- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:191.19-192.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于全称前提必须无条件接受而不能依时间限定的结论(34b17),亚历山大引入了关于在归谬法中将可能前提置换为实存在前提是否会导致不可能结论的异议,并展开了自己的反驳与进一步辩论。
" Φανερὸν οὖν, ὅτι τὸ καθόλου ληπτέον ἁπλῶς καὶ οὐ χρόνῳ διορίζοντας." Τὸ καθόλου καταφατικὸν ὑπάρχον· περὶ γὰρ τούτου τὸν λόγον πεποίηται· ἔδειξε γάρ, εἰ μὴ εἴη αὕτη ἁπλῶς λαμβανομένη ἀληθὴς ἀλλ’ ὁριζομένη χρόνῳ, ἀσυλλόγιστον τὴν συζυγίαν τῷ καὶ μηδενὶ ἐξ ἀνάγκης καὶ παντὶ ἐξ ἀνάγκης δύνασθαί τινα συναχθῆναι ἐπ’ αὐτῆς. ἐλέγετο οὖν τινα ὑπό τινων πρὸς τὴν δι’ ἀδυνάτου δεῖξιν καὶ τὴν τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψιν, ὅτι οὐδὲ τὸ συμπέρασμα ἀδύνατον γίνεται, ἀλλὰ καὶ αὐτὸ ψεῦδος μὲν οὐ μὴν ἀδύνατον, ὥστ’, εἰ τοιοῦτον καὶ τὸ συμπέρασμα, παρὰ τὴν μετάληψιν γινόμενον ἂν εἴη τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν, ἀλλ’ οὐ παρὰ τὴν ὑπόθεσιν1 τὴν ἐξ ἀνάγκης τινὶ τὸ Α τῷ Γ λέγουσαν μὴ ὑπάρχειν. τὸ δὲ λεγόμενον ἦν τοιοῦτον· ἦν μὲν ἡ κειμένη πρότασις τὸ Α τῷ Β παντὶ ὑπάρχειν· συνήγετο δὲ ἐν τῷ τρίτῳ σχήματι, δι’ οὗ 〈ἡ〉 εἰς ἀδύνατον ἀπαγωγή, τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν. ὅτι δὴ τοῦτο ψεῦδος μὲν οὐ μὴν ἀδύνατον, οὕτως ἐδείκνυτο· εἰ ἡ ὑπάρχουσα πρότασις ἄλλη τῆς ἀναγκαίας, τὸ Α τῷ Β παντὶ ὑπάρχει ὡς ἐνδέχεσθαι αὐτῷ καὶ μὴ ὑπάρχειν τινί· ἀληθὲς ἄρα ἐστίν, ὅτε τὸ Α τῷ Β παντὶ ὑπάρχει, τὸ ἐνδέχεσθαι τὸ Α τῷ Β τινὶ μὴ ὑπάρχειν· ἀλλ’ εἰ ἀληθὲς τὸ ἐνδεχόμενον εἰς τὸ ὑπάρχον μεταλαμβάνειν, ψεῦδος μὲν οὐ μὴν ἀδύνατον ἔσται τὸ Α τῷ Β τινὶ μὴ ὑπάρχειν, ἀλλ’ ὅτι μὲν τὸ ὑπάρχον παντὶ λαμβάνεται τινὶ μὴ ὑπάρχειν, ψεῦδος, ὅτι δὲ ἐνδεχόμενον μὴ ὑπάρχειν, οὐκ ἀδύνατον. πρὸς ὃ λέγομεν, ὅτι καὶ πᾶν τὸ ἐνδεχόμενον ἐπὶ μέρους ἀποφατικὸν μεταλαμβάνειν εἰς τὸ ἐπὶ μέρους ἀποφατικὸν ὑπάρχον οὐκ ἀδύνατον καὶ τὸ παντὶ ὑπάρχον ἐνδέχεσθαί τινὶ αὐτῷ μὴ ὑπάρχειν ἀληθές. ἀλλ’ ὅτε γε παντὶ ὑπάρχει, τότε ἀδύνατος ἡ μετάληψις· κειμένου γὰρ τοῦ τὸ Α τῷ Β παντὶ ὑπάρχειν ἀδύνατος ἡ μετάληψις. δεῖ δὲ αὐτῷ μένειν τοιοῦτον, εἴ γε δι’ αὐτοῦ ὁ συλλογισμός.2 κεῖται γὰρ τοιοῦτον εἶναι ὡς μὴ κατὰ χρόνον ὁρίζεσθαι τὸ τοιοῦτον μηδὲ ἐν τῇ τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν μεταλήψει ἀναιρεῖσθαι· ἀδύνατον δέ ἐστι τὸ ὑπάρχειν παντὶ μένειν μεταληφθέντος τοῦ ἐνδεχομένου ἐπὶ μέρους ἀποφατικοῦ εἰς τὸ ὑπάρχον. πρὸς τοῦτο ἐλέγετο πάλιν, ὅτι καὶ ἡ τοῦ ‘τὸ Β τῷ Γ ἐνδέχεται παντί’ μετάληψις εἰς τὸ παντὶ ὑπάρχειν τὸ Β τῷ Γ μηδενὶ ὑπάρχοντος ἀδύνατος. καὶ γὰρ ὅτε τὸ Β μηδενὶ ὑπάρχει τῷ Γ, τότε αὐτῷ ἐνδέχεται ὑπάρχειν· εἰ γὰρ ἤδη ὑπῆρχεν αὐτῷ, οὐκέτ’ ἂν ἦν ἡ πρότασις ἐνδεχομένη· ὅτε δὲ ἐνδέχεται ὑπάρχειν αὐτῷ παντί, τότε μετείληπται εἰς τὴν ὑπάρχουσαν.
“由此显见,全称前提必须无条件地接受,而不能通过时间来限定。” 他指的是全称肯定实存在前提;因为他一直讨论的就是这一前提。事实上他已经表明,如果这一前提不是被无条件地接受为真,而是被时间所限定,那么该组合就会是不具推论性的,因为在它之下既可能推导出出于必然不属于任何,也可能推导出出于必然属于所有。因此,有人针对归谬证明以及将可能前提置换为实存在前提提出了某种说法,即结论也并没有变成不可能的,而是它本身虽为假,却并非不可能;因此,如果结论也是如此,它就应当是由于将可能前提置换为实存在前提而产生的,而不是由于主张A出于必然不属于某些C的假设所致。他们所说的大意如下:原本设定的前提是“A属于所有B”;而在进行归谬法的第三格中,推导出了“A不属于某些B”。至于这虽为假却并非不可能,则是这样被证明的:如果实存在前提不同于必然前提,那么A属于所有B的方式乃是它也有可能不属于某些B;因此,当A属于所有B时,A有可能不属于某些B这一判断是真的;但是,如果将可能的事物置换为实存在的事物是真理,那么A不属于某些B就将是假但并非不可能的;也就是说,将属于所有的事物接受为不属于某些是假的,但有可能不属于却并不是不可能的。对此我们说,将任何特称否定可能前提置换为特称否定实存在前提并非不可能,并且属于所有的事物可能不属于某些也是真的。但是,至少在它属于所有的时候,这种置换是不可能的;因为在设定了“A属于所有B”的情况下,置换是不可能的。而且,如果确实是要通过它来进行推论,它就必须对它保持如此状态。因为如此设定的前提是不被时间所限定的,也不会在将可能前提置换为实存在前提的过程中被破坏;但是在特称否定可能前提被置换为实存在前提时,属于所有这一前提要继续保持是不可能的。对此又有人说:当B不属于任何C时,将“B可能属于所有C”置换为“B属于所有C”同样是不可能的。因为当B不属于任何C时,那时它才有可能属于它;因为如果它已经属于它,前提就不再是可能前提了;而当它有可能属于其所有时,它才被置换为实存在前提。
- 2.110παρὰ τὴν μετάληψιν γινόμενον ἂν εἴη τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν, ἀλλ’ οὐ παρὰ τὴν ὑπόθεσιν
介词 παρά 接宾格表示原因或责任(“由于……”、“归咎于……”)。与潜在希求法结构 γινόμενον ἂν εἴη 连用,说明归谬法中产生的假结论所应当归因的对象。
- 2.110δεῖ δὲ αὐτῷ μένειν τοιοῦτον, εἴ γε δι’ αὐτοῦ ὁ συλλογισμός
无人称动词 δεῖ 统辖与格 αὐτῷ(指大前提)及不定式 μένειν,τοιοῦτον 为谓语补足语,表示“如果确实要通过它来进行推论,那么对于该前提而言它就必须保持为这种状态”。
