- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:183.20-184.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德在可能之外又补充不可能的原因,并列举了生成、实际属于和必然性的条件句例证;随后对“以其他方式言说的可能”给出了概率性模态或真/必然性的解释,并通过对比狄奥多罗与斐洛的可能观,阐明了亚里士多德立足于“不受阻碍”的折中立场。
οὐ μὴν εἰ τὸ ἡγούμενον ψεῦδος, καὶ τὸ ἑπόμενον· ὡς γὰρ δυνατὸν τὸ ἀληθές, οὕτω δὴ καὶ τὸ ψεῦδος 〈ἀδύνατον〉. δύναται τὸ ἀδύνατον τῷ δυνατῷ προστεθεικέναι1 ὑπὲρ τοῦ δεῖξαι, ὅτι, καθ’ ὃ ἂν σημαινόμενον τοῦ δυνατοῦ τὸ ἡγούμενον δυνατὸν ληφθῇ, κατὰ τοῦτο τῷ δυνατῷ ἀντικείμενον τὸ ἀδύνατον οὐχ οἷόν τε τὸ τῷ δυνατῷ ἑπόμενον εἶναι, ὡς προειρήκαμεν. παράδειγμα τοῦ μὲν ἐν γενέσει δυνατοῦ ‘εἰ τέθνηκε Δίων, τό〈τε〉 τέθνηκεν ἄνθρωπος’, ἐπὶ ζῶντος ἔτι Δίωνος εἰ λέγοιτο, τοῦ δὲ κατὰ τὸ ὑπάρχειν ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν’, εἰ λέγοιτο οὔσης ἡμέρας· ὁμοίως γὰρ τῷ ἡγουμένῳ καὶ τὸ ἑπόμενον ὑπάρχον· τοῦ δ’ ἀναγκαίου ‘εἰ θεοί εἰσι, κόσμος ἐστίν’. Τὸ δὲ καὶ ὁσαχῶς ἄλλως λέγεται τὸ δυνατόν· ἐν ἅπασι γὰρ ὁμοίως ἕξει δύναται μὲν λέγεσθαι καὶ ἐπὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον καὶ τοῦ ἀορίστου καὶ τοῦ ἐπ’ ἔλαττον, ὃ ἦν ὑπὸ τὸ ἐν γενέσει δυνατόν, ἢ καὶ ἐπὶ τοῦ ἀναγκαίου, εἰ εἴη πρότερον τὸ δυνατὸν τὸ ὡς ἀληθὲς εἰληφώς· ἢ εἰ τότε τὸ ἀναγκαῖον ἔλαβε, νῦν ἂν τὸ ἀληθὲς λέγοι· καὶ γὰρ τοῦτο δυνατόν. δύναται λέγειν καὶ περὶ τῶν Δυνατῶν, τοῦ τε, ὃ Διοδώρειον λέγεται, ὃ ἢ ἔστιν ἢ ἔσται· τὸ γὰρ ἢ ὂν ἢ ἐσόμενον πάντως δυνατὸν μόνον ἐκεῖνος ἐτίθετο. τὸ γὰρ ἐμὲ ἐν Κορίνθῳ γενέσθαι δυνατὸν κατ’ αὐτόν, εἰ εἴην ἐν Κορίνθῳ, ἢ εἰ πάντως μέλλοιμι ἔσεσθαι· εἰ δὲ μὴ γενοίμην, οὐδὲ δυνατὸν ἦν· καὶ τὸ τὸ παιδίον γενέσθαι γραμματικὸν δυνατόν, εἰ πάντως ἔσοιτο. οὗ εἰς κατασκευὴν καὶ ὁ Κυριεύων ἠρώτηται λόγος [ὁ] ὑπὸ τοῦ Διοδώρου. ὁμοίως καὶ περὶ τοῦ κατὰ Φίλωνα· ἦν δὲ τοῦτο τὸ κατὰ ψιλὴν λεγόμενον τὴν ἐπιτηδειότητα τοῦ ὑποκειμένου, κἂν ὑπό τινος ἔξωθεν ἀναγκαίου ᾖ γενέσθαι κεκωλυμένον. οὕτως τὸ ἄχυρον τὸ ἐν τῇ ἀτόμῳ ἢ τὸ ἐν τῷ βυθῷ δυνατὸν ἔλεγε καυθῆναι ὂν ἐκεῖ, καίτοι κωλυόμενον ὑπὸ τῶν περιεχόντων αὐτὸ ἐξ ἀνάγκης. ὧν ἐστι μεταξὺ τὸ ὑπ’ Ἀριστοτέλους λεγόμενον·2 δυνατὸν γὰρ καὶ τὸ οἷόν τε γενέσθαι ἀκώλυτον ὄν, κἂν μὴ γένηται. τὸ γὰρ ἄχυρον τὸ μὲν μὴ ὂν ἐν τῇ ἀτόμῳ μηδ’ ὅλως ὑπό τινος κωλυόμενον δυνατὸν καυθῆναι, κἂν μηδέποτε καυθῇ, ὅτι μὴ κεκώλυται, τὸ δὲ ὂν ἐν τῇ ἀτόμῳ καυθῆναι οὐκέτι δυνατὸν τῷ ὑπό τινος κωλύεσθαι τὴν καῦσιν αὐτοῦ. διὸ ἐκείνῳ μὲν ὑποτεθέντι καίεσθαι οὐδὲν ἀδύνατον ἕπεται· εἰ δὲ τὸ ἐν τῇ ἀτόμῳ ὂν ὑποθοῖτό τις καίεσθαι, ἀδύνατον ἀκολουθήσει αὐτῷ τὸ πάσχειν τὸ ἀπαθές, εἴ γε ἡ ἄτομος ἀπαθὴς εἶναι ὑπόκειται.
然而,绝非前件为假后件也就为假;因为正如真者是可能的一样,假者也同样是[不可能的]。他之所以将不可能之物添加到可能之物上,也可以被理解为是为了表明:无论前件的可能之物是按可能的哪种含义被理解,就该含义而言与可能之物相对立的不可能之物,正如我们先前所说,绝不可能随可能之物而来。在生成中的可能的例子是“如果狄翁死了,那时人就死了”,假若这是在狄翁仍活着时说的;依实际属于而言的可能的例子是“如果是白天,就有光”,假若这是在白天时说的(因为与前件同样,后件也是实际属于的);必然之物的例子是“如果有诸神,就有宇宙”。另一方面,“此外,无论可能以其他多少种方式被言说;因为在所有情况下都将是同样的”这句文本,既可以被理解成就绝大多数情况、不定情况以及极少数情况而言(这些曾归属于在生成中的可能之下);也可以就必然之物而言,假使他先前把可能理解为真;或者,如果他那时理解的是必然之物,现在说的就可能是真者;因为这也是可能的。他也可以被理解为是在谈论关于“诸可能”的学说:既包括被称为狄奥多罗式的可能,即要么现存要么将存者(因为那个人唯独把要么现存要么必定将存者定为可能;因为依他而言,我来到科林斯是可能的,如果我人在科林斯,或者如果我必定将要去那里;但如果我没有去成,它也就不是可能的;小孩成为文法学者也是可能的,如果他必定会成为的话;为了确立这一点,狄奥多罗也提出了‘主宰论证’);同样也可以被理解为是就斐洛式的可能而言。而后者是指仅依基底的单纯适宜性所言说的可能,哪怕它被某种外在的必然之物阻碍而无法生成。因此他说在原子之中或在深渊之中的干草即使处于那里也可能被烧毁,尽管由于包含它的事物而必然被阻碍。亚里士多德所言者则介于这些[学说]之间。因为在不受阻碍的情形下能够生成之物也是可能的,哪怕它并未生成。因为不在原子之中的干草,且完全不受任何事物阻碍,即使永远不被烧毁也是可能被烧毁的,因为它未受阻碍;然而在原子之中的干草,由于它的燃烧受到某种事物的阻碍,便不再是可能被烧毁的。因而,如果假定前者被烧毁,并不随之产生任何不可能的结果;但如果有人假定处于原子之中的东西被烧毁,随之而来的将是不可受影响者承受影响这一不可能的结果,至少在原子被设定为不可受影响的前提下。
- 2.104δύναται τὸ ἀδύνατον τῷ δυνατῷ προστεθεικέναι
从上下文看,δύναται 的逻辑主语自然应视为承前省略的亚里士多德,它统辖完成时不定式 προστεθεικέναι,意为“他或许/也可以被理解为补充了……”。虽然在语法上也可以作非人称理解(“解释为……被添加是可能的”),但鉴于下文出现的 δύναται λέγειν 同样隐含有亚里士多德作为主语,此处一致地将其理解为注疏家推测亚里士多德写作意图的表达。
- 2.104ὧν ἐστι μεταξὺ τὸ ὑπ’ Ἀριστοτέλους λεγόμενον
属格关系代词 ὧν 的先行词指代前文刚刚讨论的两种学说:狄奥多罗的立场(将可能极端局限于必定实现者)与斐洛的立场(即便有外在阻碍仍仅凭基底适宜性而将可能极端扩大)。μεταξύ 统辖该属格,构成“亚里士多德所言者介于这两者之间”的骨架。
