- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:188.18-190.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德关于实存在前提中“属于所有”必须无条件接受而不能受时间限定的规定(34b7),阐明若大前提的实存在命题受到时间限制,则在将可能的小前提转换为实存在前提时,大前提的全称性将被破坏,从而无法构成有效推论。
" Δεῖ δὲ λαμβάνειν τὸ παντὶ ὑπάρχειν μὴ κατὰ χρόνον ὁρίσαντας, οἷον νῦν ἢ ἐν τῷδε τῷ χρόνῳ, ἀλλ’ ἁπλῶς." Δεῖ, φησίν, ἐν τῇ προκειμένῃ μίξει τὸ παντὶ ὑπάρχειν τὸν πρῶτον ἄκρον τῷ μέσῳ λαμβάνειν μὴ πρὸς χρόνον ὡρισμένον ὑπάρχον. τὸ δὲ λεγόμενον τοιοῦτον ἂν εἴη· αὗται τῶν ὑπαρχουσῶν προτάσεων καθόλου κατὰ χρόνον ὁρίζονται, ὅσαι μὴ ἀεὶ δύνανται λαμβάνεσθαι ὑπάρχουσαι καθόλου ἀλλὰ πρὸς καιρόν, ὡς ἡ τὸ ζῷον παντὶ κινουμένῳ ὑπάρχειν τιθεῖσα ἢ τὸν ἄνθρωπον παντὶ κινουμένῳ. τὸ δ’ αἴτιον, ὅτι ἐπὶ πλέον ὑποκείμενος ὁ μέσος ἐν ταῖς τοιαύταις ὑπαρχούσαις ἐν τῷ δύνασθαι καὶ ἄλλοις ὑπάρχειν, οἷς ὁ κατηγορούμενος αὐτοῦ καθόλου μὴ δύναται ὑπάρχειν, πρὸς χρόνον ὁρίζει τὴν ὑπάρχουσαν.1 ὅταν γάρ, ᾧ ἐνδέχεται ὑπάρχειν αὐτὸν ἄλλῳ ὄντι καὶ μὴ ὑπὸ τὸν μείζονά τε καὶ κατηγορούμενον αὐτοῦ, ληφθῇ ὑπάρχειν, οὐκέτι δύναται ἡ καθόλου ὑπάρχουσα ἀληθὴς εἶναι, ἥτις ἦν ἡ μείζων πρότασις. ἂν γὰρ τὸ ζῷον ὑποθώμεθα παντὶ κινουμένῳ, τῷ τὸ κινούμενον δύνασθαι καὶ μὴ ζῴοις ὑπάρχειν, ὅταν ὑπάρχῃ κἀκείνων τινί, οὐκ ἔσται τότε ἔτι ἀληθὴς ὑπάρχουσα καθόλου ἡ τὸ ζῷον παντὶ κινουμένῳ ὑπάρχειν λέγουσα. γίνεται οὖν πρὸς χρόνον ὡρισμένον ὑπάρχουσα· ἔστ’ ἂν γὰρ μηδενὶ ἄλλῳ ὑπάρχῃ τὸ κινεῖσθαι, δυνατὸν ἔσται τὸ ζῷον παντὶ κινουμένῳ ὑπάρχειν ὑποτίθεσθαι. ἀλλὰ μὴν ἐν ᾗ συμπλοκῇ τοιαύτη πρότασις ἡ μείζων ἐστίν, ἀδύνατον ἐκείνην εἶναι συλλογιστικήν, ἐπειδήπερ δεῖ τὴν ἐλάττονα καταφατικὴν εἶναι ἢ ἐνδεχομένην ἢ ὑπάρχουσαν ἢ ἀναγκαίαν, καὶ ᾧ ἂν τούτων, οἷς οὐχ οἷόν τε τὸν μείζονα2 ἄκρον ὑπάρχειν, ὁ μέσος ἐνδέχεσθαι ὑπάρχειν ληφθῇ, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία τῷ, ὅτε ὑπάρχει τούτῳ ὁ μέσος, ᾧ ἐνδέχεσθαι ὑπάρχειν εἴληπται, μηκέτι τηρεῖσθαι καθόλου ὑπάρχουσαν τὴν μείζονα. ἀληθεῖς μὲν οὖν ἀμφοτέρας ἐνδέχεται ἅμα εἶναι, καὶ τὴν ὑπάρχουσαν καὶ τὴν ἐνδεχομένην, οὐ μὴν καὶ συλλογιστικὴν αὐτῶν τὴν συμπλοκήν. οὐδὲ γὰρ ἄλλως δείκνυται συλλογιστικὴ ἡ ἐκ τοιούτων προτάσεων συμπλοκὴ ἢ διὰ μόνης τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἐν ᾗ μεταλαμβάνεται τὸ ἐνδεχόμενον εἰς τὸ ὑπάρχον· οὐκέτι δὲ οὐδὲ ἀληθεῖς οἷόν τε ἅμα εἶναι, ἂν ὁ μέσος τῷ ἐσχάτῳ τῷ ἐκτὸς πίπτοντι τοῦ μείζονος ἄκρου ὑπάρχειν παντὶ ληφθῇ· οὐ γὰρ ἔτι οἷόν τε τὴν μείζονα καθόλου καταφατικὴν ὑπάρχουσαν εἶναι, ἀλλ’ ἐπὶ μέρους γίνεσθαι. ὥστ’ οὐ χρήσιμος πρὸς συλλογισμὸν ἡ τοιαύτη καθόλου ὑπάρχουσα, ἧς ἡ μετὰ ταύτην ἐνδεχομένη λαμβανομένη ὁρίζει τὸ ἀληθές· ἕως γὰρ ἂν ἐκείνη ἐνδεχομένη μένῃ, μέχρι τότε αὕτη ἀληθής, γινομένης δὲ ἐκείνης ὑπαρχούσης οὐκέθ’ αὕτη ἀληθής. ὅταν γὰρ τὸ κινεῖσθαι ἐνδεχόμενον ὑπάρχειν λίθῳ καὶ ὑπάρχῃ, τότε οὐκέτι τὸ ζῷον παντὶ κινουμένῳ ὑπάρχειν δύναται λαμβάνεσθαι, ἀλλὰ γίνεται ἡ ἀπόφασις ἀληθὴς τότε ἡ ‘τὸ ζῷον οὐ παντὶ κινουμένῳ’, ἥτις ἐστὶν ἐπὶ μέρους ἀποφατική. διὸ οὔτε ὑπάρχειν δύναται ληφθῆναι τὸ ζῷον τῷ λίθῳ οὔτε ἐνδέχεσθαι ὑπάρχειν· ἐξ ἀνάγκης γὰρ αὐτῷ οὐδενὶ ὑπάρχει. οὐ γὰρ οἷόν τε ἐπὶ μέρους οὔσης τῆς μείζονος προτάσεως ἐν πρώτῳ σχήματι συλλογισμὸν γίνεσθαι, ὃ γίνεται περὶ αὐτὴν τότε. δεῖ οὖν, φησί, τὴν ὑπάρχουσαν τοιαύτην λαμβάνεσθαι, ἧς οὐχ ὥρισται τὸ ἀληθὲς ὑπὸ τῆς προστιθεμένης αὐτῇ ἐνδεχομένης, ἀλλὰ τοιαύτην εἶναι ὡς μένειν καθόλου καταφατικὴν ὑπάρχουσαν καὶ τῆς ἐνδεχομένης καθόλου μεταλαμβανομένης εἰς τὴν ὑπάρχουσαν. οὐδὲν γὰρ διαφέρει ἢ προσθεῖναί τινα διορισμὸν τῇ ὑπαρχούσῃ ὡς κατὰ χρόνον ὁρίζειν αὐτὴν ἢ ἐνδεχομένην τοιαύτην αὐτῇ συντάξαι, ἥτις ἀναιρεῖ αὐτὴν εἰς τὸ ὑπάρχειν μεταβάλλουσα. οὐ γὰρ τὴν ἀεὶ ὑπάρχουσαν λέγει (αὕτη γὰρ ἀναγκαία ἤδη), ἀλλὰ τὴν μένειν δυναμένην ὑπάρχουσαν καθόλου καταφατικὴν ἀληθῆ, καὶ ὅτε ἡ ἐνδεχομένη καταφατικὴ καθόλου εἰλημμένη μετὰ ταύτης εἰς τὴν ὑπάρχουσαν μεταλαμβάνεται. οὕτως γὰρ καὶ ἡ δι’ ἀδυνάτου δεῖξις σώζεται ἐπὶ τῆς συζυγίας, ᾗ χρώμενος δείκνυσιν αὐτὴν συλλογιστικήν.
“但在接受‘属于所有’时,必须不依照时间来规定,例如现在或在这一时间内,而是无条件地接受。” 他说,在所摆出的混合中,必须将第一极端项接受为属于所有中项,而不是作为关涉确定时间而属于者来接受。所说的大意如下:在全称实存在前提中,凡不能总是作为全称实存在前提而被接受、而只能因时而接受的前提,就是依照时间被规定的,例如设定动物属于所有运动之物、或人属于所有运动之物的前提。其原因在于,在这样的实存在前提中,中项作为底层基质更为广泛,在于它也能属于其它事物,而从它全称述说的事物不可能属于这些事物,因而使实存在前提关涉时间而被限定。因为,当中项被接受为属于它可能属于的事物(这事物是其它事物且不从属于大项及中项的述词)时,全称实存在前提(即原来的大前提)就再也不可能是真的了。因为,如果我们假定动物属于所有运动之物,由于“运动之物”也能属于非动物,当它也属于它们中的某些事物时,陈述动物属于所有运动之物的全称实存在前提在那时就再也不是真的了。因此,它就成了一个关涉确定时间而属于的前提;因为只要“运动”不属于任何其它事物,假定动物属于所有运动之物就是可能的。然而,在大前提是如此前提的结合中,那一结合不可能具有推论性,因为小前提必须是肯定的——无论是可能前提、实存在前提还是必然前提——而在大项不可能属于的这些事物中,无论中项被接受为可能属于其中的哪一个,这组前提都不会具有推论性,这是因为:当中项属于它被接受为可能属于的那个事物时,大前提就不再被保持为全称实存在前提了。因此,两个前提,即实存在前提和可能前提,固然可能同时为真,但它们的结合却不可能具有推论性。因为由这些前提构成的结合只能通过归于不可能的证明来显示其具有推论性,在其中可能前提被转换为实存在前提;而如果中项被接受为属于落在大极端项之外的最小极端项的所有,它们甚至不再可能同时为真;因为大前提不再可能作为全称肯定实存在前提,而是变成了特称前提。因此,这种全称实存在前提对于推论毫无用处,因为在其后接受的可能前提限定了它的真值;只要那个前提保持为可能前提,直到那时这个前提才是真的,而当那个前提变成实存在前提时,这个前提就不再是真的了。因为,当能够属于石头的“运动”确实属于石头时,那时“动物属于所有运动之物”就再也不能被接受了,相反,此时否定命题“动物不属于所有运动之物”变成真的了,而这是一个特称否定前提。因此,动物既不能被接受为属于石头,也不能被接受为可能属于石头;因为出于必然,它不属于石头的任何一个。因为在第一格中,当大前提是特称前提时不可能产生推论,而这正是那时发生在大前提身上的情况。因此,他说,必须接受这样一种实存在前提,其真值不受附加于它的可能前提所限定,而是使得在全称可能前提被转换为实存在前提时,它仍保持为全称肯定实存在前提。因为,在实存在前提上加上某种限定以依照时间来规定它,与给它配合一个在转入实际属于时会将它摧毁的可能前提,没有任何区别。因为他所说的并不是指永远属于的前提(因为这已经是必然前提了),而是指在与它一同接受的全称肯定可能前提被转换为实存在前提时,仍能保持为真的全称肯定实存在前提。因为只有这样,他在证明该组合具有推论性时所使用的归谬法论证才能在该组合中得以保全。
- 2.109τὸ δ’ αἴτιον, ὅτι ἐπὶ πλέον ὑποκείμενος ὁ μέσος ἐν ταῖς τοιαύταις ὑπαρχούσαις ἐν τῷ δύνασθαι καὶ ἄλλοις ὑπάρχειν, οἷς ὁ κατηγορούμενος αὐτοῦ καθόλου μὴ δύναται ὑπάρχειν, πρὸς χρόνον ὁρίζει τὴν ὑπάρχουσαν.
句子的基本骨架是 τὸ δ’ αἴτιον [ἐστιν], ὅτι ὁ μέσος ... πρὸς χρόνον ὁρίζει τὴν ὑπάρχουσαν。主语 ὁ μέσος 由分词短语 ἐπὶ πλέον ὑποκείμενος 修饰,紧接着介词短语 ἐν τῷ δύνασθαι καὶ ἄλλοις ὑπάρχειν(动名词用法)说明其根据。关系从句 οἷς ... 以 ἄλλοις 为先行词,指中项可以属于、但从它全称述说的事物(大项)无法属于的事物。
- 2.109καὶ ᾧ ἂν τούτων, οἷς οὐχ οἷόν τε τὸν μείζονα ἄκρον ὑπάρχειν, ὁ μέσος ἐνδέχεσθαι ὑπάρχειν ληφθῇ, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία τῷ, ὅτε ὑπάρχει τούτῳ ὁ μέσος, ᾧ ἐνδέχεσθαι ὑπάρχειν εἴληπται, μηκέτι τηρεῖσθαι καθόλου ὑπάρχουσαν τὴν μείζονα.
条件从句 καὶ ᾧ ἂν τούτων ... ὁ μέσος ἐνδέχεσθαι ὑπάρχειν ληφθῇ(其中 ᾧ 是 ληφθῇ ὑπάρχειν 的与格补足语,τούτων 受关系从句 οἷς ... 修饰)修饰主句 οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία。在表原因的冠词不定词结构 τῷ ... μηκέτι τηρεῖσθαι καθόλου ὑπάρχουσαν τὴν μείζονα 内部,嵌套了时间从句 ὅτε ὑπάρχει τούτῳ ὁ μέσος, ᾧ ἐνδέχεσθαι ὑπάρχειν εἴληπται。
