- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:182.20-183.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了亚里士多德在《前分析篇》34a12中将“可能”与“不可能”的概念从生成拓展至实际属于和为真的论述,并阐明了推论关系中的模态规则:可能模态从前件推至后件,而不可能性与虚假则从后件逆推至前件。
" Δεῖ δὲ λαμβάνειν μὴ μόνον ἐν τῇ γενέσει τὸ δυνατὸν καὶ ἀδύνατον, ἀλλὰ καὶ ἐν τῷ ἀληθεύεσθαι καὶ ἐν τῷ ὑπάρχειν." Εἰπὼν καὶ δείξας ἐν ταῖς ἀκολουθίαις, ὅτι δυνατοῦ ὄντος τοῦ ἡγουμένου δυνατόν ἐστι καὶ τὸ ἑπόμενον, προστίθησιν, ὅτι, κἂν ὑπάρχον ᾖ τὸ ἡγούμενον, ὑπάρχον ἔσται καὶ τὸ ἑπόμενον, κἂν ἀναγκαῖον, ἀναγκαῖον ὁμοίως. τοῦτο δὲ ἐδήλωσε διὰ τοῦ εἰπεῖν δεῖν λαμβάνειν τὰ εἰρημένα μὴ ὡς μόνον εἰρημένα ἐπὶ τοῦ δυνατοῦ τοῦ ἐν γενέσει. ἔστι δὲ τὸ ἐν γενέσει δυνατὸν καὶ ἐνδεχόμενον, ὃ μήπω μέν ἐστι, οἷόν τε δὲ γενέσθαι, οὗ τὸν ὅρον ἀποδέδωκεν. ἐφ’ οὗ αὐτῷ καὶ ἡ δεῖξις ἡ κατὰ τὴν ἀκολουθίαν γέγονε· λαβὼν γὰρ τὸ μὲν Α δυνατὸν τὸ δὲ Β ἀδύνατον εἶπεν “εἰ οὖν τὸ μὲν δυνατόν, ὅτε δυνατὸν εἶναι, γένοιτ’ ἄν”· διὰ γὰρ τοῦ “γένοιτ’ ἄν” τὸ ἐν γενέσει δυνατὸν ἐδήλωσεν. οὐ μόνον οὖν τῷ ἐν γενέσει δυνατῷ, τοῦτ’ ἔστι τῷ γενέσθαι δυνατῷ, τὸ γενέσθαι δυνατὸν ἕπεται (οὐ γὰρ ἕπεται τῷ γενέσθαι δυνατῷ τὸ γενέσθαι ἀδύνατον), ἀλλὰ καὶ εἰ τὸ δυνατὸν ὡς ὑπάρχον λαμβάνοιτο ἐπὶ τοῦ ἡγουμένου, ἐπεὶ καὶ κατὰ τούτου τὸ δυνατόν, οὐκ ἔσται ἑπόμενον αὐτῷ τὸ ἀδύνατον ὑπάρχειν ἀλλὰ τὸ δυνατὸν ὑπάρχειν τὸ ὡς ὑπάρχον.1 ἀλλὰ κἂν κατὰ τὸ ἀληθεύεσθαι λαμβάνηται τὸ ἡγούμενον δυνατόν, δεῖ καὶ τὸ ἑπόμενον ἀληθὲς εἶναι· ἀληθεῖ γὰρ ἀληθὲς ἕπεται. εἴη δ’ ἂν τὸ ἐν τῷ ἀληθεύεσθαι δυνατὸν καὶ τὸ ἀναγκαῖον λεγόμενον, ἐπεὶ τὸ ἀναγκαῖον ἀεὶ ὁ λέγων εἶναι ἀληθεύει. καὶ τῷ οὕτως δὴ δυνατῷ φησι τὸ ἑπόμενον ἔσεσθαι ἀναγκαῖον καὶ ἀεὶ ἀληθὲς καὶ ὁμοίως τῷ ἡγουμένῳ δυνατόν. τὸ δὲ ἀδύνατον δύναται μὲν καὶ ἐπὶ τῆς ἀπὸ τοῦ ἑπομένου πάλιν ἀκολουθίας εἰρῆσθαι. εἰ γὰρ ἀδύνατον τὸ ἑπόμενον, ἀδύνατον καὶ τὸ ἡγούμενον, καθ’ ὃν ἂν τρόπον ληφθῇ τὸ ἀδύνατον, ὡσαύτως γινομένου καὶ τοῦ ἡγουμένου ἀδυνάτου· εἴτε γὰρ γενέσθαι ἀδύνατον εἴη τοῦτο, καὶ τὸ ἡγούμενον,2 εἴτε ὑπάρχειν ἀδύνατον, ὁμοίως δὲ καὶ τὸ ἡγούμενον, εἴτε ἀδύνατον ἀληθεύεσθαί ποτε, ὁμοίως καὶ τὸ ἡγούμενον. ἔμπαλιν γάρ, ὡς προειρήκαμεν, ἡ ἀκολουθία ἔχει· τὸ μὲν γὰρ δυνατὸν ἀπὸ τοῦ ἡγουμένου τὴν ἀκολουθίαν ἔχει κατὰ πάντα τὰ τοῦ δυνατοῦ σημαινόμενα, τὸ δὲ ἀδύνατον ἀπὸ τοῦ ἑπομένου. ἀδυνάτου μὲν γὰρ ὄντος τοῦ ἡγουμένου οὐ κεκώλυται τὸ ἑπόμενον δυνατὸν εἶναι, ὡς ἐν τῷ ‘εἰ ἱπποκένταυρος εἶ, ζῷον εἶ’· εἰ δὲ ἀδύνατον τὸ ἑπόμενον, δεῖ καὶ τὸ ἡγούμενον ἀδύνατον εἶναι, καθ’ ὃ ἂν σημαινόμενον τὸ ἀδύνατον ληφθῇ. λέγεται γὰρ τὸ ἀδύνατον καὶ ἐπὶ τοῦ ψεύδους· διὸ καὶ εἰ ψεῦδος τὸ ἑπόμενον, ψεῦδος καὶ τὸ ἡγούμενον.
“不仅应当在生成中理解可能与不可能,而且也应当在为真中以及在属于中加以理解。” 在陈述并论证了在推论关系中当前件是可能的则后件也是可能的之后,他补充道:哪怕前件是实际属于的,后件也将是实际属于的;哪怕前件是必然的,后件同样也是必然的。而他通过说明不应当将所言之理仅当成就生成中的可能而言来表明了这一点。而在生成中的可能与偶然之物,是指尚未存在但能够生成之物,他曾给出过其定义。而他依照推论关系所作的论证也正是就此而进行的;因为他在假定Α为可能而Β为不可能之后,曾说过“因此,如果可能之物在其可能存在之时得以生成”;因为通过“得以生成”,他指明了在生成中的可能。因此,不仅随在生成中的可能(即能够生成之物)而来的,是能够生成之物(因为随能够生成之物而来的绝不是不可能生成之物),而且哪怕在推论的前件中将可能之物作为实际属于的来理解(因为可能也是就此而言的),随之而来的也将不是不可能实际属于的,而是作为实际属于的可能实际属于的。此外,哪怕前件的可能之物是就为真而言被理解的,后件也必然是真的;因为随真者而来的乃是真者。而在为真中的可能之物,也可以是指所谓必然之物,因为断言必然之物存在者总是道出真理。他指出,对于以这种方式为可能之物,后件也将是必然的且始终为真,并与前件同样是可能的。另一方面,“不可能之物”也可以反过来就来自后件的推论而言。因为如果后件是不可能的,那么前件也是不可能的,无论不可能之物是以何种方式被理解,前件都同样成为不可能的;因为无论这在生成上是不可能的,前件也是如此;还是在实际属于上是不可能的,前件同样也是如此;抑或在任何时候为真上是不可能的,前件同样也是如此。因为正如我们先前所说,推论的方向是相反的;因为可能之物在可能的所有含义上都是从前件引出推论,而不可能之物则是从后件引出推论。因为当前件是不可能的,后件并非被阻止成为可能的,如在“如果你是半人马,你就是动物”中;但如果后件是不可能的,无论不可能之物按哪种含义被理解,前件也必然是不可能的。因为不可能也是就虚假而言的;因此如果后件是假的,前件也是假的。
- 2.104τὸ δυνατὸν ὑπάρχειν τὸ ὡς ὑπάρχον
带有定冠词的短语 τὸ ὡς ὑπάρχον(作为实际属于的)以后置同位语或限定性成分的方式附加在实体化的不定词结构 τὸ δυνατὸν ὑπάρχειν(可能实际属于的)之后。它指明随之而来的事物是在“实际属于”的样态下可能属于的。
- 2.104εἴτε γὰρ γενέσθαι ἀδύνατον εἴη τοῦτο, καὶ τὸ ἡγούμενον
在 καὶ τὸ ἡγούμενον 之后,承接前分句省略了谓语成分 ἀδύνατον ἂν εἴη γενέσθαι(便不可能生成)。紧随其后的两个平行从句 εἴτε ὑπάρχειν ἀδύνατον, ὁμοίως δὲ καὶ τὸ ἡγούμενον 与 εἴτε ἀδύνατον ἀληθεύεσθαί ποτε, ὁμοίως καὶ τὸ ἡγούμενον 亦重复了这一相同的省略结构。
