- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:196.29-198.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了归谬法中将“并非可能不属于任何”置换为“出于必然属于某些”是基于同真而非严格等值,从而论证了为何所推导出的结论仅仅是“不必然属于任何”,而非依定义而言的可能命题。
ἡ μὲν οὖν ἐξ ἀνάγκης ἀναιροῦσα τὸ κείμενον οὐκ ἀπόφασις ἀλλ’ ἀναγκαία κατάφασις, ἥτις οὐκ ἂν εἴη ἀντικειμένη τῇ ‘ἐξ ἀνάγκης τινί’ οὔσῃ καὶ αὐτῇ καταφάσει. ἡ δὲ τὸ ἀναγκαῖον ἀναιροῦσα ἀπόφασις μέν ἐστι καὶ ἀντικειμένη τῇ ἐξ ἀνάγκης τινὶ λεγούσῃ καταφάσει· πῶς δὲ ἔτι ἡ τοῦτο λέγουσα οὐ γίνεται ἐνδεχομένη; ἡ γὰρ τοῦ ἀναγκαίου ἀπόφασις ἐνδεχομένη. ἢ διὰ τοῦτο οὐκ ἔστιν ἐνδεχομένη ἡ οὐδενὶ ἐξ ἀνάγκης λέγουσα ὡς ἀναιροῦσα τὸ καταφατικὸν ἀναγκαῖον, ἐπεί, κἂν παντὶ ὑπάρχῃ,1 μὴ ἀναγκαίως δέ, ἀληθής, κἂν τινὶ ἐξ ἀνάγκης μὴ ὑπάρχῃ· τὸν γὰρ τρόπον τῆς ὑπάρξεως οὐ τὴν ὕπαρξιν ἀναιρεῖν ἐπαγγέλλεται. ἡ δὲ κατὰ τὸν διορισμὸν ἐνδεχομένη ἡ ‘ἐνδέχεται μηδενὶ’ οὐκ ἐν τῷ ἤδη ὑπάρχειν ἐτίθετο, ἀλλ’ οὐδ’ ἀληθὴς εἶναι δύναται, ἐφ’ ὧν ἡ ἐπὶ μέρους ἀποφατικὴ ἀναγκαία ἀληθής, τῷ ἀντιστρέφειν τῇ ‘ἐνδέχεται παντί’· ὡς γὰρ ἔφην, ἡ καθόλου ἐνδεχομένη πάσας τὰς ἀναγκαίας ἀναιρεῖ. ἀλλὰ καὶ ἡ μετάληψις τῆς ‘οὐκ ἐνδέχεται μηδενί’ εἰς τὴν ‘ἐξ ἀνάγκης τινί’ ἐγένετο ὡς εἰς συναληθευομένην μὲν οὐ μὴν ἄντικρυς ἴσον δυναμένην· τὸ γὰρ ‘οὐκ ἐνδέχεται μηδενί’, ὥσπερ ἀληθές ἐστι κατὰ τῆς ἐξ ἀνάγκης τινὶ ὑπάρχειν λεγούσης, οὕτως ἀληθές ἐστι καὶ κατὰ τῆς ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν λεγούσης, ὡς μετ’ ὀλίγον δείξει καὶ αὐτός· εἰ γὰρ ἐξ ἀνάγκης τινὶ μή, οὐκ ἐνδέχεται οὔτε παντὶ οὔτε οὐδενί. ἀληθοῦς οὖν οὔσης τῆς ‘οὐκ ἐνδέχεται μηδενί’ καὶ κατὰ τῆς ‘ἐξ ἀνάγκης τινὶ μή’ μετέλαβεν αὐτήν, ὡς εἶπον ἤδη, εἰς τὴν ‘ἐξ ἀνάγκης τινί’, οὐχ ὡς εἰς τὴν αὐτὴν καὶ ἴσην, ἀλλ’ ὅτι ἐπὶ ταύτης ἐδείκνυτο τὸ ἀδύνατον, τῆς δὲ ἀποφατικῆς ληφθείσης οὐκέτι. τοῦ γὰρ τὸ Α ἐξ ἀνάγκης τινὶ μὴ τῷ Γ ληφθέντος καὶ προσληφθέντος τοῦ Β παντὶ τῷ Γ ὑπάρχειν ἐγίνετο τὸ συμπέρασμα ἐν τρίτῳ σχήματι τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν, ὃ οὐδὲν ἀδύνατον ἦν· ἔκειτο γὰρ μηδενὶ ὑπάρχειν. ἐπεὶ τοίνυν τούτου μὲν ληφθέντος οὐδὲν ἐδείκνυτο, τοῦ δὲ ἀναγκαίου καταφατικοῦ ἐπὶ μέρους λαμβανομένου εἵπετό τι ἀδύνατον, εἰς τοῦτο τῆς ‘οὐκ ἐνδέχεται μηδενί’2 τὴν μετάληψιν ποιησάμενος οὐδὲν ἔλαττον οὔσης ἀληθοῦς καὶ κατὰ τούτου, εὑρών τι ἀδύνατον τῇ εἰς τοῦτο τῆς ‘οὐκ ἐνδέχεται μηδενί’ μεταλήψει ἀκολουθῆσαν, εἰκότως τὸ ἰδίως τούτῳ ἀντικείμενον, εἰς ὃ ἡ μετάληψις ἐγίνετο, φησὶ συναχθήσεσθαι, ἀλλ’ οὐ τοῦτο, ἐξ οὗ ἡ εἰς τοῦτο μετάληψις. τῷ δὲ ἐξ ἀνάγκης τινὶ ἀντίκειται ἰδίως τὸ οὐδενὶ ἐξ ἀνάγκης ἴσον ὂν τῷ οὐκ ἐξ ἀνάγκης τινί· τοῦτο ἄρα διὰ τοῦ λόγου κατεσκεύασται, οὐ τὸ ‘ἐνδέχεται οὐδενί’, ἐπεὶ τὸ τούτῳ ἀντικείμενον τὸ ‘οὐκ ἐνδέχεται μηδενί’ οὐδὲν μᾶλλον ἦν ἀληθὲς κατὰ τοῦ ‘ἀνάγκη τινί’ ἢ κατὰ τοῦ ‘ἀνάγκη τινὶ μή’, ὧν τοῦ ἑτέρου ληφθέντος οὐδὲν ἀδύνατον συνήγετο. διὸ καὶ τὸ ‘ἐνδέχεται μηδενὶ’ ἀμφοτέρων ἐστὶν ἀναιρετικόν, τοῦ τ’ ἐξ ἀνάγκης τινὶ καὶ τοῦ ἐξ ἀνάγκης τινὶ οὔ, καθ’ ὧν ἐστιν ἀληθὴς ἡ ἀπόφασις ἡ ‘οὐκ ἐνδέχεται μηδενί’. τοῦ δὲ μὴ ὡς 〈εἰς〉 ἴσον δυναμένην μετειλῆφθαι τὴν ‘οὐκ ἐνδέχεται μηδενὶ’ εἰς τὴν ‘ἐξ ἀνάγκης τινί’ σημεῖον τὸ μὴ τῇ αὐτῆς ἀναιρέσει τὴν ἀντικειμένην τῇ, ἐξ ἧς μετελήφθη, τίθεσθαι λέγειν αὐτὸν ἀλλὰ τὴν ἀντικειμένην ταύτῃ ὡς ἄλλην οὖσαν τῆς τῇ ‘οὐκ ἐνδέχεται μηδενί’ ἀντικειμένης, ἥτις ἦν ἡ ‘ἐνδέχεται μηδενί’. Ἢ τούτοις χρώμενον οἷόν τέ ἐστιν λέγειν μηδὲ ἐπὶ τῆς προειρημένης συζυγίας τῆς ἐκ καταφατικῶν τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα γίνεσθαι.
因此,出于必然取消所设定命题的命题并不是否定命题,而是必然的肯定命题,它不会与自身同样也是肯定命题的“出于必然属于某些”相对立。而取消必然性本身的命题确实是否定命题,并且与陈述“出于必然属于某些”的肯定命题相对立;但陈述这一点的命题怎么还会不是可能命题呢?因为对必然性的否定乃是可能的。或者,是否正因如此,陈述“不必然属于任何”的命题作为取消肯定必然命题者并不是可能命题,因为即使它属于所有,只要不是必然地,它就是真的,而且即使它出于必然不属于某些,它也是真的?因为它所表明的是要取消属于的模态,而不是取消属于本身。另一方面,依定义而言的可能命题“可能不属于任何”,并未被设定在现已属于之中;不仅如此,在特称否定必然命题为真的那些词项下,由于与“可能属于所有”可换位,它甚至不可能为真;因为正如我所说,全称可能命题取消所有必然命题。 然而,“并非可能不属于任何”置换为“出于必然属于某些”,也是作为置换为与之同真、但绝非效力完全相等的命题而做出的。因为“并非可能不属于任何”,正如就陈述“出于必然属于某些”而言是真的,同样就陈述“出于必然不属于某些”而言也是真的,这正如他自己不久后也将指出的;因为如果出于必然不属于某些,那么既非可能属于所有,亦非可能不属于任何。因此,既然“并非可能不属于任何”就“出于必然不属于某些”而言也是真的,他如我已说过的,把它置换为“出于必然属于某些”,并非当作同一且相等的命题,而是因为在后者的情形下不可能性得到了展示,但在选取否定命题时则不再能被展示。因为当选取A出于必然不属于某些C,且附加假定B属于所有C时,在第三格中所产生的结论是A不属于某些B,这绝非不可能之事;因为原本设定的就是它不属于任何。 因此,既然在选取否定命题时什么也没被展示,而在选取特称肯定的必然命题时则随之产生某种不可能之事,于是他把“并非可能不属于任何”置换为此命题——既然它就此命题而言同样为真——并发现随着“并非可能不属于任何”置换为此命题而产生了不可能之事,他自然便说,推导出来的将是与置换所归的命题特异相对立的命题,而不是置换所由出发的命题。而与“出于必然属于某些”特异相对立的是“不必然属于任何”,它等同于“并非出于必然属于某些”;因此,通过论证所确立的是这一命题,而不是“可能不属于任何”,因为与此相对立的“并非可能不属于任何”,就“出于必然属于某些”而言为真,并不比就“出于必然不属于某些”而言为真更多,然而在选取其中另一个时,并没有推导出不可能之事。因此,“可能不属于任何”对于二者都是取消性的,即既取消“出于必然属于某些”,也取消“出于必然不属于某些”,而否定命题“并非可能不属于任何”就这两者而言都是真的。 而“并非可能不属于任何”并未作为具有同等效力者置换为“出于必然属于某些”的一个标志在于:他并没有说通过对它的取消,便确立了与它所由置换的命题相对立的命题;而是说确立了与这一命题相对立的命题,将其视为不同于与“并非可能不属于任何”相对立的命题(后者原本是“可能不属于任何”)。 或者,利用这些论点,人们也可以说,即使在前述由肯定命题组成的组合中,结论也并不成为依定义而言的可能性的结论。
- 2.112ἢ διὰ τοῦτο οὐκ ἔστιν ἐνδεχομένη ἡ οὐδενὶ ἐξ ἀνάγκης λέγουσα ὡς ἀναιροῦσα τὸ καταφατικὸν ἀναγκαῖον, ἐπεί, κἂν παντὶ ὑπάρχῃ, μὴ ἀναγκαίως δέ, ἀληθής, κἂν τινὶ ἐξ ἀνάγκης μὴ ὑπάρχῃ·
小词 ἤ 引出对前述疑问(πῶς δὲ ἔτι...)的拟答(“或者,是否正因……”)。ἐπεί 从句的核心谓词是省略了 ἐστι 的 ἀληθής,其下统领两个平行的让步性 κἄν 从句(κἂν παντὶ ὑπάρχῃ..., κἂν τινὶ ἐξ ἀνάγκης μὴ ὑπάρχῃ),意为“即使……”。
- 2.112τοῦ δὲ μὴ ὡς 〈εἰς〉 ἴσον δυναμένην μετειλῆφθαι τὴν ‘οὐκ ἐνδέχεται μηδενὶ’ εἰς τὴν ‘ἐξ ἀνάγκης τινί’ σημεῖον τὸ μὴ τῇ αὐτῆς ἀναιρέσει τὴν ἀντικειμένην τῇ, ἐξ ἧς μετελήφθη, τίθεσθαι λέγειν αὐτὸν ἀλλὰ τὴν ἀντικειμένην ταύτῃ ὡς ἄλλην οὖσαν τῆς τῇ ‘οὐκ ἐνδέχεται μηδενί’ ἀντικειμένης, ἥτις ἦν ἡ ‘ἐνδέχεται μηδενί’.
整句骨架为一个倒装的判断句:名词性属格句 τοῦ ... μετειλῆφθαι(“关于……这一事实”)作说明语,σημεῖον(“标志/证据”)为表语,随后的冠词加不定式结构 τὸ μὴ ... τίθεσθαι λέγειν αὐτόν(“他并没有说……而是说……”)为主语。在 τῇ αὐτῆς ἀναιρέσει 中,αὐτῆς 与后文的 ταύτῃ 均指代置换所归的肯定命题(ἐξ ἀνάγκης τινί),而 τῇ, ἐξ ἧς μετελήφθη 则指代置换所由出发的原命题(οὐκ ἐνδέχεται μηδενί)。
