← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§192.18-194.6

解决可能前提置换疑难与第一格归谬法

亚历山大通过说明将可能前提置换为实存在前提并非保留相矛盾的否定实存在前提而是先占其未来的实现,从而化解了相关异议;随后他注解了34b19,阐明由全称否定实存在大前提和全称肯定可能小前提组成的第一格推论如何通过归谬法推导出全称否定可能结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.110#2

ὅτε 〈δὴ〉 μηδενὶ ὑπάρχει αὐτῷ, τότε ἂν εἴη λαμβανόμενον παντὶ ὑπάρχειν αὐτῷ· ὃ εἰ ἀδύνατον, ἀδύνατος ἂν εἴη καὶ ἡ τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψις. λύοιτο δ’ ἂν τοῦτο τῷ ὅτι ὁ τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν μεταλαμβάνων οὐ τηρῶν ἐκείνην, ἧς οὔσης ὑπαρχούσης ἀποφατικῆς ἐνδεχομένη ἦν αὕτη,1 τὴν μετάληψιν αὐτῆς ποιεῖται εἰς τὴν ὑπάρχουσαν· ἀδύνατος γὰρ ἡ τοιαύτη μετάληψις. εἰ γὰρ τὸ Β τῷ Γ ἐνδέχεται παντί, ὅτι οὐδενὶ αὐτῷ ὑπάρχει, ὁ μεταλαμβάνων τὸ ‘ἐνδέχεται παντί’ εἰς τὸ παντὶ ὑπάρχειν οὐ τηρῶν αὐτὸ μηδενὶ ὑπάρχειν ἅμα αὐτὸ καὶ εἰς τὸ παντὶ ὑπάρχειν μεταλαμβάνει· τοῦτο γὰρ ἀδύνατον τὸ μηδενὶ ὑπάρχον, ὅτε μηδενὶ ὑπάρχει, παντὶ ὑπάρχειν λαβεῖν. ὡς γὰρ δύναται ὑπάρχουσα ἀληθὴς ἡ ἐνδεχομένη γενέσθαι, οὕτως αὐτὴν ὑποτίθεται προλαμβάνων τὸ μέλλον αὐτῆς. οὐ δύναται δὲ μενούσης τῆς καθόλου ἀποφατικῆς ὑπαρχούσης ἡ ‘ἐνδέχεται παντί’ εἰς τὸ παντὶ ὑπάρχειν μεταπεσεῖν ποτε, ἀλλ’ ἔστιν ἡ ταύτης εἰς τὸ ὑπάρχειν μετάληψις ἀναίρεσις τῆς ἀντικειμένης ὑπαρχούσης ἀποφάσεως. οὐ γὰρ διὰ τοῦτο ψευδὴς ἡ ὑπόθεσις λέγεται, ὅτι, ὅτε μηδενὶ ὑπάρχει, τότε ὑποτίθεται παντὶ ὑπάρχειν. ἀλλ’ ἐπεὶ τὸ μηδενὶ ὑπάρχειν τοιοῦτόν ἐστιν ὡς ἐνδεχομένως μὴ ὑπάρχειν, τούτου δηλωτικόν ἐστι τὸ παντὶ ἐνδέχεσθαι [μὴ] ὑπάρχειν, ὃ μηδενὶ ὑπάρχει. ὅτι δὲ μεταπέσοι ἂν τὸ μηδενὶ ὑπάρχειν εἰς τὸ παντὶ ὑπάρχειν, ἤδη αὐτὸ μεταπεπτωκέναι ὑποτίθεται, οἷον, ὃ αὔριον ἔσται, τοῦτο σήμερον εἶναι, τοῦτ’ ἔστι σήμερον αὐτὸ πεπαῦσθαι τοῦ μηδενὶ ὑπάρχειν, ὃ τῷ προλαμβάνεσθαι ψεῦδος γίνεται, οὐκ ἂν ἀδύνατον· τὸ γὰρ μέλλον ὑπάρχειν ἤδη ὑπάρχον λαμβάνεται. οὐ γὰρ ἅμα καὶ ἐνδεχομένην αὐτὴν τηρεῖ καὶ ὑπάρχουσαν αὐτὴν λαμβάνει· οὕτως δ’ ἂν ἦν, 〈εἰ〉, ὅτε τὸ Β μηδενὶ τῷ Γ ὑπάρχει, τότε παντὶ ὑπάρχειν λαμβανόμενόν ἐστι. καὶ σχεδὸν τὸ γινόμενόν ἐστι τοῦ μὴ ὑπάρχοντος μετάληψις εἰς τὸ ὑπάρχειν διὰ μέσου τοῦ ἐνδέχεσθαι. τὸ δὲ μεταλαμβανόμενον πῶς ἂν ἔτι ταὐτὸ φυλάσσοιτο, καὶ ὅτι μὲν ἡ μετάληψις οὐκ ἀδύνατον, δῆλον. τοιαύτης δὴ τῆς μεταλήψεως καὶ τῆς ὑποθέσεως γινομένης τὸ συναγόμενον τὸ τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν παντὶ ὑπάρχοντος2 ἀδύνατον. οὐ γὰρ ἐν τῇ μεταλήψει τῆς ἐνδεχομένης προτάσεως τῆς ΒΓ εἰς τὴν ὑπάρχουσαν καὶ τὸ Α γίνεται τῷ Β παντὶ ὑπάρχον· οὕτως γὰρ ἂν ὅμοιον ἐγίνετο. νῦν δὲ κεῖται οὕτως τὸ Α τῷ Β παντὶ ὑπάρχον ὡς μὴ κατὰ χρόνον ὡρισμένως ὑπάρχειν μηδὲ μεταπίπτειν, ὥστε τῇ μεταπτώσει καὶ διὰ τὴν μετάπτωσιν δοκεῖν τὸ ἀδύνατον πεφηνέναι ἐν τῇ τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μεταβολῇ· ὥστε, καὶ ὅταν ἀληθῶς μεταπέσῃ καὶ ὑπάρχον τὸ ἐνδεχόμενον γένηται, καὶ τότε ἔσται τὸ μὲν Α τῷ Β παντὶ ὑπάρχον, συναγόμενον δὲ τινὶ μὴ ὑπάρχειν. εἰ οὖν τότε ἀδύνατόν ἐστι, δῆλον ὅτι καὶ νῦν· ὅμοιον γὰρ καὶ ταὐτόν. ἐπισκεπτέον δὲ περὶ τούτων βέλτιον.

正当它不属于它的任何之时,那时它就会被接受为属于它的所有;如果这是不可能的,那么将可能前提置换为实存在前提也将是不可能的。但这可以通过以下事实来解决:即将可能前提置换为实存在前提的人,并不是在保留那条因其作为否定实存在前提存在而使这一前提得以可能的原前提的同时,将其置换为实存在前提的;因为这样的置换是不可能的。因为如果B由于不属于任何C而可能属于所有C,那么将“可能属于所有”置换为“属于所有”的人,并不是在保留它不属于任何的同时,又同时将其置换为“属于所有”;因为将不属于任何的事物,在其不属于任何的时候,接受为属于所有,这是不可能的。因为可能前提能够以何种方式作为实存在前提成为真的,他就以何种方式设定它,从而先占了它的未来状态。而且,在全称否定实存在前提保持不变时,“可能属于所有”绝不可能转变为“属于所有”;相反,将它置换为实存在,乃是对相反的实存在否定的取消。因为该假设之所以被称为假的,并不是由于在它不属于任何的时候被假设为属于所有。而是因为,既然不属于任何相当于可能地不属于,那么对于不属于任何的事物而言,“可能属于所有”就表明了这一点。由于不属于任何可以转变为属于所有,他就假设它已经转变了,犹如将明天才会存在的事物假设为今天存在,也就是说今天它已经不再是不属于任何;这因被先占而成为假的,但并不是不可能的;因为将要实存在的事物被接受为已经实存在。因为他并没有同时既将它保持为可能前提,又将它接受为实存在前提;但如果当B不属于任何C时,那时被接受为属于所有,情况就会是这样了。而实际上发生的,是通过可能性的中介将不实存在的事物置换为实存在。但是被置换的事物又怎能仍被保持为同一的呢?并且,这种置换并非不可能,这一点是显而易见的。既然置换和假设是如此进行的,那么推导出的结论,即当A属于所有B时“A不属于某些B”,就是不可能的。因为并不是在将可能前提BC置换为实存在前提时,A也变成了属于所有B;如果那样的话,情况就会相似了。但现在,A被设定为属于所有B,其方式并不是依时间被限定地属于,也不会转变到以至于在从可能到实存在的转变中,由于转变且凭借转变而使不可能之事看似显现出来;因此,即使当它真正转变并且可能前提变成了实存在前提时,那时A仍将属于所有B,同时却推导出它不属于某些。所以,如果那时是不可能的,显然现在也是不可能的;因为它是相似且同一的。但是关于这些问题必须做出更好的考察。

§2.111

"Πάλιν ἔστω στερητικὴ πρότασις καθόλου ἡ ΑΒ." Δείκνυσι καὶ τὴν ἐξ ὑπαρχούσης καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐνδεχομένης καθόλου καταφατικῆς τῆς ἐλάττονος συζυγίαν ἐν πρώτῳ σχήματι συλλογιστικὴν διὰ τῆς εἰς ἀδύνατον πάλιν ἀπαγωγῆς. εἰ γὰρ τὸ Α τῷ Β μηδενὶ ὑπάρχει, τὸ δὲ Β τῷ Γ παντὶ ἐνδέχεται, τὸ Α τῷ Γ ἐνδέχεται μηδενί. εἰ γὰρ μή, τὸ ἀντικείμενον οὐκ ἐνδέξεται μηδενὶ τὸ Α τῷ Γ, ὃ μεταλαμβάνει εἰς τὸ ἐξ ἀνάγκης τινί· τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ μὴ γὰρ ἐνδεχέσθω.3 ἀλλὰ καὶ τὸ Β παντὶ τῷ Γ ὑπαρχέτω· μετειλήφθω γὰρ πάλιν τὸ ἐνδεχόμενον εἰς τὸ ὑπάρχον· ἐν τρίτῳ σχήματι πάλιν γίνεται καὶ τὸ Α ὑπάρχον τινὶ τῷ Β. ἐν γὰρ τρίτῳ σχήματι ἐξ ἀναγκαίας ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους καταφατικὸν ὑπάρχον ἐδείχθη συνάγεσθαι. ἀλλὰ μὴν ἀδύνατον τὸ τὸ Α τῷ Β τινὶ ὑπάρχειν· ἔκειτο γὰρ μηδενὶ ὑπάρχειν. τὸ δὴ ἀδύνατον τοῦτο πάλιν οὐ παρὰ τὸ μεταλαμβάνειν ἡμᾶς τὴν καθόλου ἐνδεχομένην καταφατικὴν εἰς τὴν καθόλου καταφατικὴν ὑπάρχουσαν συνήχθη· τοῦτο γάρ, εἰ καὶ ψεῦδος, ἀλλ’ οὐκ ἀδύνατον. τὸ δ’ ἀδύνατον ἀδυνάτῳ ἐδείχθη ἑπόμενον· παρὰ τὴν ὑπόθεσιν ἄρα. τὸ ἄρα ἀντικείμενον ταύτῃ τῇ ‘οὐκ ἐνδέχεται μηδενί’ συναχθήσεται· τοῦτο δέ ἐστι τὸ ἐνδέχεσθαι μηδενί.

“再次,设前提AB为全称缺损前提。” 他证明,由作为大前提的全称否定实存在前提与作为小前提的全称肯定可能前提构成的第一格组合,同样通过归谬法是具推论性的。因为如果A不属于任何B,而B可能属于所有C,那么A可能不属于任何C。因为如果不是这样,相反的判断就会成立:A并非可能不属于任何C,他将此置换为“出于必然属于某些”;因为对他而言,“因为设它并非可能”就意味着这一点。但是也设B属于所有C吧;因为设可能前提再次被置换为实存在前提吧;那么在第三格中,A同样变成了属于某些B。因为在第三格中已经证明,由特称肯定必然大前提和全称肯定实存在小前提,可以推导出特称肯定实存在结论。然而,A属于某些B是不可能的;因为原本设定它不属于任何。这一不可能的结论同样不是由于我们将全称肯定可能前提置换为全称肯定实存在前提而推导出来的;因为这即便为假,也并非不可能。而且已经证明不可能的事物跟随于不可能的事物;因此这是由假设所致。所以,与这条“并非可能不属于任何”相反的结论将被推导出来;而这就是“可能不属于任何”。

语法注3 条
  1. 2.110ἧς οὔσης ὑπαρχούσης ἀποφατικῆς ἐνδεχομένη ἦν αὕτη

    关系代词 ἧς 指向前行动词所带的先行词 ἐκείνην(否定实存在前提),在关系从句内部嵌套了独立属格结构 ἧς οὔσης ὑπαρχούσης ἀποφατικῆς(“在它作为否定实存在前提存在的情况下”)。从句的主动词是 ἦν,αὕτη(可能前提)为主语,ἐνδεχομένη 为表语形容词。

  2. 2.110παντὶ ὑπάρχοντος

    该句为省略了逻辑主语的独立属格结构。结合上下文,隐含的主语是项 A(或“A属于所有B的状态”),表示时间或伴随状况,即“在[A属于所有B]之时”。

  3. 2.111τὸ μὴ γὰρ ἐνδεχέσθω

    冠词 τὸ 将包含祈使语气的短语 μὴ γὰρ ἐνδεχέσθω(亚里士多德的原话)名词化,作为动词 σημαίνει 的主语。τοῦτο 为宾语,αὐτῷ 则是表示相关者的与格(“对他而言”,即在亚里士多德的用法中)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:192.18-194.6