← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§194.7-195.15

依定义的可能与不必然属性结论的区分

针对亚里士多德在 34b27 中指出的大前提为全称否定实存在、小前提为全称肯定可能的第一格推论得出的结论并非依定义的可能命题而是“不必然属于任何”,亚历山大从二者的逻辑差异及归谬法中假设置换的性质对此做出了阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.112#1

" Οὗτος οὖν ὁ συλλογισμὸς οὐκ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ἀλλὰ τοῦ μηδενὶ ἐξ ἀνάγκης." Ὃ λέγει, τοιοῦτόν ἐστιν· οὔ φησι τὸ συμπέρασμα τὸ ἐπὶ τῆς συζυγίας τῆς ἐξ ἀποφατικῆς ὑπαρχούσης καθόλου τῆς μείζονος καὶ καταφατικῆς ἐνδεχομένης καθόλου τὸ μικρῷ πρόσθεν δειχθὲν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ ἐνδέχεσθαι μηδενὶ τὸ Α τῷ Γ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου γίνεσθαι, ἀλλὰ τοῦ μηδενὶ ἐξ ἀνάγκης τὸ Α τῷ Γ ὑπάρχειν.1 οὐκ ἔστι δὲ ἴσον τὸ ἐξ ἀνάγκης μηδενὶ τῷ μηδενὶ ἐξ ἀνάγκης,2 ὅ φησι συνάγεσθαι· ἄλλο γὰρ τούτου τὸ μηδενὶ ἐξ ἀνάγκης, οἷον οὐδενὶ ζῴῳ τὸ περιπατεῖν ἐξ ἀνάγκης· οὐ γὰρ ταὐτὸν τοῦτο τῷ ἐξ ἀνάγκης οὐδὲν ζῷον περιπατεῖν· τινὰ γὰρ περιπατεῖ καὶ ἐνδεχομένως περιπατεῖ, τινὰ δὲ καὶ ἐξ ἀνάγκης οὐ περιπατεῖ, ἐφ’ ὧν πάντων ἀληθὲς τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης ὑπάρχει τὸ περιπατεῖν’. αἴτιον δὲ τοῦ τοῦτο συνάγεσθαί φησιν εἶναι, ὅτι ἦν μὲν ὑποκείμενον τὸ Α τῷ Γ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν, ἐπεὶ εἰς τοῦτο μετελήφθη τὸ ‘οὐκ ἐνδέχεται μηδενὶ τὸ Α τῷ Γ’, ἔστι δὲ ἀντικείμενον τῷ ἐξ ἀνάγκης τινὶ τὸ Α τῷ Γ τὸ οὐδενὶ ἐξ ἀνάγκης ἴσον ὂν καὶ ταὐτὸν τῷ οὐκ ἐξ ἀνάγκης τινί· ὥστε διὰ τὸ τὸ ἀντικείμενον ἐν ταῖς εἰς τὸ ἀδύνατον ἀπαγωγαῖς συνάγεσθαι τοῦ φανέντος ἀδυνάτου τοῦτ’ ἂν εἴη συναγόμενον τὸ οὐδενὶ ἐξ ἀνάγκης, ὃ οὐκ ἔστιν ἴσον τῷ ἐνδέχεσθαι μηδενὶ τὸ Α τῷ Γ, ὅτι μηδὲ τὸ ἐξ ἀνάγκης τινὶ ἴσον ἐστὶ τῷ ‘οὐκ ἐνδέχεται μηδενί’, ἐξ οὗ μετελήφθη. τὸ μὲν γὰρ ‘οὐκ ἐνδέχεται μηδενί’ ἀληθὲς καὶ κατὰ τοῦ ἐξ ἀνάγκης τινὶ μή· ἀληθὲς γὰρ τὸ ‘οὐκ ἐνδέχεται μηδενὶ ζῴῳ τὸ περιπατεῖν’, οὐχ ὅτι ἐξ ἀνάγκης τινὶ αὐτῷ ὑπάρχει, ἀλλ’ ὅτι τινὶ οὐχ ὑπάρχει ἐξ ἀνάγκης. ὅτι γὰρ τοῦτο ἀληθές, δῆλον ἐκ τοῦ μὴ εἶναι ἀληθὲς τὸ ‘ἐνδέχεται μηδὲν ζῷον περιπατεῖν’. οὐκέτι δὲ κατὰ τοῦ ἐξ ἀνάγκης τινὶ μὴ ἀληθὲς τὸ ἐξ ἀνάγκης τινί. καὶ τῆς ‘οὐδενὶ ἐξ ἀνάγκης’ οὖν πρὸς τὴν ‘ἐνδέχεται μηδενί’ ἔστι τις διαφορά. ὁ μὲν γὰρ λέγων ‘τὸ Α τῷ Γ ἐνδέχεται μηδενί’ ἀναιρεῖ πάσας τὰς ἀναγκαίας τάς τε καταφατικὰς καὶ ἀποφατικάς, εἴ γε ἀντιστρέφει ἡ ‘ἐνδέχεται μηδενί’ τῇ ‘ἐνδέχεται παντί’. ἡ δὲ ‘μηδενὶ ἐξ ἀνάγκης’ τῶν μὲν καταφατικῶν ἀναγκαίων ἐστὶν ἀναιρετική, οὐκέτι δὲ καὶ τῶν ἀποφατικῶν. ἡ γὰρ ‘οὐδενὶ ἐξ ἀνάγκης’ ἀληθὴς εἶναι δύναται οὔσης ἀληθοῦς τῆς ‘τινὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχει’, ὡς ἡ ‘οὐδὲν ζῷον ἐξ ἀνάγκης περιπατεῖ’ καὶ ‘ἔστι τι ζῷον ἐξ ἀνάγκης οὐ περιπατοῦν’. ὁμοίως δὲ καὶ ‘οὐδὲν ζῷον ἐξ ἀνάγκης γελᾷ ἢ λαλεῖ’ ἤ τι τῶν τοιούτων. αὐτὸς δὲ ἐδήλωσε διὰ τῆς λέξεως, ὅτι δεῖ τὴν ‘οὐκ ἐνδέχεται μηδενί’ ἐπὶ τῆς συζυγίας ταύτης εἰς τὴν ἐπὶ μέρους καταφατικὴν ἀναγκαίαν μεταλαμβάνειν· ἀληθὴς μὲν γάρ ἐστι καὶ ἐπὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς ἀναγκαίας οὐδὲν ἧττον, ἀλλ’ ἡ δεῖξις ἐπὶ ταύτης προχωρεῖ. τῆς οὖν, εἰς ἣν μεταλαμβανομένη δείκνυσι τὴν συζυγίαν συλλογιστικήν, ταύτης τὸ ἀντικείμενον κατασκευάζεται,3 ὅπερ ἐστὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης, ἐπεὶ καὶ ἡ μετάληψις τῆς ‘οὐκ ἐνδέχεται μηδενί’ αὐτῆς οὐκ εἰς ἴσην τε καὶ τὴν αὐτὴν ἀλλ’ εἴς τι τοιοῦτον, ὡς εἰ τὴν ἀρχὴν τῷ ‘ἐνδέχεται μηδενί’ μὴ προσεχρήσατο, ἀλλ’ ἔλαβε συνάγεσθαι ἐκ τῆς προκειμένης συζυγίας τὸ οὐδενὶ ἐξ ἀνάγκης.

“因此,这一推论不是关于依定义而言的可能性的推论,而是关于不必然属于任何的推论。” 他所说的是这样的:他说,在大前提为全称否定实存在前提、小前提为全称肯定可能前提的组合中,不久前通过归谬法所证明的结论——即A可能不属于任何C——并没有成为依定义而言的可能性的结论,而是成为了A不必然属于任何C的结论。而“必然不属于任何”并不等同于他说所推导出的“不必然属于任何”;因为与前者不同的是“不必然属于任何”,例如行走不必然属于任何动物。因为这并不等同于必然没有任何动物行走;因为有些动物行走并且可能地行走,而有些动物则出于必然不行走,对于所有这些动物而言,“行走不必然属于任何”都是真的。他说推导出这一结论的原因在于:此前已设定A出于必然属于某些C(因为“A并非可能不属于任何C”被置换为了这一命题),而与“A出于必然属于某些C”相对立的是“不必然属于任何”,它等同且同于“并非出于必然属于某些”;因此,由于在归谬法中推导出来的是所显现的不可能之事的对立命题,这推导出来的结论就会是“不必然属于任何”,这并不等同于A可能不属于任何C,因为就连置换来源的“并非可能不属于任何”也不等同于“出于必然属于某些”。因为“并非可能不属于任何”对于“出于必然不属于某些”也是真的;因为“行走并非可能不属于任何动物”是真的,并不是因为行走出于必然属于它的某些,而是因为出于必然不属于某些。因为这一点是真的,从“可能没有任何动物行走”不是真的中就显而易见。但是对于“出于必然不属于某些”,“出于必然属于某些”就不再是真的了。因此,在“不必然属于任何”与“可能不属于任何”之间存在着某种区别。因为说“A可能不属于任何C”的人,如果“可能不属于任何”与“可能属于所有”可以换位,就取消了所有的必然命题,无论肯定的还是否定的。而“不必然属于任何”虽然取消了肯定的必然命题,却并不再取消否定的必然命题。因为“不必然属于任何”在“出于必然不属于某些”为真时也可以是真的,正如“没有动物出于必然行走”和“存在某种动物出于必然不行走”。同样地,“没有动物出于必然笑或说话”或诸如此类者也是如此。他本人通过用词表明,在这个组合中必须将“并非可能不属于任何”置换为特称肯定必然前提;因为虽然它在特称否定必然前提上也同样为真,但证明是在这一肯定前提上进行的。因此,它被置换入并藉以证明该组合具推论性的那个前提的对立命题得到了确立,这正是“不必然属于任何”,因为“并非可能不属于任何”本身的置换也不是置换为等同且同一的前提,而是置换成了这样的一种东西,就好像他一开始根本没有额外使用“可能不属于任何”,而是直接接受从所提出的组合中推导出“不必然属于任何”一样。

语法注3 条
  1. 2.112οὔ φησι τὸ συμπέρασμα τὸ ἐπὶ τῆς συζυγίας τῆς ἐξ ἀποφατικῆς ὑπαρχούσης καθόλου τῆς μείζονος καὶ καταφατικῆς ἐνδεχομένης καθόλου τὸ μικρῷ πρόσθεν δειχθὲν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ ἐνδέχεσθαι μηδενὶ τὸ Α τῷ Γ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου γίνεσθαι, ἀλλὰ τοῦ μηδενὶ ἐξ ἀνάγκης τὸ Α τῷ Γ ὑπάρχειν.

    句子的核心构架是 οὔ φησι τὸ συμπέρασμα ... γίνεσθαι(他说结论并没有成为……),否定词 οὐ 在语法语义上修饰否定不定式 γίνεσθαι 而非主动词 φησί。属格短语 τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου 与后面的 ἀλλὰ τοῦ μηδενὶ ἐξ ἀνάγκης ... ὑπάρχειν 作为不定式 γίνεσθαι 的补足语构成并列。夹在中间的 τὸ μικρῷ πρόσθεν δειχθὲν ... τὸ ἐνδέχεσθαι μηδενὶ τὸ Α τῷ Γ 是对主语 τὸ συμπέρασμα 的同位语说明。

  2. 2.112οὐκ ἔστι δὲ ἴσον τὸ ἐξ ἀνάγκης μηδενὶ τῷ μηδενὶ ἐξ ἀνάγκης

    此处指出了语序所导致的模态算子与否定词作用域(scope)的差异:在 ἐξ ἀνάγκης μηδενί 中,必然性(ἐξ ἀνάγκης)统辖否定词(μηδενί),意为“必然不属于任何”(必然全称否定 □¬);而在 μηδενὶ ἐξ ἀνάγκης 中,则是对肯定必然性的全称否定,意为“不必然属于任何”(¬□)。

  3. 2.112τῆς οὖν, εἰς ἣν μεταλαμβανομένη δείκνυσι τὴν συζυγίαν συλλογιστικήν, ταύτης τὸ ἀντικείμενον κατασκευάζεται

    这是一种倒装嵌入结构:先行词属格 τῆς [προτάσεως] 及其关系分句 εἰς ἣν... 被置于指示代词 ταύτης 之前。分词 μεταλαμβανομένη 的逻辑主语是前面提及的假设命题(即“并非可能不属于任何”);其核心构架为:“通过被置换入其中从而证明该组合具推论性的那个前提,它的对立命题得到了确立”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:194.7-195.15