← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§195.15-196.29

举例词项的缺陷与否定必然性的疑难

亚历山大指出了亚里士多德所举词项(如渡鸦、运动的等)导致大前提变为必然前提从而得出“必然不属于任何”的缺陷,并讨论了更佳词项的选取。同时,他提出了关于归谬法中对立命题置换程序,以及为何得出的结论是“不必然属于任何”而非“依定义而言的可能性”的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.112#2

εἰ γὰρ μὴ τοῦτο, τὸ ἀντικείμενον αὐτῷ τινὶ ἐξ ἀνάγκης· ἀλλ’ ὑποτεθέντι τούτῳ ἀδύνατον ἕπεται· οὐκ ἄρα τοῦτο· τὸ ἀντικείμενον ἄρα αὐτῷ. Ἀσαφὲς δὲ τὸ λεγόμενον ἡ τῶν ὅρων παράθεσις ποιεῖ. δι’ ὧν γὰρ παρατίθεται ὅρων οὐ τὸ οὐδενὶ ἐξ ἀνάγκης τὸ Α τῷ Γ δείκνυσιν ἀλλὰ τὸ ἐξ ἀνάγκης οὐδενί, ὃ οὐδαμῶς ἀντίφασιν ποιεῖ πρὸς τὴν ‘ἐξ ἀνάγκης τινί’· ἀμφότεραι γάρ εἰσιν ἀναγκαῖαι καταφατικαί·1 δεῖ δὲ τὴν ἀντιφατικῶς ἀντικειμένην τῇ ‘ἐξ ἀνάγκης τινί’ ἀποφάσκειν τὸ ἀναγκαῖον. οἱ δὲ ὅροι, οὓς παρατίθεται, εἰσὶ κόραξ μὲν ἐπὶ τοῦ Α, διανοούμενον δὲ ἐπὶ τοῦ Β, ἄνθρωπος δὲ ἐπὶ τοῦ Γ· ἐπὶ γὰρ τούτων τῶν ὅρων κόραξ μὲν οὐδενὶ διανοουμένῳ, τὸ δὲ διανοούμενον παντὶ ἀνθρώπῳ ἐνδέχεται, καὶ κόραξ ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ, ἀλλ’ οὐχὶ οὐδενὶ ἐξ ἀνάγκης, ὃ ἐβούλετο δεῖξαι συναγόμενον. ἀπήντησε δὲ τοῦτο παρὰ τὸ λαβεῖν τὴν μείζονα οὐχ ὑπάρχουσαν ἀποφατικὴν ἀλλ’ ἀναγκαίαν τὴν Α Β· κόραξ γὰρ ἐξ ἀνάγκης οὐδενὶ διανοουμένῳ. οὗ καὶ αὐτὸς αἰσθανόμενος πάλιν ἄλλους ὅρους παρέθετο, δι’ ὧν οὐκέτ’ ἀναγκαῖον ἀποφατικόν φησι γίνεσθαι τὸ συμπέρασμα. ἔστι δέ, ἃ παρέθετο, κινούμενον ἐπὶ τοῦ Α, ἐπιστήμη ἐπὶ τοῦ Β, ἄνθρωπος ἐπὶ τοῦ Γ· τὸ μὲν γὰρ κινούμενον οὐδεμιᾷ ἐπιστήμῃ ὑπάρχει, ἐπιστήμη δὲ παντὶ ἀνθρώπῳ ἐνδέχεται, καὶ τὸ κινεῖσθαι ἐνδέχεται μηδενὶ ἀνθρώπῳ, τοῦτ’ ἔστιν οὐδενὶ ἐξ ἀνάγκης ὑπάρχει ἀνθρώπῳ τὸ κινεῖσθαι, εἰ καὶ ὑπάρχει. ὅτι δὲ μήτε ἐπὶ τῶν πρώτων ὅρων μήτε ἐφ’ ὧν δεύτερον παρέθετο ὑπάρχουσαν ἔλαβεν ἀποφατικὴν ἀλλ’ ἀναγκαίαν, αἰσθανόμενος ἐπεῖπε ληπτέον δὲ βέλτιον τοὺς ὅρους. εἰλήφθωσαν οὖν ὅροι ὀργίζεσθαι, γελᾶν, ἄνθρωπος· τὸ ὀργίζεσθαι μηδενὶ γελῶντι ὑπαρχέτω, τὸ γελᾶν παντὶ ἀνθρώπῳ ἐνδέχεται, τὸ ὀργίζεσθαι ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν, οὐ τῷ μὴ ὑπάρχειν2 ἐνδέχεσθαι δὲ ὑπάρχειν (ὑπάρχει γὰρ πολλοῖς· ἐπεὶ ἦν ἄν τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου), ἀλλὰ τῷ μηδενὶ ἐξ ἀνάγκης ὑπάρχειν. ἔτι δὲ φανερώτερον, ἂν τὸ περιπατεῖν ληφθῇ μηδενὶ ἠρεμοῦντι, τὸ δὲ ἠρεμεῖν ἐνδεχόμενον παντὶ ζῴῳ· τὸ γὰρ περιπατεῖν οὐδενὶ ἐξ ἀνάγκης ζῴῳ. καίτοι τισὶν ἐξ ἀνάγκης οὐχ ὑπάρχει· ὥστ’ οὐκ ἀληθὲς τὸ ‘ἐνδέχεται μηδενί’, ὅτι μὴ καὶ παντί. Ζητήσειε δ’ ἄν τις, πῶς ὑγιὲς τὸ λεγόμενον ὑπ’ αὐτοῦ τὸ μὴ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου γίνεσθαι τὸ συμπέρασμα· ὑπέθετο γὰρ τὸ ἀντικείμενον τοῦ ἐνδέχεσθαι μηδενί, ὅ ἐστιν ‘οὐκ ἐνδέχεται οὐδενί’, ὃ μετέλαβεν εἰς τὸ ‘ἀνάγκη τινί’ ὡς ἴσον ἐκείνῳ δυνάμενον. εἰ δὲ ἀντίφασις μὲν ἦν τοῦ ‘ἐνδέχεται μηδενί’ τὸ ‘οὐκ ἐνδέχεται μηδενί’, τοῦτο δ’ ἴσον τῷ ἐξ ἀνάγκης τινί, ἀδύνατον δὲ ἐπηκολούθησε τοῦ ἐξ ἀνάγκης τινὶ ὑποτεθέντος, δῆλον ὡς τὸ ἀντικείμενον τούτῳ ἀληθές· ἴσον δὲ ἦν τοῦτο τῷ ‘οὐκ ἐνδέχεται μηδενί’, ᾧ ἀντίκειται τὸ ἐνδέχεσθαι μηδενί. πῶς οὖν οὐ γίνεται τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα; ἢ γὰρ οὐχ ὑγιῶς μετέλαβε τὸ ‘οὐκ ἐνδέχεται μηδενί’ εἰς τὸ ‘ἀνάγκη τινί’, καὶ ὅλη ἡ δεῖξις ψευδής· οὐκέτι γὰρ γίνεται τὸ ἀντικείμενον τοῦ ἐνδεχομένου λαμβανόμενον, ὃ ἔδει ὑποτίθεσθαι ἐν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ· ἢ εἰ τοῦτ’ ἔστι τὸ ὑποτεθέν, ὃ τὸ ἀντικείμενον, ἀδύνατον δὲ τοῦτο, πῶς οὐχὶ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα; πῶς δὲ καὶ ἀντίφασίς ἐστι τὸ οὐδενὶ ἐξ ἀνάγκης τοῦ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν, ὃ μετελήφθη ἐκ τῆς ἀποφάσεως τῆς ‘οὐκ ἐνδέχεται μηδενί’ ὡς ἴσον αὐτῇ δυνάμενον, ἰδεῖν ἄξιον· ἡ γὰρ λέγουσα οὐδενὶ ἐξ ἀνάγκης ἤτοι ὡς ἐξ ἀνάγκης ἀναιροῦσα τὸ κείμενον λαμβάνεται ἢ ὡς τὸ ἀναγκαῖον ἀναιροῦσα.3

因为如果不[是推导出]此[即不必然属于任何],与它相对立的就是出于必然属于某些;但在设定了这一命题之后,便随之产生不可能之事;因此不是此命题;从而成立的是与它相对立的命题。然而,词项的列举使得所说的内容变得晦涩。因为通过他所列举的词项,他所表明的并不是A不必然属于任何C,而是必然不属于任何,而这绝不构成与“出于必然属于某些”的矛盾对立;因为二者都是肯定的必然命题;但与“出于必然属于某些”构成矛盾对立的命题,必须否定必然性本身。而他所列举的词项,A是“渡鸦”,B是“能思辨的”,C是“人”;因为在这些词项下,渡鸦不属于任何能思辨的,能思辨可能属于所有人,而渡鸦出于必然不属于任何人,而不是他想要表明所推导出的“不必然属于任何”。之所以出现这种情况,是因为他把大前提AB当作了必然前提而非实存在的否定前提来选取;因为渡鸦出于必然不属于任何能思辨的。他自己也意识到了这一点,于是又列举了其他词项,通过这些词项,他说结论不再成为否定的必然命题。而他所列举的是:A为“运动的”,B为“知识”,C为“人”;因为运动的不属于任何知识,知识可能属于所有人,而运动可能不属于任何人,这就是说,运动不必然属于任何人,即使它现属于。但是,意识到无论在第一组词项还是在第二组列举的词项中,他所取的都不是实存在的否定前提而是必然前提,他便补充道:“但词项应当选取更好的。”那么,就取“发怒”、“笑”、“人”作为词项吧;设发怒不属于任何在笑的,笑可能属于所有人,发怒可能不属于任何人——不是在并不属于但可能属于的意义上(因为发怒现属于许多人;否则它就会是依定义而言的可能性的结论了),而是在不必然属于任何人的意义上。如果把行走取为不属于任何静止的,而静止可能属于所有动物,这就更加显而易见了;因为行走不必然属于任何动物。然而对某些动物来说,行走出于必然不属于它们;因此“可能不属于任何”并不是真的,因为它并不是也[可能]属于所有。 然而,有人可能会探究,他所说的结论并非依定义而言的可能性的结论这一说法如何能是健全的。因为他设定了“可能不属于任何”的对立命题,即“并非可能不属于任何”,并把它置换为具有同等效力的“出于必然属于某些”。如果“可能不属于任何”的矛盾对立是“并非可能不属于任何”,而这等同于“出于必然属于某些”,且在设定了“出于必然属于某些”之后随之出现了不可能之事,那么显而易见,与此相对立的命题是真的;而这一命题等同于“并非可能不属于任何”,与后者相对立的正是“可能不属于任何”。那么,结论怎么会不是关于依定义而言的可能性的呢?因为要么是他没有健全地把“并非可能不属于任何”置换为“出于必然属于某些”,从而整个证明都是错误的(因为所选取的命题不再是可能命题的对立面,而这原本是归谬法中所应当设定的);要么是,如果这就是所设定的对立面,而这又是不可能的,那么结论怎么会不是关于依定义而言的可能性的呢?而且,“不必然属于任何”如何会是“出于必然属于某些”的矛盾对立——后者是从具有同等效力的否定命题“并非可能不属于任何”中置换而来的——这也是值得审视的;因为表述为“不必然属于任何”的前提,要么被理解为出于必然取消所设定的命题,要么被理解为取消必然性本身。

语法注3 条
  1. 2.112ἀμφότεραι γάρ εἰσιν ἀναγκαῖαι καταφατικαί

    将“必然不属于任何”(ἐξ ἀνάγκης οὐδενί)与“出于必然属于某些”(ἐξ ἀνάγκης τινί)称为“肯定的必然命题”,是从模态算子本身的角度而言的,即二者都肯定了必然性的从属,而非就实存在层面的否定而言。紧随其后的“必须否定必然性本身(ἀποφάσκειν τὸ ἀναγκαῖον)”证实了此处的争点在于模态词本身是被肯定还是被否定。

  2. 2.112οὐ τῷ μὴ ὑπάρχειν ἐνδέχεσθαι δὲ ὑπάρχειν ... ἀλλὰ τῷ μηδενὶ ἐξ ἀνάγκης ὑπάρχειν

    不带介词的定冠词加不定式与格(τῷ μὴ ὑπάρχειν ... ἀλλὰ τῷ μηδενὶ ἐξ ἀνάγκης ὑπάρχειν)在此用作表示范围或视角的与格(限定与格),用来界定前一句“发怒可能不属于任何人”是在何种意义或角度上被理解的。

  3. 2.112ἡ γὰρ λέγουσα οὐδενὶ ἐξ ἀνάγκης ἤτοι ὡς ἐξ ἀνάγκης ἀναιροῦσα τὸ κείμενον λαμβάνεται ἢ ὡς τὸ ἀναγκαῖον ἀναιροῦσα

    阴性分词主语 ἡ λέγουσα 省略了 πρότασις(前提或命题)。通过 ἤτοι ... ἤ 选言结构,作者阐明了“不必然属于任何”这一表述在句法上的双重可能:一种是介词短语 ἐξ ἀνάγκης 作状语修饰分词 ἀναιροῦσα(“出于必然取消所设定的命题”);另一种是实质化的中性形容词 τὸ ἀναγκαῖον 作宾语(“取消必然性本身”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:195.15-196.29