← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§185.32-187.8

第一格实存在与可能混合前提的归谬法证明

亚历山大注解了亚里士多德在34a34中通过归谬法证明第一格中大前提为实存在、小前提为可能命题的混合三段论。他澄清了亚里士多德文本中的简略表述与术语借用,并解释了归谬所得出的不可能结论如何根据前文证明的原理(可能的假不能推出不可能的结果)反驳与结论相对立的假设。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.107

" Διωρισμένων δὲ τούτων ὑπαρχέτω τὸ Α παντὶ τῷ Β." Εἰπὼν καὶ προδιομολογησάμενος περὶ τῆς ἀκολουθίας τοῦ συμπεράσματος πρὸς τὰς προτάσεις, ᾗ προσχρῆσθαι μέλλει, ἐπανῆλθεν ἐπὶ τὰ προκείμενα, καὶ λέγει περὶ τῶν συζυγιῶν τῶν μικτῶν ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης ἐν πρώτῳ σχήματι τῆς μείζονος οὔσης ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης. ἡ δὲ δεῖξις αὐτῷ τοῦ συλλογιστικὰς εἶναι τὰς τοιαύτας συζυγίας, ἐν αἷς ἡ μείζων ἐστὶν ὑπάρχουσα, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς γίνεται· διὸ καὶ εἶπε μὴ εἶναι τοὺς ἐν ταῖς τοιαύταις μίξεσι γινομένους συλλογισμοὺς τελείους. λαμβάνει δὲ τὸ μὲν Α τῷ Β παντὶ ὑπάρχειν, τὸ δὲ Β τῷ Γ ἐνδέχεσθαι παντί, καί φησι τὸ Α τῷ Γ παντὶ ἐνδέχεσθαι. εἰ γὰρ μὴ τοῦτο, τὸ ἀντικείμενον· ἀντίκειται δὲ τῷ ‘ἐνδέχεται παντί’ τὸ ‘οὐκ ἐνδέχεται παντί’, ὃ ἴσον ἐστὶ τῷ ‘ἐξ ἀνάγκης τινὶ οὐχ ὑπάρχει’. θεὶς δὲ τοῦτο μεταλαμβάνει τὴν ΒΓ τὴν ἐνδεχομένην καθόλου καταφατικὴν εἰς ὑπάρχουσαν καθόλου καταφατικήν, ὃ ψεῦδος μέν ἐστιν, οὐ μὴν ἀδύνατον τῷ κεῖσθαι τὸ Β τῷ Γ ἐνδέχεσθαι παντὶ τὸ δὲ ἐνδεχόμενον ὑπάρχειν τινὶ μὴ εἶναι ἀδύνατον καὶ ὑπάρχειν λαβεῖν.1 ἐκ δὴ τῶν ‘τὸ Α τῷ Γ ἐξ ἀνάγκης τινὶ οὐχ ὑπάρχει’ καὶ ‘τὸ Β τῷ Γ παντὶ ὑπάρχει’ συνάγεται ἐν τρίτῳ σχήματι τὸ Α μὴ ἐνδέχεσθαι παντὶ ὑπάρχειν τῷ Β, ὅ ἐστιν ἀδύνατον· ἔκειτο γὰρ αὐτῷ παντὶ ὑπάρχειν. εἶπε δὲ τὸ εἰ οὖν τὸ μὲν Α μὴ ἐνδέχεται τῷ Γ ἐνδεέστερον· λείπει γὰρ τὸ ‘παντί’· τοῦτο γὰρ τὸ ἀντικείμενον τῷ ἐνδέχεσθαι παντί. τὸ δὲ Α οὐ παντὶ τῷ Β ἐνδέχεται εἶπεν ὡς ἴσον τῷ οὐ παντὶ ὑπάρχειν· τοῦτο γὰρ ἐδείχθη συναγόμενον ἐν τρίτῳ σχήματι ἐν ταῖς μίξεσι ταῖς ἐξ ἀναγκαίας καὶ ὑπαρχούσης, ἐν αἷς ἦν ἡ μὲν ἐλάττων καθόλου καταφατικὴ ὑπάρχουσα ἡ δὲ μείζων ἐπὶ μέρους ἀποφατικὴ ἀναγκαία· ἐπὶ μέρους γὰρ ἀποφατικὸν ὑπάρχον τὸ συμπέρασμα. ἀλλὰ καὶ τὸ ἀλλ’ ὑπέκειτο παντὶ ἐνδέχεσθαι ὑπάρχειν εἶπεν ἀντὶ τοῦ ‘ὑπέκειτο παντὶ ὑπάρχειν’· ὑπάρχουσα γὰρ ἡ καθόλου καταφατικὴ ἡ ΑΒ. ἐξ οὗ δῆλον, ὅτι καὶ ἐπὶ τοῦ συμπεράσματος τὸ 〈Α〉 οὐ παντὶ τῷ Β ἐνδέχεται εἶπεν ὡς ἴσον τῷ οὐ παντὶ ὑπάρχειν τὸ Α τῷ Β. οὕτως δὲ γίνεται καὶ τὸ συναγόμενον ἀδύνατον, εἰ κειμένου τοῦ Α παντὶ τῷ Β ὑπάρχειν συνάγοιτο τινὶ μὴ ὑπάρχειν· ἀδύνατον γὰρ τὸ παντὶ ὑπάρχον τινὶ μὴ ὑπάρχειν. οὐκέτι δὲ ἀδύνατον, ὃ αὐτὸς δοκεῖ διὰ τῶν λέξεων λαμβάνειν·2 οὐ γὰρ ἀδύνατον κειμένου τοῦ Α τῷ Β ἐνδέχεσθαι παντί, ὃ εἶπε, καὶ τὸ ἐνδέχεσθαι καὶ μὴ παντί, ὃ καὶ αὐτὸ εἰρηκέναι δοκεῖ, ἐπεὶ τὸ αὐτὸ οἷόν τε καὶ παντὶ ἐνδέχεσθαι καὶ μηδενί. ἀλλ’, ὥσπερ εἶπον, τῷ ἐνδέχεσθαι ἐπ’ ἀμφοτέρων ἀντὶ τοῦ ὑπάρχειν ἐχρήσατο, ἐπεὶ καὶ κατὰ τούτου κατηγορεῖται. ἀδύνατον δὴ τὸ συναγόμενον εὑρὼν καὶ δείξας ἐπὶ ταῖς προκειμέναις προτάσεσι, τῇ τε ὑποθέσει τῆς ἀντικειμένης τῷ συμπεράσματι καὶ τῇ μεταληφθείσῃ εἰς ψεῦδος μὲν οὐ μὴν ἀδύνατον, τοῖς δεδειγμένοις προσχρῆται καί φησι τὸ ἀδύνατον ἠκολουθηκέναι μὴ τῇ ψευδεῖ· αὕτη γὰρ ἦν ψευδὴς μὲν δυνατὴ δέ, δυνατῷ δὲ τὸ ἀκολουθοῦν δυνατὸν ἀλλ’ οὐκ ἀδύνατον, ὡς ἐδείχθη· τῇ ἑτέρᾳ ἄρα, τῇ ὑποθέσει. ἀδύνατος ἄρα ἐκείνη, ἐπεὶ δεῖ τι τῶν κειμένων ἀδύνατον εἶναι, οὐκ ἔστι δὲ ἡ ἑτέρα ἀδύνατος. τὸ ἀντικείμενον ἄρα τῆς ὑποθέσεως ἀληθές· ἔστι δὲ τοῦτο τὸ Α τῷ Γ ἐνδέχεσθαι παντί· τῷ γὰρ οὐκ ἐνδέχεσθαι παντὶ ἀντιφατικῶς ἀντίκειται τὸ ‘ἐνδέχεται παντί’.

“在这些规定之后,让Α属于所有Β。” 在谈论并预先就结论对前提的推论关系达成一致之后——他将要利用这一推论关系——,他回到了摆在前面的主题,并谈论第一格中由实存在前提和可能前提组成的混合组合,其中大前提是实存在前提,小前提是可能前提。而他对大前提为实存在前提的这类组合是三段论式的证明,是通过归于不可能而进行的;因此他也说过,在这类混合中产生的各三段论并不是完全的。他假定Α属于所有Β,Β可能属于所有Γ,并且他说Α可能属于所有Γ。因为如果不这样,那就是相反者;而与“可能属于所有”相对立的是“不可能属于所有”,这等同于“必然不属于某些”。在设定了这一点之后,他把全称肯定可能前提ΒΓ转换为全称肯定实存在前提,这虽是假的,却绝非是不可能的,因为设定了Β可能属于所有Γ,且把可能属于某物的事物当作实际属于某物来接受并不是不可能的。那么,从“Α必然不属于某些Γ”和“Β属于所有Γ”出发,在第三格中推导出了Α不可能属于所有Β,这是不可能的;因为曾设定它属于它的全部。而他说“那么如果Α不可能属于Γ”是较为欠缺的;因为缺少了“所有”;因为这才是与“可能属于所有”相对立的。至于他说“Α并非可能属于所有Β”,是作为等同于“不属于所有”而说的;因为这一点已被证明是在第三格中由必然前提与实存在前提构成的混合中被推导出来的,在那些混合中,小前提是全称肯定实存在前提,大前提是特称否定必然前提;因为结论是特称否定实存在命题。不仅如此,他说“但曾假定可能属于所有”,也是代替了“曾假定属于所有”;因为全称肯定前提ΑΒ是实存在前提。由此显然,在结论上他说“〈Α〉并非可能属于所有Β”,同样也是作为等同于Α不属于所有Β而说的。而这样一来,如果设定了Α属于所有Β,却推导出了不属于某些,那么所推导出的结果就变成了不可能的;因为属于所有者不属于某些,这是不可能的。但他自己通过言辞似乎所接受的内容,就再不是不可能的了;因为正如他所说,当设定了Α可能属于所有Β时,可能也并非属于所有,这也并非不可能,而这一点他似乎也说了,因为同一事物能够既可能属于所有又可能属于无。但是正如我所说的,他在两种情况下都用“可能”代替了“属于”,因为这确实也就它而被述说。因此,既然发现并在所提出的前提之下——即在与结论相对立者的假定之下,以及在被转换为假但并非不可能的前提之下——证明了所推导出的结果是不可能的,他就利用了所证明的原理,并说不可能的结果并不是随假前提而来的;因为这个前提虽假但却是可能的,而正如所证明的那样,随可能之物而来的事物是可能而非不可能的;因此,是随另一个前提,即假定而来的。所以那个[假定]是不可能的,因为所设定的前提中必须有某个是不可能的,而另一个并非不可能。因此,该假定的对立面是真实的;而这就是Α可能属于所有Γ;因为与“不可能属于所有”矛盾对立的是“可能属于所有”。

语法注2 条
  1. 2.107τῷ κεῖσθαι τὸ Β τῷ Γ ἐνδέχεσθαι παντὶ τὸ δὲ ἐνδεχόμενον ὑπάρχειν τινὶ μὴ εἶναι ἀδύνατον καὶ ὑπάρχειν λαβεῖν

    表示原因的与格定冠词 τῷ 统辖着两个并列的带不定式的宾格从句:κεῖσθαι τὸ Β... 以及 τὸ δὲ ἐνδεχόμενον... μὴ εἶναι ἀδύνατον。在前者中,κεῖσθαι 的主语是从句性名词短语 τὸ Β τῷ Γ ἐνδέχεσθαι παντί;在后者中,μὴ εἶναι ἀδύνατον 构成无人称结构,其主语是不定式 λαβεῖν,而 λαβεῖν 的宾语则是 τὸ ἐνδεχόμενον ὑπάρχειν τινί。

  2. 2.107οὐκέτι δὲ ἀδύνατον, ὃ αὐτὸς δοκεῖ διὰ τῶν λέξεων λαμβάνειν

    关系代词 ὃ 是 λαμβάνειν 的宾语,先行词是省略的主语[τοῦτο](“他自己通过文词似乎所理解的那件事[τοῦτο ὃ...]已不再是不可能的了[οὐκέτι δὲ ἀδύνατον]”)。接下来的语境解释了亚里士多德字面上使用“可能”一词看似未造成不可能,因而亚历山大将其解释为替代“实际属于”使用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:185.32-187.8