- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:16.18-18.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德关于推论的定义(24b18),解释了其属(言说)的引入与功能,并考察了作为种差的“某些事物被设定之后”,论证推论必然至少需要两个实质不同的前提,否定了所谓的单前提推论。
" Συλλογισμὸς δέ ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι." Εἰπὼν περὶ προτάσεων καὶ περὶ τῶν τῆς προτάσεως μορίων, ἃ ὠνόμασεν ὅρους, ἀκολούθως ἀποδίδωσι, τί ποτέ ἐστιν ὁ συλλογισμός. ὅτι μὲν οὖν λόγος τίς ἐστιν ὁ συλλογισμὸς καὶ ὡς ἐν γένει τῷ λόγῳ ἐστί, δῆλον. λαβὼν δὲ τὸ γένος αὐτοῦ, ὃ τῶν ὁριστῶν τῆς κοινῆς φύσεώς ἐστι δηλωτικόν, καθ’ ἣν τῶν διαφερόντων κατὰ τὸ γένος χωρίζεται· τοῦτο γὰρ ἡ τοῦ γένους ἐν τοῖς ὁριζομένοις θέσις δύναται· δεῖ μὲν γὰρ ὑπὸ τοῦ ὅρου τὸ ὁριζόμενον πάντως χωρισθῆναι· ἐπεὶ δὲ τῶν διαφερόντων αὐτοῦ τὰ μὲν πλεῖον ἀφέστηκε τούτων, ὅσα οὐδὲ ταὐτοῦ κεκοινώνηκεν αὐτῷ γένους, τὰ δὲ ἐγγύτερά τέ ἐστι καὶ ὁμογενῆ αὐτῷ· τῶν μὲν οὖν ἀνομοιογενῶν τὸ γένος αὐτὸ χωρίζει, τῶν δὲ ὁμογενῶν αἱ διαφοραί, διὸ πρῶτον ἐν τοῖς ὁρισμοῖς λαμβάνεται τὸ γένος χωριστικὸν ὂν τῶν πλεῖστον διαφερόντων· λαβὼν δὴ τὸ γένος τὸ τοῦ συλλογισμοῦ μετὰ ταῦτα διὰ τῶν διαφορῶν τοῦ λόγου τὴν οἰκείαν καὶ ἴδιον οὐσίαν τοῦ συλλογισμοῦ συντιθεὶς ταύτας τῷ γένει ἔδειξε,1 διὰ μὲν τοῦ τεθέντων τινῶν ἐνδειξάμενος τό γε δεῖν εἶναί τινας εἰλημμένας προτάσεις ἢ συγχωρουμένας ὑπὸ τοῦ συλλογιζομένου, ὃ οὐ πᾶς ἔχει λόγος. τί γὰρ ἐν τῇ εὐχῇ τίθεται ἢ ἐν τῇ ἐντολῇ ἢ ἐν τῇ κλήσει; δοκεῖ δέ τισι τὸ τεθέντων μὴ ἁπλῶς σημαίνειν τὸ ‘ληφθέντων’, ἀλλὰ καὶ τὸν τρόπον δηλοῦν τῶν λαμβανομένων· ὅτι γὰρ κατηγορικὰς εἶναι δεῖ τὰς λαμβανομένας πρὸς συλλογισμὸν προτάσεις δηλοῦσθαι διὰ τοῦ τεθέντων· ταύτας γὰρ καὶ ὡρίσατο· δείξει γάρ, ὅτι αἱ ὑποθετικαὶ προτάσεις αὐταὶ καθ’ αὑτὰς οὐ ποιοῦσι συλλογισμόν. διὸ τεθέντων εἶπεν, οὐ ληφθέντων. καὶ προσέτι, ὅτι μὴ ἓν δεῖ τὸ τιθέμενον εἶναι μηδὲ μίαν πρότασιν, τὸ τεθέντων δηλοῖ, ἀλλὰ τὸ ἐλάχιστον δύο· οὐ γάρ εἰσι συλλογισμοὶ οἱ λεγόμενοι ὑπὸ τῶν νεωτέρων μονολήμματοι· ὁ γὰρ συλλογισμὸς καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος σύνθεσίν τινα δηλοῖ λόγων· οἷς γὰρ ἂν ᾖ τὸ συν προσκείμενον, συμπλοκὴν τούτων καὶ σύνθεσιν δηλοῖ καὶ σύλληψιν. οὕτω τὸ συντρέχειν· τρεχόντων γὰρ σύνθεσιν καὶ σύνοδον σημαίνει· ὁμοίως τὸ συμμαχεῖν· μαχομένων γάρ· καὶ τὸ συμπαλαίειν παλαιόντων· καὶ τὸ συζητεῖν δὲ ζητούντων· ἀλλὰ καὶ τὸ συμψηφίζειν ψήφων σημαίνει σύνθεσιν. οὕτως οὖν καὶ συλλογισμὸς σύνθεσίς ἐστι λόγων. οἱ δὲ λεγόμενοι μονολήμματοι δοκοῦσιν εἶναί ποτε συλλογισμοὶ τῷ τὴν ἑτέραν πρότασιν διὰ τὸ εἶναι γνώριμον τοὺς ἀκούοντας προστιθέναι.2 τὸ γὰρ ‘ἀναπνεῖς, ζῇς ἄρα’ δοκεῖ συλλογισμὸς εἶναι, ὅτι παρ’ αὑτοῦ προστίθησιν ὁ ἀκούσας τὴν ἑτέραν πρότασιν οὖσαν γνώριμον τὴν ‘πᾶς ὁ ἀναπνέων ζῇ’. ἐπεὶ εἴ γε μὴ ἦν γνώριμος αὕτη, οὐδεὶς ἂν συνεχώρει τὸ συμπέρασμα τό ‘ζῇς ἄρα’ ἐπὶ τοῦ ‘ἀναπνεῖς’, ἀλλ’ ἀπῄτει τὴν αἰτίαν· βούλεται γὰρ ὁ συλλογισμὸς τὸ συμπέρασμα ἀθροίζειν ἐκ τῶν προτάσεων, ὃ οὐ γίνεται ἐκ μιᾶς προτάσεως. καὶ γὰρ εἰ ὅτι μάλιστα ἕποιτό τι ἑνί τινι ἐξ ἀνάγκης, ἀλλ’ οὐ διὰ τοῦτο ἤδη καὶ συλλογιστικῶς· οὐ γὰρ ἐπεὶ ὁ συλλογισμὸς ἀναγκαίως ἔχει τὸ συμπέρασμα ἑπόμενον τοῖς κειμένοις, ἤδη καί, εἴ τι ἀναγκαίως ἕπεταί τινι, τοῦτο συλλογιστικῶς ἕπεται· ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον τοῦ συλλογισμοῦ.3 ἐν γοῦν ταῖς ἀκολουθίαις καὶ ταῖς σχέσεσι καὶ συνεχέσι καὶ συνημμένοις τοῖς ὑγιέσιν ἐξ ἀνάγκης μὲν ἀκολουθεῖ τῷ ἡγουμένῳ τὸ ἑπόμενον, ἀλλ’ οὐ συλλογισμὸς ἤδη τοῦτο· ἐν γὰρ τῷ ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν’, ἐξ ἀνάγκης ἕπεται τῷ ἡμέρα εἶναι τὸ φῶς εἶναι, ἀλλ’ οὐ συλλογιστικῶς. ἀλλὰ καὶ τῷ κλέπτοντι ἕπεται τὸ ἁμαρτάνειν καὶ τῷ ὑβρίζοντι τὸ ἀδικεῖν· ἀλλ’ οὐ διὰ τοῦτο συλλογισμοὶ ταῦτα· ἴδιον γὰρ συλλογισμοῦ τὸ διὰ πλειόνων τὸ ἀναγκαῖον δεικνύναι. διὸ οὐδ’ ἂν αἱ μὲν λέξεις ὦσι πλείους τῶν τιθεμένων, ταὐτὸν δὲ ταῦτα σημαίνῃ τῷ πρώτῳ, οὐδ’ οὕτω συλλογισμὸς ἐκ τῶν τοιούτων ἔσται· καὶ γὰρ ὁ οὕτως ἔχων λόγος τῇ δυνάμει μονολήμματος, ὡς ὁ λέγων ‘ἡμέρα ἐστίν· ἀλλὰ καὶ οὐχὶ οὐχ ἡμέρα ἐστίν· φῶς ἄρα ἐστίν’· τὸ γὰρ ‘οὐχὶ οὐχ ἡμέρα ἐστί’ τοῦ ‘ἡμέρα ἐστί’ μόνη τῇ λέξει διαφέρει. Τὸ μὲν οὖν τεθέντων τούτων ἐστὶ δηλωτικόν.
“而推论是一种言说,在其中某些事物被设定之后,由于这些事物是如此,某种不同于所设定之物的事物必然产生。” 在谈论了前提以及他称之为项的前提组成部分之后,他接着给出了推论究竟是什么。推论是某种言说,且作为处于属中那样处于言说之中,这一点显然是清楚的。他选取了推论的属,属表明了被定义者共同的本性,依据这种本性,被定义者与在属上相异的事物相分离——因为在被定义项中设定属具有这样的效力;因为被定义项必须完全由定义区分开来;但既然在与它相异的事物中,有些相距较远,即其中那些甚至不与它共享同一个属的事物,而另一些则与它较近且属同属;因此属自身将它与异属的事物分离开来,而种差则将它与同属的事物分离开来,所以定义中首先选取属,作为将相差最远的事物区分开来的要素——于是,在选取了推论的属之后,他在其后通过言说的种差,将这些种差与属相结合,展示了推论固有的特殊本质;通过“某些事物被设定之后”,他至少表明必须有某些被进行推论者所采纳或赞同的前提,而这并非每一种言说都具有的。毕竟在祈愿、命令或呼告中设定了什么呢?在某些人看来,“被设定”不仅单纯意味着“被采纳”,而且还表明了所采纳事物的模式;因为通过“被设定”,表明了为推论所采纳的前提必须是直言前提;因为他所定义的也是这些前提;因为他将表明假言前提自身并不能构成推论。因此他说了“被设定”,而不是“被采纳”。而且,“被设定”还表明所设定的东西不可为一个,也不可为单一前提,而至少是两个;因为被较新的人们称为单前提的推论并不是推论;因为推论(syllogismos)即便从名称本身来看,也表明了言说的某种结合(synthesis);因为凡是附加了“共(syn)”的事物,都表明了它们的交织、结合与包含。“同跑(syntrechein)”也是如此:因为这表示奔跑者的结合与聚合;同样,“同战(symmachein)”表示作战者的[结合];“同摔跤(sympalaiein)”表示摔跤者的[结合];“同探究(syzētein)”表示探究者的[结合];甚至“同计算(sympsēphizein)”也表示算筹的结合。因此,推论也是言说的结合。至于所谓的单前提推论,有时被认为是推论,乃是由于听者因为另一个前提是为人熟知的而自行将其补充上去。事实上,“你在呼吸,因此你活着”似乎是一个推论,是因为听者自己把为人熟知的另一个前提——即“凡呼吸者皆活着”——补充了进去。因为假如这并不是为人熟知的,就绝没有人会在“你在呼吸”之上赞同“因此你活着”这个结论,而是会追问其原因;因为推论旨在从前提中聚集出结论,而这是无法从单一前提中产生的。事实上,即便某事物极其必然地跟随某个单一事物,但并不因此就已经是以推论的方式跟随;因为并不是因为推论必然具有跟随所设定之物的结论,就已经意味着若某事物必然跟随某事物,这事物就是以推论的方式跟随;因为必然的东西比推论具有更广的范围。至少在正确的后承、关联、连续[命题]以及条件句中,后件固然必然地跟随前件,但这尚未构成推论;因为在“如果是白天,就有光”中,从是白天必然得出有光,但并不是以推论的方式。而且,对于盗窃者而言跟随的是犯错,对于施行侵害[侮慢]者而言跟随的是作恶;但这些并不因此就是推论;因为通过多数事物展示必然性,乃是推论的特有属性。因此,即便所设定的表述有多处,但它们与第一个表述指称同一事物,由这类事物也不会产生推论;因为这种言说在潜能上乃是单前提的,正如说“现在是白天;而且并非不是白天;因此有光”的〔言说〕一样;因为“并非不是白天”与“是白天”仅在文辞上有所不同。因此,“被设定”正是表明了这些事情。
- 1.7λαβὼν δὲ τὸ γένος αὐτοῦ, ὃ τῶν ὁριστῶν τῆς κοινῆς φύσεώς ἐστι δηλωτικόν, καθ’ ἣν τῶν διαφερόντων κατὰ τὸ γένος χωρίζεται· ... λαβὼν δὴ τὸ γένος τὸ τοῦ συλλογισμοῦ μετὰ ταῦτα διὰ τῶν διαφορῶν τοῦ λόγου τὴν οἰκείαν καὶ ἴδιον οὐσίαν τοῦ συλλογισμοῦ συντιθεὶς ταύτας τῷ γένει ἔδειξε
该句由分词短语 λαβὼν δὲ τὸ γένος αὐτοῦ 起首,其后插入了对定义中“属”的作用的长篇解释(τοῦτο γὰρ ... τῶν πλεῖστον διαφερόντων),随后通过 λαβὼν δὴ τὸ γένος τὸ τοῦ συλλογισμοῦ 恢复(resumptive)该分词结构,最终落实到主要动词 ἔδειξε。这一长插入成分构成了句法上的复述承接结构。
- 1.7τῷ τὴν ἑτέραν πρότασιν διὰ τὸ εἶναι γνώριμον τοὺς ἀκούοντας προστιθέναι
无介词的带冠词与格不定式 τῷ ... προστιθέναι 表示原因(“因为……”)。其逻辑主语是宾格的 τοὺς ἀκούοντας,宾语为 τὴν ἑτέραν πρότασιν。中间嵌入了表示原因的介词短语 διὰ τὸ εἶναι γνώριμον(“由于[其]为人熟知”),形成层层嵌套的句式。
- 1.7ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον τοῦ συλλογισμοῦ
短语 ἐπὶ πλέον ... τοῦ ... 是表示逻辑外延包含关系的习用句式(“……的外延宽于……”)。属格 τοῦ συλλογισμοῦ 作比较属格,系词 ἐστί 被省略。该句表明广义的必然性在范围上大于推论。
