- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:184.19-185.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德如何将先前提出的推论规则(可能随可能而来)推广到三段论(从前提推出结论),阐明了仅由单一前提无法必然推出任何结论,并说明了假但并非不可能的假设所导出的结论同样只是假而绝非不可能。
" Ἔτι τὸ ὄντος τοῦ Α τὸ Β εἶναι οὐχ ὡς ἑνός τινος ὄντος τοῦ Α τὸ Β ἔσται δεῖ ὑπολαβεῖν·1 οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος, ἀλλὰ δυοῖν ἐλαχίστοιν." Δείξας πᾶσαν ἀκολουθίαν ἀναγκαίαν οὕτως ἔχουσαν ὡς τῷ τρόπῳ τῆς κατὰ τὸ δυνατὸν ὑπάρξεως τῷ ἡγουμένῳ ἀκολουθεῖν καὶ τὴν τοῦ ἑπομένου αὐτοῦ ὕπαρξιν ὁμοίαν μεταφέρει τὸ καθόλου δεδειγμένον ἐπὶ τὴν συλλογιστικὴν ἀκολουθίαν, οὗ χάριν καὶ τὴν δεῖξιν ἐποιήσατο. καὶ εἴη ἂν δυνάμει τὸ λεγόμενον τοιοῦτο· δεῖ μὴ μόνον ὡς ἐπὶ τῶν ἁπλῶν ἀκολουθήσεων εἰρημένον λαμβάνειν τοῦτο, ἀλλὰ καὶ ἐπὶ τῶν κατὰ συλλογισμὸν γινομένων· καὶ γὰρ ἐν τούτοις ἀκολουθεῖ τὸ συμπέρασμα ταῖς προτάσεσιν· εἰ γὰρ αἱ προτάσεις, καὶ τὸ συμπέρασμα, ὥστε καὶ δυνατῶν οὐσῶν καὶ δυνατὸν ἔσται, καθ’ ὃ ἂν σημαινόμενον τοῦ δυνατοῦ λαμβάνωνται. ἂν δὴ ἀντὶ μὲν τῶν προτάσεων ληφθῇ τὸ Α ἀντὶ δὲ τοῦ συμπεράσματος τὸ Β, εἴη ἂν ἡ προειρημένη δεῖξις ἁρμόζουσα καὶ ταῖς τοιαύταις ἀκολουθίαις. τὸ δὲ οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος δεῖ καὶ αὐτὸ ἀκοῦσαι, ὅτι συλλογιστικῶς· οὕτως γὰρ οὐκ ἔστιν ἐξ ἀνάγκης. τὸ δὲ ὥσπερ οὖν εἴ τις θείη τὸ μὲν Α τὰς προτάσεις τὸ δὲ Β τὸ συμπέρασμα ἴσον ἐστὶ τῷ ‘καὶ εἴ τις τὸ μὲν Α ἀντὶ τῶν προτάσεων λάβοι τὸ δὲ Β συμπέρασμα’.
“此外,不应当把‘当Α存在时Β存在’理解为当Α是某种单一之物时Β将存在;因为当某种单一之物存在时,没有任何事物出于必然存在,而至少要有两个存在。” 在证明了每一个必然的推论关系都处于这样的状态,即依按照可能而实际属于的样态,后件本身的实际属于也同样随着前件而来之后,他把这种普遍证明了的事情转移到三段论的推论关系上,这正是他做出该证明的目的所在。所言之事按其效力大概是这样的:“不仅应当把这理解为就单纯的推论关系而言,而且也应当理解为就按照三段论而产生的情况而言;因为在这些情况中,结论同样随前提而来。因为如果前提存在,结论也存在,从而当[前提]是可能的时,[结论]也将是可能的,无论它们按可能的哪种含义被理解。如果用Α代替诸前提,用Β代替结论,那么先前所述的证明也将适用于这类推论关系。”而对于“因为当某种单一之物存在时,没有任何事物出于必然存在”这句文本,也必须将其理解为:按三段论而言;因为按这种方式它不是出于必然的。至于“正如假若有人把Α定为诸前提,把Β定为结论”这句文本,与“又假若有人用Α代替诸前提,把Β当作结论”是等同的。
"Τούτου δὲ δειχθέντος φανερόν, ὅτι ψεύδους ὑποτεθέντος καὶ μὴ ἀδυνάτου καὶ τὸ συμβαῖνον διὰ τὴν ὑπόθεσιν ψεῦδος ἔσται καὶ οὐκ ἀδύνατον." Ἔτι τὸ οὗ χάριν ἔδειξε τῷ δυνατῷ τὸ δυνατὸν ἀκολουθεῖν, τοῦτο φανερὸν ποιεῖ. ἐπεὶ γὰρ ὁποῖον ἂν ᾖ τὸ ἡγούμενον πρὸς ὕπαρξιν, τοιοῦτον ἐδείχθη καὶ τὸ ἑπόμενον ἐν ταῖς ἀναγκαίαις ἀκολουθίαις, δῆλον ὅτι μὴ ταὐτόν ἐστι τὸ ψεῦδός τε καὶ τὸ ἀδύνατον, ἀλλ’ ἔστιν αὐτῶν διαφορά. οὐ γάρ, εἴ τι ψεῦδός ἐστι, τοῦτο ἤδη καὶ ἀδύνατον· ἔστι γὰρ ψεῦδος δυνατόν· ὁ γὰρ τὸ ἐνδεχόμενον εἶναι μηδέπω δὲ ὂν ὑποθέμενος εἶναι ψεῦδος μὲν τίθησιν, οὐ μὴν ἀδύνατον. ψεύδους δ’ ὄντος τοῦ ἡγουμένου δυνατοῦ δὲ ψεῦδος ἔσται ὅλως καὶ τὸ ἑπόμενον, οὐ μὴν ἀδύνατον. ἐγχωρεῖ μὲν γὰρ καὶ ἀληθὲς εἶναι τὸ συμπέρασμα ψευδῶν οὐσῶν τῶν προτάσεων, ὡς τῷ δευτέρῳ δείξει. ἀλλ’ εἰ καὶ ψεῦδος εἴη, οὕτως ἔσται ψεῦδος, ὡς μὴ ἀδύνατον εἶναι· εἰ γὰρ εἴη ἀδύνατον ἐπὶ προτάσεσιν ἢ προτάσει ψευδεῖ μὲν μὴ ἀδυνάτῳ δέ, ἕποιτο ἂν πάλιν δυνατῷ ἀδύνατον. εἰ δὲ ἐν συλλογισμῷ τινι ὑποτεθείσης μιᾶς προτάσεως ψευδοῦς μὲν οὐκ ἀδυνάτου δὲ ἀδύνατον τὸ ἑπόμενον εἴη, οὐ παρὰ τὸ ψεῦδος μὲν οὐ μὴν ἀδύνατον εἴη ἂν τοῦτο τὸ ἀκολουθῆσαν ἀδύνατον, ἀλλὰ παρὰ τὸ θάτερον τῶν, οἷς ἠκολούθησεν, ἀδύνατον εἶναι καὶ αὐτό·2 οὐ γὰρ ἑνί τινι κειμένῳ ἐν ταῖς συλλογιστικαῖς ἀκολουθίαις ἕπεταί τι ἐξ ἀνάγκης, ὡς εἶπε. τὸ δὲ εἰ γὰρ ἀδύνατον, ἅμα τὸ αὐτὸ ἔσται δυνατὸν καὶ ἀδύνατον εἶπε διὰ τὸ ἂν ᾖ τοῦ ἡγουμένου δυνατοῦ ὄντος τὸ ἑπόμενον ἀδύνατον, γίνεσθαι αὐτό,3 καθ’ ὅσον μὲν ἕπεται τῷ ἡγουμένῳ δυνατῷ ὄντι καί, ὅτε ἐκεῖνό ἐστι, καὶ αὐτὸ εἶναι ὀφείλει, δυνατόν, καθ’ ὅσον δὲ ὑπόκειται ἀδύνατον εἶναι, ἀδύνατον· τὸ γὰρ ἁπλῶς ἀδύνατον καὶ τότε ἐστὶν ἀδύνατον, ὅτε αὐτοῦ τὸ ἡγούμενον δυνατόν ἐστιν.
“在这一点被证明之后,显然,当一个假而并非不可能的事物被假定时,由于该假定而产生的结果也将是假而并非不可能的。” 此外,他清楚地表明了自己为了什么目的而证明可能随可能而来。因为既然已经证明,在前件就实际属于而言具有何种性质时,在必然的推论关系中后件也具有何种性质,那么显然假与不可能并不是同一回事,而是它们之间存在着差别。因为绝非如果某物是假的,这物就立刻也是不可能的;因为存在着可能的假。因为那个把可能存在但尚未存在之物假定为存在的人,固然设定了假,却绝非设定了不可能。当作为前件的事物是假而是可能的时候,总的来说后件也将是假的,但绝非是不可能的。因为正如他将在第二卷中证明的那样,当诸前提为假时结论也可能是真的。但即使它是假的,它也将以并非不可能的方式为假;因为如果结论在假而并非不可能的诸前提或前提之下是不可能的,那么不可能之物就将再次随可能之物而来了。如果在某个三段论中,当一个前提被假定为假而并非不可能时,后件却是不可能的,那么这个随之而来的不可能之物并不是由于[前提]虽假却非不可能,而是由于后件所随之而来的诸前提中的另一个前提本身也是不可能的;因为正如他所说,在三段论的推论关系中,当设定了某种单一之物时,没有任何事物是出于必然随之而来的。而他之所以说“因为如果它是不可能的,那么同一事物将同时是可能的和不可能的”,是因为如果在前件是可能的时候后件是不可能的,那么就后件随可能的前件而来、且在前件存在时后件本身也应当存在而言,它便成了可能的;而就后件被设定为不可能而言,它便成了不可能的;因为单纯不可能之物,在其前件是可能的时候也同样是不可能的。
- 2.105Ἔτι τὸ ὄντος τοῦ Α τὸ Β εἶναι οὐχ ὡς ἑνός τινος ὄντος τοῦ Α τὸ Β ἔσται δεῖ ὑπολαβεῖν
名词化不定词短语 τὸ ὄντος τοῦ Α τὸ Β εἶναι 置于句首,作为整个句子的主题并担任 δεῖ ὑπολαβεῖν 的宾语。否定词 οὐχ 则修饰 ὡς 引导的表理解方式的分句(οὐχ ὡς ἑνός τινος ὄντος...),规定了不能将其理解为当Α仅为单一前提时的关系。
- 2.106οὐ παρὰ τὸ ψεῦδος μὲν οὐ μὴν ἀδύνατον εἴη ἂν τοῦτο τὸ ἀκολουθῆσαν ἀδύνατον, ἀλλὰ παρὰ τὸ θάτερον τῶν, οἷς ἠκολούθησεν, ἀδύνατον εἶναι καὶ αὐτό
该句由表示因果对比的结构 οὐ παρὰ τὸ... ἀλλὰ παρὰ τὸ...(不是由于……而是由于……)构成。前一个 παρὰ τὸ 后面接被实质名词化的形容词短语 ψεῦδος μὲν οὐ μὴν ἀδύνατον;后一个 παρὰ τὸ 则引导一个带对格主语的不定词短语(θάτερον ... ἀδύνατον εἶναι καὶ αὐτό,“另一个前提自身也是不可能的”)。主节谓语是 εἴη ἄν(潜在祈愿语气),其主语为 τοῦτο τὸ ἀκολουθῆσαν ἀδύνατον。
- 2.106διὰ τὸ ἂν ᾖ τοῦ ἡγουμένου δυνατοῦ ὄντος τὸ ἑπόμενον ἀδύνατον, γίνεσθαι αὐτό...
表原因的介词结构 διὰ τὸ ... γίνεσθαι αὐτό(由于它变成……)中间插入了条件分句 ἂν ᾖ τοῦ ἡγουμένου δυνατοῦ ὄντος τὸ ἑπόμενον ἀδύνατον(如果在前件为可能时后件是不可能的)。不定词 γίνεσθαι 的对格主语 αὐτό 指代后件,其后并列了两个由 καθ’ ὅσον μὲν ... δυνατόν 与 καθ’ ὅσον δὲ ... ἀδύνατον 构成的述谓修饰语。
