνει, ὥσπερ οὐδ’ ἐπὶ ταύτης, ἂν εἰς τὸ ‘ἀνάγκη τινὶ μή’. εἰ δὲ τοῦτο, τὸ ἰδίως ἀντικείμενον τῷ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν εἴη ἂν κατασκευαζόμενον, ὃ εἴη ἂν τὸ οὐδενὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχειν ἴσον ὂν τῷ ‘οὐκ ἐξ ἀνάγκης τινὶ οὐχ ὑπάρχει’. ὃ εἰ μὲν μόνον τῇ φωνῇ διαφέρει τοῦ ‘ἐνδέχεται παντί’,1 εἴη ἂν τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα. εἰ δὲ δύναται εὑρεθῆναι ἐπί τινος ὕλης ἐξ ἀνάγκης μὲν τινὶ ὑπάρχον, μὴ ἐξ ἀνάγκης δὲ τινὶ οὐχ ὑπάρχον, εἴη ἂν ἐπ’ ἐκείνου τὸ μὲν ‘οὐδενὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχει’ ἀληθές, τὸ δὲ ‘ἐνδέχεται παντὶ’ οὐκέτι, εἴ γε, ὃ ἐνδέχεται παντί, ἐνδέχεται καὶ μηδενί, τὸ δὲ ἐξ ἀνάγκης τινὶ ὑπάρχον ἐνδέχεσθαι μηδενὶ λέγειν ψεῦδος. οὕτως τε οὐδὲ ἐπ’ ἐκείνης ἂν τῆς συμπλοκῆς τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον συνάγοιτο. ἡ μὲν οὖν λέγουσα πρότασις ‘οὐδὲν ζῷον ἐξ ἀνάγκης οὐκ ἔστιν ἀναπνευστικόν’ οὐκ ἂν εἴη τοιαύτη· ἀληθὴς γὰρ αὕτη τῷ τὸ μὲν ἐξ ἀνάγκης ζῷον ἀναπνευστικὸν εἶναι τὸ δὲ ἐξ ἀνάγκης μὴ εἶναι ἀναπνευστικόν, καὶ εἴη ἂν αὕτη ἡ κυρίως ἀντικειμένη τῇ ‘ἐνδέχεται μηδενί’. τοιαύτη δὲ ἡ ‘οὐκ ἐνδέχεται μηδενί’· καὶ γὰρ ἀεὶ κατὰ τῆς ‘τινὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχει’ καὶ κατὰ τῆς ‘τινὶ ἐξ ἀνάγκης ὑπάρχει’ ὁμοίως ἡ τοιαύτη ἀληθὴς ἡ ‘οὐκ ἐνδέχεται μηδενὶ ζῴῳ τὸ ἀναπνευστικόν’. εἴη δ’ ἂν καὶ ἡ τῆς ‘ἐνδέχεται παντί’ ἀπόφασις ἡ ‘οὐκ ἐνδέχεται παντί’ ἐπὶ τῆς κειμένης ὕλης ἀληθὴς ὁλοκλήρως· ἀληθὲς γὰρ ὁμοίως καὶ τὸ ‘οὐκ ἐνδέχεται μηδενί’. ἑκατέρα γὰρ αὐτῶν ἀληθεύεται κατ’ ἀμφοτέρων· καὶ γὰρ καὶ κατὰ τοῦ ἐξ ἀνάγκης τινὶ καὶ κατὰ τοῦ ἐξ ἀνάγκης τινὶ μή. ἐπισκεπτέον δέ, μὴ δύναται εἶναι τοιαύτη2 ἡ λέγουσα ‘οὐδὲν λογικὸν ἐξ ἀνάγκης οὐ νοεῖ’ ἢ ‘οὐδὲν νοῦν ἔχον ἐξ ἀνάγκης οὐ νοεῖ’· εἰ γὰρ παρεδέξατό τις καὶ τὸ θεῖον λογικὸν εἶναι, τούτῳ μὲν ἐξ ἀνάγκης ὑπάρχει τὸ νοεῖν, οὐδενὶ δὲ ἐξ ἀνάγκης λογικῷ τὸ μὴ νοεῖν. δόξει τοιαύτη εἶναι καὶ ἡ ‘οὐδὲν σῶμα φυσικὸν ἐξ ἀνάγκης οὐ κινεῖται κατὰ φοράν’· εἰ γὰρ καὶ ἡ κυκλοφορία φορά, τῷ μὲν κυκλοφορητικῷ ἐξ ἀνάγκης ὑπάρξει ἡ φορά, οὐδὲν δὲ ἔσται σῶμα, ᾧ ἐξ ἀνάγκης οὐχ ὑπάρχει ἡ φορά. εἰ δὲ ἀληθῆ ταῦτα, καὶ ἐν ἐκείνῃ τῇ συμπλοκῇ ἂν εἴη οὐχ ἡ κατὰ τὸν διορισμὸν ἐνδεχομένη συναγομένη ἀλλ’ ἡ προειρημένη ἀντικειμένη τῇ ‘ἐξ ἀνάγκης τινὶ μή’, εἰς ἣν μετελήφθη ἡ ἀπόφασις τῆς ἐνδεχομένης. εἰ γὰρ τις καὶ ταύτας ἐνδεχομένας τὰς κατὰ τὸν διορισμὸν λέγοι, ὥσπερ οἱ περὶ Θεόφραστον λέγουσιν, οὐκέτ’ 〈ἂν〉 ἀληθὲς εἴη τὸ τὰς ἐνδεχομένας καταφατικάς τε καὶ ἀποφατικὰς ἀντιστρέφειν ἀλλήλαις. ἔσται οὖν καί, ἐν ᾗ ἡ μείζων καταφατικὴ ὑπάρχουσα, ὁμοίως τῇ, ἐν ᾗ ἡ μείζων ἀποφατική, ἔχουσα συμπέρασμα οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. ἥτις γὰρ ἂν ᾖ τῇ, εἰς ἣν ἡ μετάληψις γέγονεν, ἰδίως καὶ οἰκείως ἀντικειμένη, αὕτη συναγομένη δείκνυται τῷ τὴν εἰς ἀδύνατον ἀπαγωγὴν μηδὲν ἄλλο τιθέναι ἢ τὸ ἀντικείμενον τοῦ ὑποτεθέντος,3 ᾧ τὸ ἀδύνατον ἠκολούθησεν.

因为在那一组合中,“并非可能属于所有”置换为“出于必然不属于某些”同样发生过;因为正是通过置换为此命题,不可能之事才得以展示。因为如果“并非可能属于所有”被置换为“出于必然属于某些”,则不会产生任何不可能之事,正如在此情形中若被置换为“必然不属于某些”也不会产生任何不可能之事一样。而若如此,被确立的将是特异地与出于必然不属于某些相对立的命题,即“对任何都并非出于必然不属于”,它等同于“并非出于必然不属于某些”。这一命题如果仅仅在言辞上不同于“可能属于所有”,那么结论就会是依定义而言的可能命题。但如果在某种质料上能够发现某物出于必然属于某些,而并非出于必然不属于某些,那么在那一质料上,“对任何都并非出于必然不属于”为真,而“可能属于所有”则不再为真;因为只要可能属于所有的东西也可能不属于任何,而说出于必然属于某些的东西可能不属于任何乃是假的。这样,即使在那一组合中,推导出来的也不会是依定义而言的可能命题。 因此,陈述“没有任何动物出于必然不呼吸”的前提不会是这样的;因为这一前提之所以为真,乃在于某种动物出于必然呼吸,而另一种动物出于必然不呼吸,而这会是本义上与“可能不属于任何”相对立的命题。然而“并非可能不属于任何”则是这样的;因为“呼吸并非可能不属于任何动物”这样的前提,对于“出于必然不属于某些”和“出于必然属于某些”总是同样为真的。而且“可能属于所有”的否定,即“并非可能属于所有”,在所设定的质料上也会完全为真;因为“并非可能不属于任何”同样为真。因为它们中的每一者对于两者都为真:即对于出于必然属于某些和出于必然不属于某些都为真。 但必须考察,陈述“没有任何理性物出于必然不思维”或“没有任何具理智者出于必然不思维”的前提,是否可能是这样的。因为如果有人承认神性者也是理性的,那么对神性者而言思维出于必然属于它,但对任何理性物而言不思维都并非出于必然属于它。“没有任何自然物体出于必然不作位移运动”似乎也会是这样的;因为如果圆周运动也是位移,那么对作圆周运动者而言位移将出于必然属于它,而将没有任何物体是位移出于必然不属于它的。而如果这些是真的,那么在那一组合中推导出来的也不会是依定义而言的可能命题,而是前述与可能命题的否定所置换归入的“出于必然不属于某些”相对立的命题。因为如果有人如泰奥弗拉斯托斯派那样把这些也称为依定义而言的可能命题,那么肯定和否定的可能前提相互换位就不再为真了。因此,大前提为肯定现相前提的组合,正如大前提为否定前提的组合一样,其结论也将不是依定义而言的可能性的结论。因为无论哪一前提是特异地且本义地与置换所归入的前提相对立,展示出被推导出来的正是该前提,乃是由于归谬法所确立的不是别的,正是随之产生不可能之事的那个假定的对立面。

语法注3 条
  1. 2.112ὃ εἰ μὲν μόνον τῇ φωνῇ διαφέρει τοῦ ‘ἐνδέχεται παντί’

    关系代词 ὃ 指向前文的 τὸ οὐδενὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχειν(对任何都并非出于必然不属于),并作为后续对立条件句结构 εἰ μὲν ... εἰ δὲ ... 的共同主语。

  2. 2.112ἐπισκεπτέον δέ, μὴ δύναται εἶναι τοιαύτη

    由非人称动形容词 ἐπισκεπτέον 引领的 μὴ 从句,在表达审慎推测的同时引出一个间接探究从句:“必须考察……是否可能是……”。

  3. 2.112τῷ τὴν εἰς ἀδύνατον ἀπαγωγὴν μηδὲν ἄλλο τιθέναι ἢ τὸ ἀντικείμενον τοῦ ὑποτεθέντος

    带定冠词中性与格 τῷ 的不定式结构(τῷ ... τιθέναι),以宾格 τὴν εἰς ἀδύνατον ἀπαγωγήν 为其逻辑主语,构成表示原因或方式的与格短语,解释主节 συναγομένη δείκνυται(通过……被展示为推导得出)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:198.7-199.15