- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:190.1-191.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德在《前分析篇》34b7中关于实存在前提不得作时间限定的要求,指出若受可能前提的时间限定,大前提将转化为特称否定从而破坏第一格推论,因此该问题关涉格而非质料,并通过列举导致相反必然结论的词项证明了其无推论性。
λέγοι δ’ ἂν ἤτοι μὴ δεῖν τὴν ὑπάρχουσαν καθόλου τοιαύτην λαμβάνεσθαι ὡς δύνασθαι αὐτῆς κατὰ χρόνον τὸ ἀληθὲς ὁρίζεσθαι ὑπὸ τῆς προστιθεμένης ἐνδεχομένης προτάσεως, ἢ μᾶλλον, ὅτι μὴ δεῖ τὴν προστιθεμένην αὐτῇ ἐνδεχομένην τοιαύτην εἶναι ὡς ὁρίζειν τῆς ὑπαρχούσης τῆς πρὸ αὐτῆς εἰλημμένης τὸ ἀληθὲς κατὰ χρόνον. Ὁ δὲ λέγων μὴ δεῖν κατὰ χρόνον ὡρίσθαι τῆς ὑπαρχούσης τὸ ἀληθὲς οὐ παρὰ τὴν ὕλην δόξαι ἂν ποιεῖν τὸ συλλογιστικὸν ἢ ἀσυλλόγιστον τῆς συμπλοκῆς, ὡς ἂν δόξαι τινί, ἀλλὰ παρὰ τὸ σχῆμα ἴσως μᾶλλον.1 κατὰ χρόνον γὰρ ὁρισθεῖσα μεταπίπτουσα ποιεῖ ἐν πρώτῳ σχήματι τὴν μείζονα ἐπὶ μέρους ἀποφατικήν· τούτου δὲ γινομένου ἀσυλλόγιστος ἡ συμπλοκή. τοῦ γὰρ ἀσυλλόγιστον γίνεσθαι τὴν συζυγίαν, ἐν ᾗ ἡ μείζων πρότασις οὖσα καθόλου καταφατικὴ ὑπάρχουσα ὥρισται κατὰ χρόνον, σημεῖον φέρει τὸ τοιαύτης οὔσης τῆς συζυγίας ἐν πρώτῳ σχήματι ὡς εἶναι τὴν μείζονα καθόλου καταφατικὴν ὑπάρχουσαν ὡρισμένην ἐν χρόνῳ ὑπὸ τῆς ἐλάττονος προτάσεως οὔσης ἐνδεχομένης τὸ καὶ τοῦ παντὶ καὶ μηδενὶ ἐξ ἀνάγκης ὅρους λαμβάνεσθαι2 ὁμοίως ἀληθῶν οὐσῶν ἀμφοτέρων τῶν προτάσεων. δείκνυσι γάρ, ὅτι ἀσυλλόγιστοι αἱ οὕτως ἔχουσαι, τῇ τῶν ὅρων παραθέσει καὶ μηδενὶ ἐξ ἀνάγκης δείξας καὶ παντὶ ἐξ ἀνάγκης. τοῦ μὲν μηδενὶ ‘ἄνθρωπος παντὶ κινουμένῳ, τὸ κινεῖσθαι ἐνδέχεται παντὶ ἵππῳ’, καὶ ‘ἄνθρωπος ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ’· τὸ γὰρ κινεῖσθαι τῷ ἐπὶ πλέον εἶναι τοῦ ἀνθρώπου, εἰ ληφθείη ἐνδέχεσθαι παντὶ ἵππῳ, ὁρίζει κατὰ χρόνον τὴν ὑπάρχουσαν· ὅτε γὰρ τὸ κινεῖσθαι παντὶ ἵππῳ ὑπάρχει, τότε οὐχ οἷόν τε ἔτι παντὶ κινουμένῳ τὸν ἄνθρωπον ὑπάρχειν. τοῦ δὲ παντὶ ‘ζῷον παντὶ κινουμένῳ, τὸ κινεῖσθαι παντὶ ἐνδέχεται ἀνθρώπῳ’, καὶ ‘ζῷον παντὶ ἐξ ἀνάγκης ἀνθρώπῳ’. ἔστι δὲ τὸ δεικνύον καὶ ποιοῦν ἀσυλλόγιστον τὴν συζυγίαν οὐ τὸ παντὶ ἐξ ἀνάγκης δείκνυσθαί τι ἐν αὐτῇ προηγουμένως (ἀληθὴς γὰρ ἡ ‘ἐνδέχεται παντί’ καὶ ἐπὶ τῆς ‘ἐξ ἀνάγκης παντί’, εἰ καὶ μὴ εἴη τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου), ἀλλὰ 〈τὸ〉 τοῦ ἐξ ἀνάγκης μηδενὶ ὅρους εὑρίσκεσθαι ἐν αὐτῇ, ὃ γίνεται τῷ ὑπερτείνοντος τοῦ μέσου τὸν κατηγορούμενον τὴν προστιθεμένην ἐνδεχομένην τοιαύτην λαμβάνεσθαι ὡς κατὰ χρόνον αὐτῆς τὸ ἀληθὲς ὁρίζειν. μὴ γὰρ ὑπερτείνοντος τοῦ μέσου μηδὲ τοιαύτης λαμβανομένης τῆς ἐνδεχομένης τοῦ μηδενὶ οὐχ οἷόν τε λαβεῖν ὅρους· οἷον τὸ περιπατεῖν παντὶ γραμματικῷ ὑπαρχέτω, τὸ γραμματικὸν παντὶ ἀνθρώπῳ ἐνδέχεται· οὐ γὰρ γίνεται κατὰ χρόνον ὁριζομένη ἡ τὸ περιπατεῖν παντὶ γραμματικῷ τιθεῖσα· οὐ γὰρ ἀναιρεῖται ὑπὸ τῆς συντασσομένης αὐτῇ καθόλου καταφατικῆς ἐνδεχομένης, εἰ ἀληθὴς λαμβάνοιτο. καὶ ἐπὶ τῶν ὅρων δέ, ἐφ’ ὧν τὸ ἐξ ἀνάγκης παντὶ συνάγεται, οὐ διότι ὑπερτείνει ὁ μέσος τὸν μείζονα, διὰ τοῦτο τὸ ἐξ ἀνάγκης συνάγεται (οὐ γὰρ ἐλήφθη τοιαύτη ἡ ἐνδεχομένη ὡς ὁρίζειν κατὰ χρόνον τὸ ἀληθὲς τῆς ὑπαρχούσης· οὐ γάρ τι τῶν μὴ ζῴων ἐλήφθη ὥστε ἐπὶ μέρους ποιεῖν τὴν μείζονα καὶ ὁρίζειν κατὰ χρόνον αὐτήν), ἀλλ’ ὅτι ἐλήφθη ὁ ἔσχατος ὅρος περιεχόμενος ὑπὸ τοῦ πρώτου καὶ ἐν ἐκείνῳ ὤν. οὕτως γὰρ ἔχει ὁ ἄνθρωπος πρὸς τὸ ζῷον· τοιαύτης γὰρ πάλιν λαμβανομένης τῆς ἐνδεχομένης ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, ἀλλ’ οὐ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον. ἂν μέντοι μήτε κατὰ τὸν χρόνον ὁρίζηται ὑπὸ τῆς ἐνδεχομένης ἡ ὑπάρχουσα μήτε τοιοῦτος ὁ ἔσχατος ὅρος λαμβάνηται ὡς εἶναι ὑπὸ τὸν πρῶτον, ἐνδεχόμενον δόξει γίνεσθαι τὸ συμπέρασμα· ἔστω γὰρ τὸ κοιμᾶσθαι παντὶ ζῴῳ ὑπάρχον, ζῷον ἐνδεχέσθω παντὶ κινουμένῳ, καὶ τὸ κοιμᾶσθαι ἐνδέξεται παντὶ κινουμένῳ. ἐπισκεπτέον δέ, μήποτε μᾶλλον ἡ τῶν ὅρων παράθεσις καὶ δεῖξις ἐπὶ ἀληθέσι ταῖς προτάσεσι καὶ τοῦ παντὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης τὸν πρῶτον ὅρον τῷ ἐσχάτῳ ὑπάρχειν μᾶλλον τοῦ ἀσυλλόγιστον εἶναι τὴν συζυγίαν ἐστὶ δεικτική, ὡς καὶ ἐν ἄλλοις εἴρηταί μοι.
他的意思可能是:要么全称实存在前提绝不能被接受为使得其真值能够由附加的可能前提依照时间来规定,要么宁可说是:附加于它的可能前提绝不能是那种依照时间规定在其之前接受的实存在前提之真值的前提。而主张实存在前提的真值不应当依照时间被规定的人,似乎不会像某些人所认为的那样,将该组合之具有推论性或不具推论性归咎于质料,而是或许更多地归咎于格。因为依时间被规定的前提一旦发生转化,就会使第一格中的大前提变成特称否定前提;而一旦发生这种情况,该组合就不具推论性了。事实上,作为大前提虽为全称肯定实存在前提却依时间被规定的组合变成不具推论性的证据,他指出:在第一格中当组合使得大前提是由作为可能前提的小前提在时间中被规定的全称肯定实存在前提时,在两个前提同样为真的情况下,既能取到出于必然属于所有的项,也能取到出于必然不属于任何的项。因为他通过项的列举,指明了出于必然不属于任何以及出于必然属于所有,以此显示处于这种状况的前提组合是不具推论性的。出于必然不属于任何的例子是:“人属于所有运动之物,运动可能属于所有马”,以及“人出于必然不属于任何马”;因为运动由于比人更为广泛,如果被接受为可能属于所有马,就会依照时间限定该实存在前提;因为当运动属于所有马时,那时人就不再可能属于所有运动之物了。而出于必然属于所有的例子则是:“动物属于所有运动之物,运动可能属于所有人”,以及“动物出于必然属于所有人”。然而,显示并造成该组合不具推论性的,并不是在其内部原初地显示出某种事物出于必然属于所有(因为即使它不是按照规定的可能事物,“可能属于所有”在“出于必然属于所有”的情况下也是真的),而是:在其内部能够找到出于必然不属于任何的项,而这之所以发生,是因为在中项超出了谓项时,附加的可能前提被接受为依照时间限定了〔实存在前提〕的真值。因为如果中项没有超出,可能前提也没有被如此接受,就不可能取到不属于任何的项;例如,设行走属于所有文法学者,文法学者可能属于所有人;因为设定行走属于所有文法学者并不因而变成依时间被规定的前提;因为即使被接受为真,它也不会被与它结合的全称肯定可能前提所破坏。而且,在那些推导出出于必然属于所有的项的情况下,也并不是因为中项超出了大项才推导出必然的结论(因为可能前提并未被接受为依照时间限定实存在前提的真值;因为并未选取任何非动物的事物,以至于使大前提变成特称并依照时间限定它),而是因为最小极端项被接受为包含在第一项之下并存在于其中。因为人对于动物的关系就是如此;因为当可能前提再次被如此接受时,结论就变成了必然的,而不是按照规定的可能的结论。但是,如果实存在前提既不被可能前提依照时间所限定,最小项也没有被接受为在大项之下,结论似乎就会成为可能的;例如,设睡眠属于所有动物,动物可能属于所有运动之物,那么睡眠也将可能属于所有运动之物。不过应当探讨的是,正如我在别处也曾说过的那样,在前提为真的情况下,项的列举以及对第一项出于必然属于最小项的所有和出于必然不属于任何的显示,是否宁可说是表明该组合是不具推论性的。
- 2.109οὐ παρὰ τὴν ὕλην δόξαι ἂν ποιεῖν τὸ συλλογιστικὸν ἢ ἀσυλλόγιστον τῆς συμπλοκῆς, ὡς ἂν δόξαι τινί, ἀλλὰ παρὰ τὸ σχῆμα ἴσως μᾶλλον
介词 παρά 支配宾格表示原因或理由(“由于……”、“归咎于……”)。亚历山大指出,因时间限定而导致的推论失效,并非由于前提的具体内容(质料),而是归咎于逻辑形式(格),因为大前提转变为特称否定,破坏了第一格的形式规则。
- 2.109τοῦ γὰρ ἀσυλλόγιστον γίνεσθαι τὴν συζυγίαν, ἐν ᾗ ἡ μείζων πρότασις οὖσα καθόλου καταφατικὴ ὑπάρχουσα ὥρισται κατὰ χρόνον, σημεῖον φέρει τὸ τοιαύτης οὔσης τῆς συζυγίας ἐν πρώτῳ σχήματι ὡς εἶναι τὴν μείζονα καθόλου καταφατικὴν ὑπάρχουσαν ὡρισμένην ἐν χρόνῳ ὑπὸ τῆς ἐλάττονος προτάσεως οὔσης ἐνδεχομένης τὸ καὶ τοῦ παντὶ καὶ μηδενὶ ἐξ ἀνάγκης ὅρους λαμβάνεσθαι
句子的基本骨架是 τοῦ ... ἀσυλλόγιστον γίνεσθαι τὴν συζυγίαν(作名词 σημεῖον 的说明性属格)+ σημεῖον φέρει(主谓结构)+ τὸ ... ὅρους λαμβάνεσθαι(作动词 φέρει 直接宾语的宾格不定式短语)。结构中两个定冠词 τὸ 的重叠,是因为在插入的属格独立结构(τοιαύτης οὔσης τῆς συζυγίας...)之后,用第二个 τὸ 紧跟不定式短语作了复指和同位语。
