← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§187.9-188.17

通过第一格进行归谬与前提转换

针对亚里士多德在Bekker 34b2中指出第一格中大前提为实存在命题、小前提为可能命题的混合也可以通过第一格进行归谬法证明,亚历山大解释了前提的转换步骤与矛盾的推导,并探讨了这种证明方式与标准归谬法之间的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.108

" Ἐγχωρεῖ δὲ καὶ διὰ τοῦ πρώτου σχήματος ποιῆσαι τὸ ἀδύνατον θέντα τῷ Γ τὸ Β ὑπάρχειν.1" Ὃ λέγει καὶ δείκνυσι τοιοῦτόν ἐστιν· ὅτι ἀδύνατον τὸ ὑποτεθὲν ἐπὶ ταῖς κειμέναις προτάσεσι ταῖς ‘τὸ Α παντὶ τῷ Β ὑπάρχει, τὸ Β τῷ Γ παντὶ ἐνδέχεται’, 〈τὸ〉 ‘τὸ Α οὐκ ἐνδέχεται παντὶ τῷ Γ’ (τοῦτο γὰρ ὑπετέθη τὸ συμπέρασμα), ὅτι οὖν τοῦτο ἀδύνατον, ἔστι, φησί, καὶ διὰ τοῦ πρώτου σχήματος δεῖξαι·2 νῦν γὰρ ἐδείχθη διὰ τοῦ τρίτου. δείκνυσι δὴ τοῦτο λαβὼν ἀμφοτέρας τὰς προτάσεις ἀνάπαλιν, τὴν μὲν ὑπάρχουσαν ἐνδεχομένην τὴν δὲ ἐνδεχομένην ὑπάρχουσαν· λαμβάνει γὰρ τὸ μὲν Α τῷ Β ἐνδέχεσθαι παντί (ἦν δὲ ὑπάρχουσα αὕτη καθόλου καταφατική), τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχειν· ἦν δὲ ἐνδεχόμενον παντί. οὕτως δὴ ληφθεισῶν τῶν προτάσεων οὐδὲν μὲν ἀδύνατον ἔσται κείμενον· οὔτε γὰρ τὸ ὑπάρχον ἐνδέχεσθαι ὑπάρχειν ἀδύνατον, οὔτε τὸ ἐνδεχόμενον ὑπάρχειν. τὸ μέντοι συμπέρασμα ἀδύνατον τὸ ὑποτεθὲν ἐπὶ τούτοις κειμένοις, ὅπερ ἔξωθεν εἴασε, τὸ τὸ Α μὴ παντὶ ἐνδέχεσθαι τῷ Γ. συνάγεται γὰρ ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ οὔσῃ ἐκ καθόλου καταφατικῆς ἐνδεχομένης τῆς μείζονος καὶ καθόλου καταφατικῆς ὑπαρχούσης τῆς ἐλάττονος καθόλου καταφατικὸν ἐνδεχόμενον συμπέρασμα, ὡς ἐδείχθη πρὸ ὀλίγου· τῆς γὰρ μείζονος οὔσης ἐνδεχομένης ὑπαρχούσης δὲ τῆς ἐλάττονος ἐνδεχόμενον ἐδείχθη γινόμενον συμπέρασμα. ἀδύνατον δέ, ὃ ἐνδέχεται παντί, τοῦτο μὴ ἐνδέχεσθαι παντί· ἀντίφασις γάρ. τὸ ἄρα ἀντικείμενον τοῦ ὑποτεθέντος ἔσται συμπέρασμα, ὅ [οὐ παντὶ] ἐστι τὸ ἐνδέχεσθαι τὸ Α παντὶ τῷ Γ. μετέλαβε δὲ τὴν μείζονα ὑπάρχουσαν οὖσαν εἰς τὴν ἐνδεχομένην οὐχ ὡς μὴ γινομένου τοῦ συμπεράσματος ἀδυνάτου, εἰ καὶ ὑπάρχουσαι ἦσαν ἄμφω (παντὶ μὲν γὰρ ὑπάρχειν συνήγετο τὸ Α τῷ Γ ἀμφοτέρων οὐσῶν ὑπαρχουσῶν, οὗ ὄντος ἀληθοῦς 〈ἀδύνατον〉 ἐδείκνυτο τὸ ὑποτεθὲν συμπέρασμα τὸ τὸ Α μὴ ἐνδέχεσθαι παντὶ τῷ Γ), ἀλλὰ βουληθεὶς ἀντίφασιν δεῖξαι ποιοῦν τὸ ὑποκείμενον τῷ συναγομένῳ, ὅπερ πρόδηλόν ἐστι καὶ ἀναμφιλέκτως ἀδύνατον. ἔτι τε τοῦτ’ ἔστι καὶ τὸ ὀφειλόμενον δειχθῆναι τῇ τοῦ ὑποτεθέντος ὡς ἀδυνάτου ὑποθέσει. τὸ γὰρ ‘ἐνδέχεται παντὶ’ τῷ ‘μὴ ἐνδέχεται παντὶ’ ἀντιφατικῶς ἀντίκειται· συνάγεται δὲ τὸ ἐνδέχεσθαι παντὶ τῆς μείζονος τῆς ΑΒ ἐνδεχομένης καταφατικῆς τεθείσης. δύναται δὲ τῷ ἐνδέχεσθαι ἀντὶ τοῦ ὑπάρχειν κεχρῆσθαι πάλιν ἐπὶ τῆς ΑΒ προτάσεως καὶ ἐπὶ τοῦ συμπεράσματος, ὡς καὶ πρὸ ὀλίγου. οὐ μὴν τοιαύτη ἡ δεῖξις κατὰ τὴν εἰς ἀδύνατον ἀπαγωγὴν γέγονεν· οὐ γὰρ τῷ ὑποτεθέντι, ὃ ἦν ἀντικείμενον τῷ δειχθῆναι προκειμένῳ, προσελήφθη πρότασίς τις τῶν κειμένων καὶ συνήγαγεν ἀδύνατον, οὗ τῇ ἀναιρέσει ἀναιρούμενον τὸ ὑποτεθὲν κατεσκεύαζε τὸ ἀντικείμενον αὐτοῦ, ἀλλὰ δύο προτάσεις ληφθεῖσαι,3 ἡ μὲν μία ἀληθὴς καὶ κειμένη ἡ δὲ μεταληφθεῖσα εἰς ψεῦδος μὲν οὐ μὴν ἀδύνατον ὂν ἐπὶ ταύταις ταῖς προτάσεσιν. οὐ μὴν εἰ ἀδύνατον τοῦτο, διὰ τοῦτο τὸ ἀντικείμενον τοῦ ὑποτεθέντος εἰσάγεται· ἀδύνατον γὰρ τοῦτο. ὥστε ἄλλο τι ἐκ τῶν ληφθέντων συνάγεται καὶ τῷ μὴ πάντως γίνεσθαι ἐν τοῖς οὕτως λαμβανομένοις τὸ ἀδύνατον παρὰ τὴν ὑπόθεσιν, ὡς ἐν ἄλλοις ἐζητήκαμεν ἐπὶ πλέον.

“通过设定Β属于Γ,也有可能通过第一格产生不可能的结果。” 他所说和所证明的是这样的:在所设定的各前提“Α属于所有Β,Β可能属于所有Γ”之上所假定的内容,〈即〉“Α不可能属于所有Γ”(因为这是作为结论被假定的),那么这一内容是不可能的,他说,也有可能通过第一格来证明;因为刚才它是通过第三格被证明的。于是,他通过反向接受两个前提,即将实存在前提作为可能前提、将可能前提作为实存在前提,证明了这一点;因为他设定Α可能属于所有Β(但这原是全称肯定实存在前提),而Β属于所有Γ(但这原是可能属于所有)。在如此接受各前提之后,所设定的前提中便没有任何不可能之处;因为无论将实际属于者当作可能属于,还是将可能者当作实际属于,都不是不可能的。然而,在设定了这些前提之上所假定的结论——即他留在外面的“Α不可能属于所有Γ”——却是不可能的。因为在摆出的组合中,由作为全称肯定可能前提的大前提和作为全称肯定实存在前提的小前提所构成,正如不久前所证明的,推导出了一个全称肯定可能前提的结论;因为已经证明,当大前提是可能前提而小前提是实存在前提时,产生的是可能前提的结论。而可能属于所有者,这[同一事物]不可能属于所有,这是不可能的;因为这是矛盾。因此,与所假定者相对立的命题将是结论,即Α可能属于所有Γ。而他将作为实存在前提的大前提转换为可能前提,并不是因为若两者都是实存在前提结论就不会变成不可能的(因为如果两者都是实存在前提,推导出的就是Α属于所有Γ,并且由于这是真的,所假定的结论“Α不可能属于所有Γ”就会被证明是不可能的),而是因为他希望证明所设定的假定与所推导出的结论构成了矛盾,而这是显而易见且无可争辩地不可能的。再者,这也是通过将所假定者作为不可能者的假定而应当被证明的事情。因为“可能属于所有”与“不可能属于所有”是矛盾对立的;而当大前提ΑΒ被设为肯定可能前提时,推导出的正是“可能属于所有”。不过,正如不久前一样,在大前提ΑΒ以及结论上,他再次用“可能”代替了“属于”,这也是有可能的。然而,按照归于不可能的证明并不是以这种方式产生的;因为并不是在与摆在前面要证明的命题相对立的所假定者上,额外附加了所设定的诸前提中的某个前提并推导出了一个不可能的结果,从而通过否定该结果而否定了所假定者并确立了其对立面;相反,是接受了两个前提,一个是真实的且已设定的前提,另一个是转换为假但并非不可能的前提,在这两个前提之下进行推导。然而,即使这是不可能的,与所假定者相对立的命题也绝不是因此而被引入的;因为这是不可能的。因此,根据所接受的诸前提推导出了某种别的东西,并且在以此方式接受的事物中,不可能的结果绝非在所有情况下都是因假定而产生的,正如我们在其他著作中更详细地探讨过的那样。

语法注3 条
  1. 2.108θέντα τῷ Γ τὸ Β ὑπάρχειν

    宾格分词 θέντα 与不定式 ποιῆσαι 的逻辑主语(不定的论证者或读者)一致,表示手段或方式(“通过设定……”)。与格 τῷ Γ 和宾格 τὸ Β 分别是不定式 ὑπάρχειν 的补足语和主语(“Β属于Γ”)。

  2. 2.108Ὃ λέγει καὶ δείκνυσι τοιοῦτόν ἐστιν· ὅτι ἀδύνατον τὸ ὑποτεθὲν [...] ὅτι οὖν τοῦτο ἀδύνατον, ἔστι, φησί, καὶ διὰ τοῦ πρώτου σχήματος δεῖξαι

    在主句 Ὃ λέγει καὶ δείκνυσι τοιοῦτόν ἐστιν(“他所说和所证明的是这样的”)之后,由 ὅτι ἀδύνατον τὸ ὑποτεθὲν ... 引出名词性从句;由于中途插入了对前提的说明,随后以 ὅτι οὖν τοῦτο ἀδύνατον 重述(resumptive ὅτι),引出谓语部分 ἔστι, φησί, καὶ διὰ τοῦ πρώτου σχήματος δεῖξαι。

  3. 2.108ἀλλὰ δύο προτάσεις ληφθεῖσαι

    与前句的否定分句 οὐ γὰρ τῷ ὑποτεθέντι [...] προσελήφθη πρότασίς τις 相对比,此处并未出现限定动词,而是使用了主格分词短语 δύο προτάσεις ληφθεῖσαι(悬垂主格/破格语法)。根据后续语境(ἐπὶ ταύταις ταῖς προτάσεσιν),其骨架为“而是接受了两个前提[从而进行了推导]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:187.9-188.17