← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§181.3-182.19

驳斥同一性反例与推论的模态规则

亚历山大驳斥了斯多亚派关于手指并拢及宇宙周期大火中个体同一性的反驳,确立了“如果狄翁死了,这人就死了”并非真的假言命题,随后总结了必然推论中的模态规则(前件可能蕴涵后件可能,反之则不然)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.103#4

ὡς γὰρ οὐκ ἀδύνατόν φασιν εἶναι ἀξίωμα ἐπὶ τῶν συγκειμένων δακτύλων καὶ δεικνυμένων τὸ ἐφθάρθαι τοῦτο καίτοι ψευδὲς ὂν τότε, ὅτι διαστάντων τῶν δακτύλων δύναται, ὅπερ ἦν τῆς συνθέσεως φθορά, καὶ πάλιν συντεθέντων τὸ ἐφθάρθαι τοῦτο δεικνυμένων ἀληθὲς εἶναι1 (ἐφθάρη γὰρ πρότερον, ὅτε διέστησαν οἱ δάκτυλοι), οὕτως ἀληθὲς ἔσται καὶ ἐπὶ τοῦ πάλιν γενομένου Δίωνος τὸ ‘τέθνηκεν οὗτος’, διότι πρότερον αὐτοῦ ἐχωρίσθη ἡ ψυχὴ καὶ τὸ σῶμα, ὡς ἔχει ἡ τῶν δακτύλων σύνθεσις. ὡς γὰρ ἐπὶ τῶν δακτύλων τὸ κατ’ ἀριθμὸν ἐνήλλακται μόνον καὶ ἄλλο τῷ ἀριθμῷ μόνον τὸ ὕστερον δεικνύμενον τοῦ πρότερον δεικνυμένου, οὕτως καὶ ἐπὶ τοῦ Δίωνος, εἴ γε ὁ αὐτὸς 〈ὁ〉 ὕστερος τῷ πρόσθεν. εἰ δὲ λέγοιεν ἐπὶ μὲν τῶν δακτύλων τοὺς αὐτοὺς κατ’ ἀριθμὸν εἶναι τοὺς διισταμένους τε καὶ πάλιν συντιθεμένους, ἐπὶ δὲ τοῦ Δίωνος μηκέτι τὴν αὐτὴν ψυχήν τε καὶ σῶμα κατ’ ἀριθμὸν εἶναι τὰ συντιθέμενα, οὐδὲν τοῦτο πρὸς τὸν λόγον ἐστίν, ἔστ’ ἂν ᾖ κείμενον τὸν ἰδίως ποιὸν τὸν αὐτὸν εἶναι τὸν ὕστερον τῷ πρόσθεν (τοῖς γὰρ λέγουσι τὸν αὐτὸν γίγνεσθαι τὸν ἰδίως ποιὸν ἴσως ἄπορον τὸ πῶς μὴ τῶν αὐτῶν κατ’ ἀριθμὸν συνιόντων ψυχῆς τε καὶ σώματος τὸν αὐτὸν οἷόν τε γίνεσθαι). ὁ γὰρ αὐτὸς καὶ τὴν αὐτὴν ταύτην δεῖξιν ἀναδέχεται· οὐ γὰρ ὁ αὐτὸς μὲν 〈ὁ〉 ὕστερος τῷ πρόσθεν Δίωνι, οὐκ ἐπὶ ταὐτοῦ δὲ τὸ ‘οὗτος’ κατηγορηθήσεται. ἀλλ’ εἰ τοῦτο, ἀληθὲς ἔσται ἐπ’ αὐτοῦ τὸ ‘τέθνηκεν οὗτος’ καὶ τὸ ‘τούτου κεχώρισται ἡ ψυχὴ καὶ τὸ σῶμα’. εἰ δὲ δύναταί ποτε ἀληθὲς γενέσθαι τὸ ‘τέθνηκεν οὗτος’, οὐκ ἀδύνατον· διὰ τοῦτο γὰρ δυνατόν φασιν εἶναι καὶ τὸ ‘τέθνηκε Δίων’, ὅτι ποτέ ἐστιν ἀληθές. καὶ λέγουσι δὲ καὶ τοῖς ἰδίως ποιοῖς τοῖς ὕστερον γινομένοις πρὸς τοὺς πρόσθεν παραλλαγὰς μόνον γίνεσθαι κατά τινα τῶν ἔξωθεν συμβεβηκότων, οἷαι παραλλαγαὶ καὶ ἐπὶ τοῦ αὐτοῦ μένοντός τε καὶ ζῶντος Δίωνος οὐκ ἀλλάσσουσιν αὐτόν. οὐ γὰρ ἄλλος γίνεται, εἰ πρότερον ἔχων ἐπὶ τῆς ὄψεως φακοὺς ὕστερον μηκέτ’ ἔχοι· τοιαύτας δέ φασι τὰς ἐν τοῖς ἰδίως ποιοῖς τοῖς ἐν ἄλλῳ κόσμῳ παρὰ τοὺς ἐν ἄλλῳ γίνεσθαι. ἀλλ’ εἰ μὴ ἀδύνατον τὸ ‘οὗτος τέθνηκε’ μηδὲ φθαρτὸν ἀξίωμα, ὁμολογοῖτ’ ἂν καὶ ὑπ’ αὐτῶν τὸ μὴ εἶναι συνημμένον ἀληθὲς τὸ ‘εἰ τέθνηκεν ὁ Δίων, τέθνηκεν οὗτος’· οὐ γάρ, ὅτε τὸ ‘τέθνηκε Δίων’ ἀληθές, τότε καὶ τὸ ‘τέθνηκεν οὗτος’ καίτοι μὴ ἐφθαρμένον. ὅμοιον τούτῳ καὶ τὸ ‘εἰ νύξ ἐστιν, οὐκ ἔστιν αὕτη ἡμέρα’· δυνατὸν γὰρ ἐπὶ τούτων ὥσπερ τὸ νύκτα εἶναι καὶ τὸ μὴ εἶναι ταύτην [τὴν] ἡμέραν· μεταβάλλουσα γὰρ οὐκ ἔσται. εἰ μὲν γὰρ ὁ λέγων ‘οὐκ ἔστιν αὕτη ἡμέρα’ τοῦτο λέγει, ὅτι ἡ οὖσα ἡμέρα, ὅτε ἐστίν, οὐκ ἔστιν, οὐκ ἀληθὲς τὸ συνημμένον· οὐ γὰρ ἕπεται τῷ νύκτα εἶναι τὸ μὴ εἶναι τὴν οὖσαν ἡμέραν, ὅτε ἐστίν, ἀλλὰ τὸ μὴ εἶναι ἡμέραν. εἰ δὲ λέγει, ὅτι ἡ νῦν οὖσα καὶ δεικνυμένη οὐκ ἔστι, τότε τὸ συνημμένον ἀληθές, καὶ ὁμοίως τῷ ἡγουμένῳ τὸ ἑπόμενον δυνατόν. καὶ τἆλλα δέ, ὅσα προείρηται, καὶ ἐπὶ ταύτης ἂν τῆς δείξεως λέγοιτο. Εἰδέναι δὲ δεῖ τὰς ἀκολουθίας, ὅτι δυνατοῦ μὲν ὄντος τοῦ ἡγουμένου ἐν τῇ ἀναγκαίᾳ ἀκολουθίᾳ δεῖ καὶ τὸ ἑπόμενον αὐτῷ δυνατὸν εἶναι, ὡς δέδεικται, ἀδυνάτου δὲ ὄντος πάλιν τοῦ ἑπομένου ἀδύνατον δεῖ καὶ τὸ ἡγούμενον εἶναι. οὐκέτι δὲ οὔτ’ εἰ δυνατὸν τὸ ἑπόμενον, ἀνάγκη καὶ τὸ ἡγούμενον εἶναι δυνατόν (οὐ γὰρ τῇ θέσει τοῦ ἑπομένου κατασκευάζεται τὸ ἡγούμενον, ἀλλ’ ἀνάπαλιν), οὔτ’ εἰ ἀδύνατον τὸ ἡγούμενον, ἀνάγκη καὶ τὸ ἑπόμενον ἀδύνατον εἶναι τῷ μὴ συναναιρεῖσθαι τῇ τοῦ ἡγουμένου ἀναιρέσει τὸ ἑπόμενον,2 ἀλλὰ τοὐναντίον. διὰ τοῦτο καὶ αὐτὸς εἶπε καὶ δυνατοῦ ὄντος τοῦ Α δυνατὸν ἔσται καὶ τὸ Β· τὸ γὰρ ‘εἰ ὄρνεον εἶ, ζῷον εἶ’ ἀληθὲς συνημμένον τοῦ μὲν ἡγουμένου ἀδυνάτου ὄντος δυνατοῦ δὲ τοῦ ἑπομένου.

因为正如他们所说,对于并拢且被指示的手指而言,“这已被破坏”这一命题即使在那时是假的,却并非不可能——因为在手指分开之后(这正是结合状态的破坏),当手指再次并拢且被指示时,“这已被破坏”能够成为真的(因为先前在手指分开时,它已被破坏了)——同样,对于再次生成的狄翁而言,“这人死了”也将是真的,因为先前他的灵魂与身体曾被分离,这正如手指的结合状态一样。因为正如在手指的情形中,仅仅在数目上的事物发生了置换,后来被指示者仅仅在数目上不同于先前被指示者,狄翁的情形亦是如此,只要后来的[狄翁]与先前的确实相同。而如果他们说,在手指的情形中,被分开并再次并拢的手指在数目上是相同的,但在狄翁的情形中,被重新结合的灵魂与身体在数目上不再是相同的,只要假定后来的个体性质者与先前的相同,这对论证就没有任何影响(因为对于那些主张个体性质者成为同一者的人来说,如果灵魂与身体并非在数目上同一地重新结合,同一者如何可能生成,这或许是一个难题)。因为同一者也接受这一完全相同的指示;因为绝不会出现后来的狄翁与先前的狄翁是同一的,而“这人”却不被用来述说同一个对象的情况。但如果是这样,对于他,“这人死了”以及“这人的灵魂与身体已经分离”就将是真的。而如果“这人死了”有时能够成为真的,它就不是不可能的;因为他们说“狄翁死了”之所以是可能的,也正是因为它有时是真的。而且他们还说,对于后来生成的个体性质者相对于先前的个体性质者而言,差异仅仅发生在某些外部偶性上,这类差异即使在狄翁保持同一且活着的期间也不会改变他。因为如果他先前脸上长有雀斑,后来不再有了,他并不会变成另一个人;他们说在另一个宇宙中的个体性质者相对于在另一宇宙中的个体性质者所发生的差异也是如此。然而,如果“这人死了”既非不可能的命题,亦非可灭坏的命题,那么他们自己也将承认,“如果狄翁死了,这人就死了”这一假言命题并不是真的;因为在“狄翁死了”为真之时,尽管“这人死了”未被灭坏,它在那时却并非同时为真。与此相似的还有“如果是夜晚,这就不是白天”;因为在这些情形中,正如夜晚的存在一样,“这不是白天”也是可能的;因为通过变化,它将不再存在。因为如果说“这不是白天”的人所说的是指:现存在的白天在其存在之时并不存在,那么该假言命题便不是真的;因为随夜晚的存在而来的并不是现存在的白天在其存在之时不存在,而是白天不存在。另一方面,如果他是说:现在存在且被指示的东西不存在,那么该假言命题就是真的,且后件与前件同样是可能的。而先前所说的一切其余之点,也同样适用于这一指示。 必须明了关于推论的规则:在必然的推论中,正如已被证明的那样,当前件是可能的,随之而来的后件也必然是可能的;而当后件是不可能的,前件也必然是不可能的。然而,既不是只要后件是可能的,前件就必然也是可能的(因为前件并不是通过确立后件而被论证的,而是相反);也不是只要前件是不可能的,后件就必然也是不可能的,这是由于后件并不随前件的被否定而一同被否定,而是恰恰相反。正因如此,他自己也说过,当Α是可能的,Β也将是可能的;因为“如果你是一只鸟,你就是一个动物”是一个真的假言命题,而其中前件是不可能的,后件却是可能的。

语法注2 条
  1. 2.103ὅτι διαστάντων τῶν δακτύλων δύναται, ὅπερ ἦν τῆς συνθέσεως φθορά, καὶ πάλιν συντεθέντων τὸ ἐφθάρθαι τοῦτο δεικνυμένων ἀληθὲς εἶναι

    句子的核心骨架为 ὅτι δύναται ... τὸ ἐφθάρθαι τοῦτο ... ἀληθὲς εἶναι(“‘这已被破坏’能够成为真的”)。ἀληθὲς εἶναι 是 δύναται 的补足不定式,命题 τὸ ἐφθάρθαι τοῦτο 作其主语。διαστάντων τῶν δακτύλων 与 καὶ πάλιν συντεθέντων(以及 δεικνυμένων)为独立属格,插入的关系从句 ὅπερ ἦν τῆς συνθέσεως φθορά 解释了手指分开即是结合状态的破坏。

  2. 2.103τῷ μὴ συναναιρεῖσθαι τῇ τοῦ ἡγουμένου ἀναιρέσει τὸ ἑπόμενον

    带冠词不定式 τῷ μὴ συναναιρεῖσθαι 作为原因与格,用以说明为何前件不可能并不能必然推知后件不可能。被动不定式的逻辑主语是宾格的 τὸ ἑπόμενον(后件),而与格 τῇ τοῦ ἡγουμένου ἀναιρέσει(前件的否定/取消)则由前缀 συν- 统辖,表示与其一同被取消的对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:181.3-182.19