← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§178.14-179.29

驳克律西波斯关于可能与不可能的反例

亚历山大反驳了克律西波斯的反例,提出了一个两难论证:要么由于专名与指示词的外延不一致而导致假言命题为假,要么即使为真,前件也与后件同样是不可能的;进而借助日常语言中溯源性指示的用法,反驳了后件不可能的论调。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.103#2

ὡς γὰρ εἰ ἦν ὁμώνυμος ὁ Δίων, οὐκ ἂν ἦν ἀληθὲς τὸ ‘εἰ τέθνηκε Δίων, τέθνηκεν οὗτος’ τῷ δύνασθαι καὶ ἐπ’ ἄλλου τινὸς τὸ ‘τέθνηκε Δίων’ λέγεσθαι καὶ μὴ ἐπὶ τοῦ δεικνυμένου, οὕτως καὶ εἰ τοῦ δεικνυμένου Δίωνος τὸ ὄνομα ἐπὶ πλεῖον εἴη τῆς δείξεως καὶ μὴ οἷόν τε ἐπὶ πάντων, ἐφ’ ὧν τὸ ὄνομα, καὶ τὴν δεῖξιν, οὐκ ἀληθὲς ἔσται τὸ ‘εἰ τέθνηκεν Δίων, τέθνηκεν οὗτος’· δυνήσεται γὰρ τὸ ‘τέθνηκε Δίων’ ἐπὶ τούτου λέγεσθαι, ἐφ’ οὗ οὐκέτι καὶ τὸ ‘τέθνηκεν οὗτος’. ἐπὶ πλέον δέ γε τὸ Δίων, εἴ γε καὶ κατὰ θανόντος λέγεται, τὸ δὲ ‘οὗτος’ ἐπὶ ζῶντος μόνον. οὐ γὰρ ὑγιής, ὡς εἶπον, ἀκολουθία, ἐν ᾗ τὸ ἡγούμενον δύναταί ποτε εἶναι ἄνευ τοῦ ἕπεσθαι αὐτῷ λαμβανομένου. τὸ μὲν γὰρ ἑπόμενον εἶναι μὴ ὄντος τοῦ ἡγουμένου ἐν ἀληθεῖ συνημμένῳ οὐδὲν ἄτοπον· οὐ γὰρ ἕπεσθαι δεῖ τῇ τοῦ ἑπομένου θέσει τὸ ἡγούμενον· διὸ εἶναι δύναται τὸ ἑπόμενον μὴ ὄντος τοῦ ἡγουμένου. τὸ δὲ ἡγούμενον ἀδύνατόν ἐστιν εἶναι μὴ ὄντος τοῦ ἑπομένου ἐν ἀληθεῖ συνημμένῳ. οὐ γὰρ εἰ διὰ τὸ ἐφθάρθαι μὴ ἀκολουθεῖ τῷ ἡγουμένῳ τὸ λῆγον, διὰ τοῦτο ὑγιὲς γίνεται τὸ συνημμένον·1 διότι γὰρ οὐκ ἀκολουθεῖ, ψεῦδος, ἀλλ’ οὐ διὰ τὸν τοῦ μὴ ἀκολουθεῖν τρόπον. ἔτι δὲ καὶ τοῦ φθείρεσθαι αὐτὸ οὐκ ἄλλο αἴτιον ἢ τὸ ἡγούμενον γενόμενον. ὃ δὲ φθείρεται τῷ τὸ ἡγεῖσθαι αὑτοῦ ὑποτεθὲν γεγονέναι, πῶς ἂν ἕποιτο ἐκείνῳ;2 οὐ γὰρ οὕτως ἐπὶ πλέον ἦν ὁ Δίων3 τοῦ ‘οὗτος’. ὁ μὲν γὰρ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας πᾶν τρίγωνον λαβὼν εἴληφε καὶ τὸ σκαληνόν· ἀδύνατον γὰρ πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας, εἰ μὴ καὶ τὸ σκαληνὸν ἔχοι. ὁ δὲ ἀδύνατον λέγων εἶναι τὸ ‘τέθνηκεν οὗτος’ δυνατοῦ ὄντος τοῦ ‘τέθνηκε Δίων’ οὐ καθόλου ποιεῖ τὸν Δίωνα τοῦ ‘οὗτος’·4 οὐ γὰρ 〈ἂν〉 ἦν ἔτι δυνατὸν τὸ ‘τέθνηκε Δίων’ περιλαμβάνον καὶ τὸ ‘τέθνηκεν οὗτος’ ἀδύνατον ὂν καθόλου τοῦ ‘οὗτος’, εἰ ἦν ἀδύνατον τὸ ‘τέθνηκεν οὗτος’. ἔτι δὲ πῶς ἂν εἴη τὸ ἑπόμενον τῷ τὸ ἡγούμενον εἶναι, ᾧ κρίνεται τὸ ἀληθὲς συνημμένον, εἰ τοῦ ἡγουμένου ὄντος φθείροιτο τὸ ἕπεσθαι αὐτῷ λαμβανόμενον; εἰ μὲν οὖν ἐπὶ πλέον εἴη τὸ ‘τέθνηκε Δίων’ τοῦ ‘τέθνηκεν οὗτος’ καὶ μὴ ἀεὶ αὐτῷ ἕπεται, οὐκ ἀληθὲς τὸ συνημμένον, ὡς δέδεικται. εἰ δ’ ἐφ’ ὧν τὸ Δίων, καὶ τὸ ‘οὗτος’, ἀληθὲς μὲν ἔσται τὸ συνημμένον, οὐ μὴν ἔτι δυνατῷ ἀδύνατον ἀκολουθήσει, ἀλλ’ ἔσται ὁμοίως τῷ ἑπομένῳ καὶ τὸ ἡγούμενον καὶ δυνατὸν καὶ ἀδύνατον. εἰ γὰρ τὸ Δίων ὄνομά ἐστι τοῦ ἰδίως ποιοῦ, ὁ δ’ ἰδίως ποιὸς ζῶν ἐστιν, ὁ Δίωνα λέγων τὸν ζῶντα ἂν λέγοι, εἰ δεῖ περὶ τὰ ὀνόματα ἀκριβολογεῖσθαι· ὡς γὰρ τὸ ‘οὗτος’, οὕτως καὶ τὸ ὄνομα δείκνυσι τὸν ὠνομασμένον. εἰ δὲ τοῦτο, καὶ ἐν τῷ ‘εἰ τέθνηκε Δίων, τέθνηκεν οὗτος’ 〈τὸ ‘τέθνηκεν οὗτος’〉 εἴη ἂν περιεχόμενον δυνάμει ἐν τῷ ‘εἰ τέθνηκε Δίων’, εἴ γε τὸ Δίων ὄνομα καὶ σημεῖον ζῶντός ἐστιν. οὕτως δὲ ἀληθὲς μὲν ἔσται τὸ συνημμένον, οὐ μὴν ἔτι τὸ ἡγούμενον δυνατόν· τὸ γὰρ τεθνάναι τὸν ζῶντα ὁμοίως τῷ τεθνάναι τοῦτον ἀδύνατον. Εἰ δὲ λέγοιεν τὸ ‘τέθνηκε Δίων’ ἀληθὲς εἶναι δύνασθαι, διότι πρὸς ἀναφορὰν λέγεται τοῦ ζῶντος (οὐ γὰρ 〈ὅτι〉 ἔτι ζῶν Δίων τέθνηκε, λέγει ὁ λέγων δυνατὸν εἶναι τὸ ‘τέθνηκε Δίων’, ἀλλ’ ὅτι ὃς ἦν Δίων), οὕτως ἔσται καὶ τὸ ‘τέθνηκεν οὗτος’ δυνατόν· οὐ γὰρ ὅτι, ὃς ἔστιν οὗτος, τέθνηκε, σημαίνει, ἀλλ’ ὅτι, ὃς ἦν οὗτος. πλήρης δὲ καὶ ἡ συνήθεια τῆς πρὸς ἀναφορὰν χρήσεως τοῦ ‘οὗτος’· δεικνύντες γὰρ τὸν νεκρὸν λέγομεν ‘τέθνηκεν οὗτος’, καὶ λέγει τις νεκρὸν βλέπων ‘οὗτός ἐστιν ὁ πατὴρ τοῦδε ἢ ἀδελφός’. οὐ μόνον δὲ κατὰ τὴν ἐπὶ παρεληλυθότα ἀναφορὰν τῇ δείξει χρώμεθα, ἀλλὰ καὶ κατὰ τὴν ἐπὶ τὰ μέλλοντα· ἐπὶ γοῦν τῆς οἰκοδομουμένης ἔτι οἰκίας ἢ ὑφαινομένης χλαμύδος λέγομεν ‘αὕτη τούτου ἐστί’ κατὰ τὴν ἐπὶ τὴν ἐσομένην οἰκίαν ἢ χλαμύδα ἀναφοράν.

因为正如如果狄翁是同名异义的,那么“如果狄翁死了,这人就死了”就不会是真的,这是因为“狄翁死了”也可以针对别的某人说出,而非针对被指示的人;同样地,如果被指示的狄翁的名字在外延上大于指示,而不可能在名字适用的所有对象上指示也都适用,那么“如果狄翁死了,这人就死了”也就不会是真的;因为在“这人就死了”不再能被说出的对象上,“狄翁死了”将能够被说出。而“狄翁”的外延确实更大,如果它甚至也被用来针对死者说出,而“这人”却仅仅针对活人说出的话。因为正如我所说,在其中前件有时能够存在而没有被假定随之而来的事物相伴随的推论,并不是健全的。因为在真的假言命题中,当前件不存在时后件存在,这绝非荒谬;因为前件并不必随对后件的设定而来;所以当前件不存在时后件能够存在。但在真的假言命题中,当后件不存在时前件存在是不可能的。因为如果后件由于被毁灭而不随前件而来,假言命题并不因此而成为健全的;因为它是由于不随之而来而是假的,而不在于不随之而来的方式如何。此外,它被毁灭除了前件发生之外没有别的原因。但是,凡因被假定为其前件的事物发生而毁灭的事物,又怎能随那个前件而来呢?因为狄翁并不是以那种方式而在外延上大于“这人”的。因为设定了一切三角形都具有等于两直角之和的三个角的人,也就设定了不等边三角形;因为如果不是不等边三角形也具有,一切三角形具有等于两直角之和的三个角就是不可能的。然而在“狄翁死了”为可能时说“这人就死了”是不可能的人,并未将狄翁作为全称项而相对于“这人”;因为如果“这人就死了”是不可能的,那么作为相对于“这人”的全称项而将不可能的“这人就死了”也包含在内的“狄翁死了”,就不再可能是可能的了。此外,如果在前件存在时,被假定随之而来的事物毁灭了,那么后件又怎能通过前件的存在而存在呢——而真的假言命题正是以此为评判标准的?因此,如果“狄翁死了”在外延上大于“这人就死了”且并不总是随之而来,那么如前所示,假言命题就不是真的。另一方面,如果凡是“狄翁”适用的对象“这人”也适用,那么假言命题固然是真的,但决不会再是不可能的事物随可能的事物而来,而是前件与后件同样地既是可能的又是不可能的。因为如果“狄翁”是个体性质者的名字,而个体性质者是活人,那么如果必须在名称上严格探讨,说出狄翁的人也就是在说活人;因为正如“这人”一样,名字也指示被命名者。如果真是这样,在“如果狄翁死了,这人就死了”中,如果“狄翁”这一名字确实是活人的符号,那么“这人就死了”将潜在地被包含在“如果狄翁死了”之中。然而这样一来假言命题虽是真的,前件却不再是可能的;因为活人死了,与这人死了同样是不可能的。 如果他们辩称“狄翁死了”能够是真的,是因为它是对照活人而言说的(因为说“狄翁死了”是可能的人,并不是说仍在活着的狄翁死了,而是说曾是狄翁的人死了),那么依此方式“这人就死了”也将是可能的;因为这并不意味着作为这人的人死了,而是意味着曾作为这人的人死了。而日常习惯也充满了将“这人”作溯源引用的用法;因为我们指着尸体可以说“这人死了”,并且有人看着尸体可以说“这人是某人的父亲或兄弟”。我们不仅在对照过去事物时使用指示,而且在对照将来事物时也使用指示;至少对于仍在建造中的房屋或仍在纺织中的外衣,我们正是对照将要成立的房屋或外衣而说“这是某人的”。

语法注4 条
  1. 2.103οὐ γὰρ εἰ διὰ τὸ ἐφθάρθαι μὴ ἀκολουθεῖ τῷ ἡγουμένῳ τὸ λῆγον, διὰ τοῦτο ὑγιὲς γίνεται τὸ συνημμένον

    结构 οὐ... εἰ... διὰ τοῦτο... 表达整体否定:“并不是如果……就因此……”。主要动词为 γίνεται,其后分句 διότι γὰρ οὐκ ἀκολουθεῖ, ψεῦδος 需补出省略的系动词 ἐστί,读作“因为不随之而来,[假言命题]是假的”。

  2. 2.103ὃ δὲ φθείρεται τῷ τὸ ἡγεῖσθαι αὑτοῦ ὑποτεθὲν γεγονέναι, πῶς ἂν ἕποιτο ἐκείνῳ;

    主语是由 ὃ 引导的关系代词分句。与格冠词 τῷ 表示原因,支配实质名词化的不定式 γεγονέναι。不定式的宾格语义主体是分词短语 τὸ ἡγεῖσθαι αὑτοῦ ὑποτεθέν(“被假定为其前件的事物”),整体构成嵌套结构:“凡因被假定为其前件的事物发生而毁灭的事物”。

  3. 2.103οὐ γὰρ 〈ὅτι〉 ἔτι ζῶν Δίων τέθνηκε, λέγει ὁ λέγων δυνατὸν εἶναι τὸ ‘τέθνηκε Δίων’, ἀλλ’ ὅτι ὃς ἦν Δίων

    对比结构 οὐ... ὅτι... ἀλλ’ ὅτι...(“不是说……而是说……”)。主语是 ὁ λέγων(“说……的人”),主要动词是 λέγει。两个 ὅτι 分句均作 λέγει 的宾语从句。在第二个 ὅτι 分句中省略了 [τέθνηκε],需补充理解为“而是说曾是狄翁的人[死了]”。

  4. 2.103ὁ δὲ ἀδύνατον λέγων εἶναι τὸ ‘τέθνηκεν οὗτος’ δυνατοῦ ὄντος τοῦ ‘τέθνηκε Δίων’ οὐ καθόλου ποιεῖ τὸν Δίωνα τοῦ ‘οὗτος’

    主语是实质化的分词短语 ὁ... λέγων。中间的 δυνατοῦ ὄντος τοῦ ‘τέθνηκε Δίων’ 为独立属格结构。主要动词为 ποιεῖ,接宾语 τὸν Δίωνα 及作为宾语补足语的 καθόλου τοῦ ‘οὗτος’(带属格的谓词性结构),意为“并未将狄翁作为全称项而相对于‘这人’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:178.14-179.29