← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§18.8-19.31

推论的必然性与结论的新异性

亚历山大考察了亚里士多德推论定义中“某种不同于所设定之物的事物必然产生”这一表述,说明了它如何将推论与归纳区分开来,并论证了为何结论等同于前提的推论(如斯多亚派的无差别推论或被误解的选言推论)被排除在外。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#2

τὸ δὲ ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει χωρίζει τὸν συλλογισμὸν τοῦ ἐπακτικοῦ λόγου· τὸ γὰρ ἀναγκαίως ἕπεσθαι τὸ συμπέρασμα τοῖς κειμένοις δηλοῖ, ὃ οὔτε ὁ παραδειγματικὸς οὔτε ὁ ἐπακτικὸς ἔχουσιν. καίτοι καὶ ἐν ἐκείνοις τίθεται ἢ τινὰ ἢ τί. πάνυ δὲ καλῶς τὸ δεῖν ἕτερον τῶν τεθέντων εἶναι τὸ συμπέρασμα προσέθηκεν· ἄχρηστον γὰρ καὶ συλλογιστικῆς χρείας φθαρτικὸν τὸ τὸ ὁμολογούμενον καὶ κείμενον ἐπιφέρειν.1 τὸ γὰρ χρειῶδες τοῦ συλλογισμοῦ οὐ παρέχεται τὸ ‘εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· φῶς ἄρα ἐστί’,2 καὶ ὅλως οἱ λεγόμενοι ὑπὸ τῶν νεωτέρων ἀδιαφόρως περαίνοντες. τοιοῦτοι δὲ καὶ οἱ διφορούμενοι, οἷός ἐστιν ‘εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν’. σχῆμα μὲν γὰρ συλλογιστικὸν δύναται καὶ τὸ τοιοῦτον εἶναι καὶ συζυγία συλλογιστική, συλλογισμὸς δὲ οὐδαμῶς· ὄργανον γὰρ ὁ συλλογισμὸς καὶ χρείας τινὸς χάριν καὶ δείξεως παραλαμβανόμενον, ὥστε τὸ μὴ χρήσιμον οὐδὲ συλλογισμός. ὅτι δὲ οὐ χρήσιμον τὸ τοιοῦτον εἶδος, μάθοιμεν ἄν, εἰ ἐπέλθοιμεν τὰ εἴδη τοῦ συλλογισμοῦ καὶ ἐξετάσαιμεν, τίνι αὐτῶν οἰκεῖον τὸ τῶν κειμένων τι ἐπιφέρειν. πότερον γὰρ τῷ ἀποδεικτικῷ; ἀλλ’ οὗτός γε τὸ ἄδηλον πειρᾶται διὰ τῶν φανερῶν καὶ γνωρίμων ἐκκαλύπτειν καὶ τὸ ὕστερον διὰ τῶν πρώτων. ἀλλὰ τῷ διαλεκτικῷ; ἀλλὰ καὶ οὗτος, ὃ μὴ βούλεται συγχωρεῖν ὁ προσδιαλεγόμενος, τοῦτο πειρᾶται διὰ τῶν ἐνδόξων καὶ ὧν συγχωρεῖ δεικνύναι εἰς ἀντίφασιν περιάγων. ἀλλὰ τῷ ἐριστικῷ; ἀλλὰ καὶ τούτῳ πρόκειται καὶ αὐτῷ ἢ εἰς ἀντίφασιν ἢ εἰς φαινομένην ἀντίφασιν περιαγαγεῖν τὸν ἀποκρινόμενον, ἐξ ὧν δίδωσιν· οὐχ ὃ δίδωσι γοῦν συμπεραίνεται, ἀλλ’ ἐξ ὧν δίδωσιν, ὃ οὐ βούλεται δοῦναι· δῆλον οὖν, ὡς ἄλλο τι τοῦ δεδομένου ἐποίσει. εἰ δ’ ἐστὶ τὸ γένος ἐν τοῖς εἴδεσι τοῖς αὑτοῦ, καὶ ἔστιν ὁ συλλογισμὸς γένος τῶν αὑτοῦ εἰδῶν, ἐν οὐδενὶ δὲ αὐτῶν ταὐτὸν τῷ εἰλημμένῳ τὸ ἐπιφερόμενον, οὐδ’ ἂν ἐν συλλογισμῷ εἴη ὅλως. ὁ γὰρ ἐξ ἀντιφάσεως διαιρετικὸς συλλογισμὸς οὐχ ὡς ταὐτὸν τῷ μεταλαμβανομένῳ ἤ, ὡς οἱ νεώτεροί φασι, προσλαμβανομένῳ τὸ συμπέρασμα ἐπιφέρει· ὁ γὰρ λέγων ‘ἤτοι ἡμέρα ἐστίν, ἢ οὐκ ἔστιν ἡμέρα’, εἶτα προσλαμβάνων τὸ ἕτερον τῶν ἐν τῷ διαιρετικῷ, ἢ τὸ ἀποφατικὸν τὸ ‘ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα’ ἢ τὸ καταφατικὸν τὸ ‘ἡμέρα ἐστίν’, ἔχει μὲν συναγόμενον ἢ τὸ ‘οὐκ ἄρα ἡμέρα ἐστίν’ ἢ τὸ ‘ἡμέρα ἄρα ἐστίν’, ὃ δοκεῖ ταὐτὸν εἶναι τῷ προσειλημμένῳ, ἤτοι τῷ ‘ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα’ ἢ τῷ ‘ἀλλὰ μὴν ἡμέρα ἐστίν’· οὐ μὴν ὡς ταὐτὸν ὂν αὐτῷ ἐπιφέρεται, ἀλλ’ ὡς ἀντικείμενον τῷ ἑτέρῳ τῶν ἐν τῷ διαιρετικῷ· συμβαίνει δὲ τὸ ἐκείνῳ ἀντικείμενον ἐν τοῖς τοιούτοις συλλογισμοῖς ταὐτὸν γίνεσθαι τῇ προσλήψει. πάμπολυ δὲ διαφέρει τὸ προηγουμένως ταὐτὸν τῶν κειμένων τινὶ λαβεῖν τὸ συμπέρασμα ἢ λαβεῖν μὲν αὐτὸ ὡς ἄλλο συμπεσεῖν δὲ αὐτῷ τὸ ταὐτὸν αὐτῷ γενέσθαι. οὐδέποτε οὖν ἄλλοτε ἢ τότε, ὅτε ταὐτὸν γίνεται τὸ ἀντικείμενον τῷ ἑπομένῳ τῇ προσλήψει, ἡ τοιαύτη ἐπιφορά.3 καὶ τότε οὖν ὡς ἕτερον λαμβάνεται, εἴ γε ἕτερόν ἐστι τὸ εἶναι τῷδέ τινι καὶ τὸ εἶναι ἀντικειμένῳ τοῦ ἑτέρου τῶν ἐν τῇ διαιρέσει. τῇ λέξει οὖν ταὐτὸν οὐ τῇ δυνάμει. καὶ τότε ἐστὶν οὕτως, ὃ ἀναγκαῖον καὶ τοῖς ἀπὸ τῆς Στοᾶς λέγειν, εἴ γε ἐν τοῖς διαιρετικοῖς καὶ διαζευκτικοῖς συλλογισμοῖς φασι τῇ προσλήψει θατέρου τῶν ἐν τῷ διεζευγμένῳ τὸ ἀντικείμενον ἕπεσθαι τοῦ λοιποῦ τῆς συλλογιστικῆς συμπλοκῆς. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη συλλογισμὸς κατ’ αὐτοὺς ἔτι, ἔνθα προσληφθέντος τοῦ ἑτέρου4 μὴ τὸ ἀντικείμενον τὸ δ’ αὐτό τι τῷ προσληφθέντι τῶν ἐν τῷ διαζευκτικῷ ἐπιφέρεται. ὥστε ἢ οὐ συλλογιστικὴ ἡ προκειμένη συμπλοκή, εἰ ταὐτὸν τῷ προσλαμβανομένῳ τῶν ἐν τῷ διαζευκτικῷ ἐπιφέρει, ἤ, εἰ συλλογιστική, καὶ κατ’ αὐτοὺς οὐχ ὡς ταὐτὸν εἴληπται τῷ προσειλημμένῳ τὸ ἐπιφερόμενον· οὐ γὰρ εἰ συμπέπτωκε τῷ αὐτῷ ἅμα τε ἀντικειμένῳ εἶναι τῷ ἑτέρῳ τῶν ἐν τῷ διαιρετικῷ καὶ τῷ ἑτέρῳ αὐτῶν τὸ αὐτὸ γίνεσθαι, ἤδη καὶ ταὐτόν ἐστιν αὐτῷ τό τε εἶναι τῷ αὐτῷ τῷ ἑτέρῳ καὶ τὸ εἶναι ἀντικειμένῳ τοῦ ἑτέρου.

而“某种不同于所设定之物的事物必然产生”这一表述,将推论与归纳性言说区分开来;因为它表明了结论必然地跟随所设定的事物,而这无论是例证性言说还是归纳性言说都不具备。尽管在那些言说中也会设定某些事物或某个事物。他非常恰当地补充了结论必须不同于所设定的事物;因为把已经被承认和设定的事物[作为结论]推导出来是毫无用处的,且会破坏推论的效用。事实上,“如果是白天,就有光;但确实是白天;因此有光”这一言说,以及通常被较新的人们称为“无差别得出结论者”的言说,并不能提供推论的效用。像“如果是白天,就是白天;但确实是白天;因此是白天”这种重复言说也是如此。因为这类言说固然可以是推论的式或推论的联结,但决不是推论;因为推论是一种工具,是为了某种效用和证明而被采纳的,因此无用的东西甚至根本不是推论。至于这类推论并非有用,如果我们考察推论的各个种,并检验推导所设定之物中的某一事物归属于它们中的哪一种,便可以明白。难道是归属于证明性推论吗?但证明性推论至少试图通过显然且为人熟知的事物揭示不明晰的事物,并通过在先的事物揭示在后的事物。还是归属于辩证推论呢?但辩证推论也试图通过通见以及对方所赞同的事物,将对话者引向矛盾,以展示他不愿赞同的事物。还是归属于争辩性推论呢?但争辩性推论自身也是以从回答者所给予的前提中将其引向矛盾或表面上的矛盾为己任;至少它并非得出对方所给予的事物,而是从对方所给予的事物中得出他不愿承认的事物;因此显然它推导出的将是某种不同于所给予之物的事物。如果属存在于其自身的诸种之中,且推论是其自身诸种的属,而在它们当中没有一种所推导出的东西与所采纳的东西相同,那么在一般的推论中也绝不可能如此。事实上,源自矛盾对立的选言推论,并不是把结论作为与被重新采纳之物相同的东西推导出来的,或者如较新的人们所说,作为与附加前提相同的东西;因为说“要么是白天,要么不是白天”,然后附加采纳选言中的一肢,即否定性的“但确实不是白天”或肯定性的“是白天”的人,所得到的结论要么是“因此不是白天”,要么是“因此是白天”,这虽然看似与附加采纳之物相同,即要么等同于“但确实不是白天”,要么等同于“但确实是白天”;然而它并不是作为与它相同的东西被推导出来的,而是作为与选言中的另一肢相对立的东西被推导出来的;而在此类推论中,恰好发生了与那一肢相对立的东西变成与附加前提相同的情况。但是,首要地把结论作为与所设定之物中的某一事物相同来选取,还是将其作为不同的事物选取而它恰巧与它成为同一,这两者之间有着天壤之别。因此,除了在与附加前提相跟随之物相对立的事物变成同一之时以外,绝不会在其他任何时候发生这样的推导。即便在那时,如果作为这特定之物与作为选言中另一肢的对立面是不同的,它也是作为不同的东西被选取的。因此它在文辞上相同,但在潜能上并不相同。而且在那时情况是如此,这也是斯多亚派的人所必然要主张的,如果他们确实说在区分性和选言性推论中,附加采纳选言中的一肢时,跟随而来的是推论联结中其余部分的对立面。如果是这样,按照他们的观点,在附加采纳了一肢之后所推导出的并非对立面、而是与选言中被附加采纳之物相同的某种事物的地方,就不再会是推论。所以,摆在面前的联结,若推导出与选言中被附加采纳之物相同的东西,要么不是推论性的;要么若是推论性的,即便按照他们的看法,所推导出的东西也未被当作与附加采纳之物相同的东西来选取;因为并不是说如果同一事物碰巧既与区分中的一肢相对立,又同时变成与它们的另一肢相同,对于它而言,作为与另一肢相同之物就立刻与作为前一肢的对立面在本质上相同了。

语法注4 条
  1. 1.7τὸ τὸ ὁμολογούμενον καὶ κείμενον ἐπιφέρειν

    在重叠的定冠词 τὸ τὸ 中,前一个 τὸ 将整个不定式短语(τὸ ὁμολογούμενον καὶ κείμενον ἐπιφέρειν)名词化,作为句子的主语;后一个 τὸ 则将分词短语 ὁμολογούμενον καὶ κείμενον 名词化,作为 ἐπιφέρειν 的直接宾语。

  2. 1.7τὸ γὰρ χρειῶδες τοῦ συλλογισμοῦ οὐ παρέχεται τὸ ‘εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· φῶς ἄρα ἐστί’

    主语是后置的对引用言说的名词化短语(τὸ 'εἰ ἡμέρα ἐστίν...'),而 τὸ χρειῶδες τοῦ συλλογισμοῦ(“推论的效用”)作为中动态动词 οὐ παρέχεται(“不提供/不产生”)的直接宾语。

  3. 1.7οὐδέποτε οὖν ἄλλοτε ἢ τότε, ὅτε ταὐτὸν γίνεται τὸ ἀντικείμενον τῷ ἑπομένῳ τῇ προσλήψει, ἡ τοιαύτη ἐπιφορά

    本句省略了系动词(ἐστίν 或 γίνεται)。主语是 ἡ τοιαύτη ἐπιφορά(“此类推导”),副词短语 οὐδέποτε ἄλλοτε ἢ τότε(“除了那时以外绝无他时”)与关系副词从句 ὅτε... 相连。

  4. 1.7οὐ γὰρ εἰ συμπέπτωκε τῷ αὐτῷ ἅμα τε ἀντικειμένῳ εἶναι τῷ ἑτέρῳ τῶν ἐν τῷ διαιρετικῷ καὶ τῷ ἑτέρῳ αὐτῶν τὸ αὐτὸ γίνεσθαι, ἤδη καὶ ταὐτόν ἐστιν αὐτῷ τό τε εἶναι τῷ αὐτῷ τῷ ἑτέρῳ καὶ τὸ εἶναι ἀντικειμένῳ τοῦ ἑτέρου

    在条件从句中,与格 τῷ αὐτῷ(“对于同一事物”)受无人称完成时动词 συμπέπτωκε(“偶然发生/附带”)支配,由 ἅμα τε... καὶ... 连接的两个不定式短语(ἀντικειμένῳ εἶναι 与 τὸ αὐτὸ γίνεσθαι)构成其实际主语。在主句中,并列的不定式短语(τό τε εἶναι... καὶ τὸ εἶναι...)作为主语,ταὐτόν 为表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:18.8-19.31