- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:179.29-181.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
为了捍卫亚里士多德在Bekker 34a10中提出的“不可能之物不随可能之物而来”的原则,亚历山大论证了斯多亚派的反例(“如果狄翁死了,这人就死了”)并不成立,并进一步借助斯多亚派自身的大火与循环复生学说指出,其后件甚至根本不是不可能的。
ἀλλὰ καὶ ἐπὶ νοσοῦντός τινος ἐπιθανάτως λέγομεν ‘οὗτος ἀποθνήσκει’· εἰ δέ, ὃς ἦν ἀποθνήσκων, οὗτος ἀπέθανεν, οὗτος δὲ ἦν ἀποθνήσκων, οὗτος ἂν καὶ τεθνηκὼς εἴη. καθόλου δὲ εἰ μὲν ἁπλῶς ἀληθὲς ἀξίωμα λέγοιεν καὶ ἀδιορίστως τὸ ‘εἰ τέθνηκε Δίων, τέθνηκεν οὗτος’, οὐκ ἀληθὲς ἔσται· ἁπλῶς γὰρ ἂν ἕποιτο τῷ ἡγουμένῳ τὸ λῆγον, εἰ δὲ ἁπλῶς, ἐξ ἀνάγκης καὶ ἀεί. τοιοῦτον γὰρ τὸ ἁπλῶς ἀναγκαῖον. εἰ δὲ μὴ ἁπλῶς ἀλλὰ μετὰ διορισμοῦ τοῦ ‘ὅτε ζῇ ὁ ζῶν’, ἔσται μὲν ἀληθὲς τὸ ἀξίωμα, ὁμοίως μέντοι τῷ ἑπομένῳ καὶ τὸ ἡγούμενον ἀδύνατον· τὸ γὰρ τεθνάναι Δίωνα, ὅτε ζῇ, ἀδύνατον. καθόλου δὲ εἰ διὰ τοῦτο ὑποτιθεμένῳ τινὶ εἶναι ἕπεταί τι, διότι ὄντι αὐτῷ ἕπεται·1 τῷ γὰρ ἡμέρας οὔσης φῶς εἶναι καὶ ὑποτιθεμένῳ ἡμέραν εἶναι ἕπεται τὸ φῶς εἶναι· ᾧ δ’ ὄντι μὴ ἕπεταί τι, τούτῳ δῆλον ὅτι οὐδ’ ὑποτιθεμένῳ εἶναι ἀκολουθήσει τοῦτο· τεθνεῶτι δὲ Δίωνι οὐχ ἕπεται τὸ ‘τέθνηκεν οὗτος’· οὐδ’ ὑποτιθεμένῳ ἄρα τῷ τεθνάναι ἀκολουθήσει. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ‘εἰ νύξ ἐστιν, οὐκ ἔστιν αὕτη ἡμέρα’. ἡ δ’ ἐπιχείρησις αὕτη ἐστίν, ᾗ καὶ Ἀριστοτέλης κέχρηται· δείξας γάρ, ὅτι ὑπάρχοντι τῷ Α οὐχ ἕπεται τὸ Β, ἔδειξεν, ὅτι μηδὲ ὑποτιθεμένῳ αὐτῷ ὑπάρχειν ἀκολουθήσει. Λογικώτερον δέ ἐστιν ἐπιχειροῦντα δεῖξαι2 μηδὲ ἀδύνατον ὂν τὸ ‘οὗτος τέθνηκεν’. εἰ γὰρ τὸ ἀδύνατον ἀξίωμα ἀεὶ ψεῦδος, ὥσπερ καὶ τὸ ἀναγκαῖον ἀεὶ ἀληθές, ὃ μὴ ἀεί ἐστι ψεῦδος, τοῦτο οὐκ ἀδύνατον· οὐκ ἔστι δὲ ἀεὶ ψεῦδος τὸ ‘οὗτος τέθνηκεν’, ἀλλὰ μόνον, ὅτε ζῇ Δίων· ἀποθανόντος γὰρ αὐτοῦ οὐδὲ ἔστιν ἔτι, εἰ δὲ μὴ ἔστιν, οὐδ’ ἂν ψεῦδος εἴη· οὐκ ἂν εἴη ἀδύνατον τὸ ‘οὗτος τέθνηκεν’. ἔτι τὸ ‘τέθνηκεν οὗτος’ εἰ μὲν ὡς σημαῖνον λαμβάνουσι τὸ ‘οὐκ ἔστιν οὗτος’, ὅ ἐστιν ἴσον τῷ ‘οὐκ ἔστιν ὁ ὤν’, ἀδύνατον μὲν ἂν εἴη τὸ ‘τέθνηκεν οὗτος’, οὐ μὴν ἕποιτ’ ἂν τῷ ‘εἰ τέθνηκε Δίων’. οὐ γὰρ ἕπεται τῷ τεθνηκέναι Δίωνα τὸ μὴ εἶναι τὸν ὄντα, ὥσπερ οὐδὲ τῷ ‘εἰ νύξ ἐστι’ τὸ μὴ εἶναι ταύτην ἡμέραν· τὸ γὰρ μὴ εἶναι ταύτην ἡμέραν ἴσον ἐστὶ τῷ μὴ εἶναι ἡμέραν τὴν οὖσαν ἡμέραν, ὃ οὐχ ἕπεται τῷ νύκτα εἶναι. ἀλλὰ τῷ μὲν ‘εἰ νύξ ἐστιν’ ἕπεται τὸ ‘οὐκ ἔστιν ἡμέρα’, τὸ δὲ ‘οὐκ ἔστιν αὕτη ἡμέρα’ ἕποιτο ἂν τῷ ‘εἰ νύξ ἐστιν οὔσης ταύτης τῆς ἡμέρας’, ὃ οὐδὲν ἔλαττον τοῦ ἑπομένου ἐστὶν ἀδύνατον. ὁμοίως δὴ [εἰ] καὶ τὸ ‘τέθνηκεν οὗτος’ ἕποιτο ἂν τῷ ‘εἰ τέθνηκεν ὁ ζῶν Δίων’, ὃ καὶ αὐτὸ ὁμοίως ἐστὶν ἀδύνατον τῷ ‘τέθνηκεν οὗτος’· ἀδύνατον γὰρ τὸ τεθνάναι Δίωνα τὸν ζῶντα. εἰ δὲ τὸ ‘τέθνηκεν οὗτος’ λαμβάνουσιν ἀντὶ τοῦ ‘κεχώρισται τούτου ἡ ψυχὴ καὶ τὸ σῶμα’, κατ’ αὐτοὺς οὐκ ἀδύνατον ἂν εἴη τὸ ‘τέθνηκεν οὗτος’· ὃ γὰρ δύναταί ποτε ἀληθὲς γενέσθαι κατηγόρημα, τοῦτο οὐκ ἔστιν ἀδύνατον. ἀληθὲς δὲ δύναταί ποτε γενέσθαι κατ’ αὐτοὺς μετὰ τὸν θάνατον τὸν Δίωνος τὸ ‘τούτου κεχώρισται ἡ ψυχὴ καὶ τὸ σῶμα’ δεικνυμένου Δίωνος· ἀρέσκει γὰρ αὐτοῖς τὸ μετὰ τὴν ἐκπύρωσιν πάλιν πάντα ταὐτὰ ἐν τῷ κόσμῳ γίνεσθαι κατ’ ἀριθμόν, ὡς καὶ τὸν ἰδίως ποιὸν πάλιν τὸν αὐτὸν τῷ πρόσθεν εἶναί τε καὶ γίνεσθαι ἐν ἐκείνῳ τῷ κόσμῳ, ὡς ἐν τοῖς Περὶ κόσμου Χρύσιππος λέγει. εἰ δὲ τοῦτο, καὶ ὁ Δίων πάλιν εἴη ἄν ποτε, ὥστε ἀληθὲς ἂν γένοιτο ἐπ’ αὐτοῦ τότε τὸ ‘οὗτος τέθνηκεν’· ἐχωρίσθη γὰρ τούτου ἡ ψυχὴ καὶ τὸ σῶμα καὶ πάλιν συνετέθη. εἰ δὲ τοῦτο, οὐκ ἀδύνατον κατ’ αὐτοὺς τὸ ‘οὗτος τέθνηκεν’.
不仅如此,对于某个病危的人,我们也会说“这人正在垂死”;如果垂死的那人死了,而这人就是那个垂死的人,那么这人也将是已经死了的。一般而言,如果他们断言“如果狄翁死了,这人就死了”这一命题无条件且无限定地是真的,它将不是真的;因为后件将无条件地随前件而来,而若是无条件地,便是必然地且总是如此;因为无条件必然的事物正是如此。另一方面,如果不是无条件地,而是伴随着“当活人活着的时候”这一限定而断言,该命题固然是真的,然而前件将与后件同样是不可能的;因为在活着的时刻狄翁已经死了是不可能的。一般地,如果某一事物随某物被假设存在而来,是因为它随该物实际存在而来——因为当白天实际存在时光存在,所以光的存在也随白天被假设存在而来——那么,对于凡是不随其实际存在而来的事物,显然这也不会随其被假设存在而来;然而“这人就死了”并不随狄翁已经死了而来;因此这也不会随假设他已经死了而来。同样的论理也适用于“如果是夜晚,这就不是白天”。而这一论证方式正是亚里士多德也使用的;因为他在指明了当Α实际属于时Β并不随之而来之后,便指明了即使假设Α属于,Β也不会随之而来。 更为合乎逻辑的做法是通过论证指出,“这人就死了”甚至都不是不可能的。因为如果不可能的命题总是假的,正如必然的命题总是真的一样,那么并非总是假的事物就不是不可能的;而“这人就死了”并非总是假的,而只是在狄翁活着的时候才是假的;因为在他死后该命题甚至不再存在,而如果它不存在,它也就不会是假的;因此“这人就死了”将不是不可能的。此外,如果他们把“这人就死了”理解为表示“这人不存在”,这等同于“存在者不存在”,那么“这人就死了”固然是不可能的,但决不会随“如果狄翁死了”而来。因为存在者不存在并不随狄翁已经死了而来,正如“这就不是白天”也不随“如果是夜晚”而来一样;因为“这就不是白天”等同于“现为白天的东西不是白天”,而这并不随夜晚的存在而来。相反,“不是白天”随“如果是夜晚”而来,而“这就不是白天”则会随“当这白天存在时如果是夜晚”而来,而这绝不亚于后件的不可能程度。同样地,“这人就死了”也将随“如果活着的狄翁死了”而来,而这本身与“这人就死了”同样是不可能的;因为活着的狄翁已经死了是不可能的。另一方面,如果他们把“这人就死了”用来代替“这人的灵魂与身体已经分离”,根据他们的学说,“这人就死了”将不是不可能的;因为一个有时能够成为真的谓项并不是不可能的。而根据他们的学说,在狄翁死后,当狄翁被指示时,“这人的灵魂与身体已经分离”是有时能够成为真的;因为他们主张在世界大火之后宇宙中的一切事物将在数目上再次成为完全相同的,以至于个体性质者也再次作为与先前相同者在那个宇宙中存在并生成,正如克律西波在《论世界》中所说的那样。如果真是这样,狄翁有时也将再次存在,以至于那时对于他“这人就死了”将是真的;因为这人的灵魂与身体曾被分离而又再次结合了。如果真是这样,根据他们的学说,“这人就死了”就不是不可能的。
- 2.103καθόλου δὲ εἰ διὰ τοῦτο ὑποτιθεμένῳ τινὶ εἶναι ἕπεταί τι, διότι ὄντι αὐτῷ ἕπεται
这是一个长句结构:由 εἰ 引导的条件从句(“如果某一事物随某物被假设存在而来,是因为……”)提出普遍前提,随后插入 τῷ γὰρ... 借白昼与光的事例进行解释说明,而主句结论则在与之对比的 ᾧ δ’ ὄντι μὴ ἕπεταί τι, τούτῳ δῆλον ὅτι οὐδ’ ὑποτιθεμένῳ εἶναι ἀκολουθήσει τοῦτο(“对于凡是不随其实际存在而来的事物,显然这也不会随其被假设存在而来”)中得以呼应完成。
- 2.103Λογικώτερον δέ ἐστιν ἐπιχειροῦντα δεῖξαι
在无人称结构 Λογικώτερον δέ ἐστιν(“……是更为合乎逻辑的”)之后,分词 ἐπιχειροῦντα(“通过尝试/进行论驳”)以宾格形式出现,充当不定式 δεῖξαι(“指出/证明”)的一般性、泛指的主语。
