- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:177.1-178.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在34a10中指出不可能的事物不会随可能的事物而来,亚历山大借助可能的定义等对此作了进一步论证;随后他审查了克律西波斯关于可能之后件可推得不可能者的反例(如涉及狄翁之死的假言命题),并以这些命题并非健全推论为由对其进行了反驳。
" Ἅμα δ’ εἰ τὸ Α δυνατὸν καὶ τὸ Β ἀδύνατον, ἐνδέχοιτ’ ἂν γενέσθαι τὸ Α ἄνευ τοῦ Β." Ὑποθέμενος τὸ μὲν Α δυνατὸν εἶναι τὸ δὲ Β ἀδύνατον κειμένου τούτῳ τὸ Α ἕπεσθαι1 λαβὼν καθόλου, ὅτι τὸ μὲν [Α] δυνατόν, ὅτε δυνατόν, γένοιτ’ ἄν, τὸ δὲ [Β] ἀδύνατον, ὅτε ἀδύνατον, οὐκ ἂν γένοιτο, προσάγει τῇ τοῦ Α καὶ Β ἀκολουθίᾳ καὶ δείκνυσι τὸ ἄτοπον· εἰ γάρ, ὅτε τὸ Α δυνατόν, τότε τὸ Β ἀδύνατον· τοῦτο γὰρ σημαίνει τὸ ἅμα δὲ ἐνδέχοιτ’ ἂν γενέσθαι τὸ Α ἄνευ τοῦ Β. τὸ γὰρ δυνατὸν γενέσθαι κἂν γένοιτ’ ἄν ποτε, τὸ δὲ ἀδύνατον οὐκ ἂν γένοιτο, ὅπερ ἦν τὸ Β· ὥστε τοῦ Α ὄντος (εἰ γὰρ γέγονε, καὶ ἔστιν) οὐκ ἔσται τὸ Β· ἔκειτο δὲ τοῦ Α ὄντος εἶναι τὸ Β. δεικνύοιτο δ’ ἄν, ὅτι μὴ οἷόν τε δυνατῷ ὄντι τῷ Α ἀδύνατον ἕπεσθαι τὸ Β, καὶ ἐκ τοῦ ὁρισμοῦ τοῦ δυνατοῦ. εἰ γὰρ δυνατόν ἐστιν, οὗ ὑποτεθέντος εἶναι οὐδὲν ἀδύνατον συμβαίνει2 διὰ τοῦτο. ὑποτεθέντος δὲ τοῦ Α εἶναι συμβαίνει διὰ τὴν ὑπόθεσιν ἀδύνατον τὸ τὸ Β εἶναί τε καὶ μὴ εἶναι, εἶναι μέν, ἐπεὶ ἔκειτο ἕπεσθαι αὐτὸ τῷ Α, μὴ εἶναι δὲ τῷ ἀδύνατον αὐτὸ εἶναι, οὐκοῦν, εἰ εἴη δυνατόν τι, ᾧ ἀδύνατον ἕπεται, ἢ οὐ δυνατὸν ἢ οὐ καλῶς ἐλήφθη τῷ Α ἀκολουθεῖν δυνατῷ ὄντι αὐτῷ ἀδύνατον τὸ Β. Ἀριστοτέλης μὲν οὖν, ὅτι μὴ οἷόν τέ ἐστι δυνατῷ ἀδύνατον ἕπεσθαι, δείκνυσι διὰ τοῦ δεῖν μὲν ἐν τῷ ἀληθεῖ συνημμένῳ ἐξ ἀνάγκης ἕπεσθαι τὸ λῆγον τῷ ἡγουμένῳ· τὸ δὲ ἐξ ἀνάγκης τινὶ ἑπόμενον ἀεὶ αὐτῷ ἕπεται· καὶ τὸ ἀδύνατον δὴ ἀεὶ ἀκολουθήσει τῷ ἡγουμένῳ αὐτοῦ, ὥστε, εἰ δυνατόν ἐστι γενέσθαι, καὶ γενομένῳ αὐτῷ ἀκολουθήσει· ἀκολουθοῦν δὲ αὐτῷ τότε καὶ ἔσται· ἔσται ἄρα τὸ ἀδύνατον γενέσθαι· τοῦτο δὲ ἀδύνατον. Χρύσιππος δὲ λέγων μηδὲν κωλύειν καὶ δυνατῷ ἀδύνατον ἕπεσθαι πρὸς μὲν τὴν ὑπ’ Ἀριστοτέλους εἰρημένην δεῖξιν οὐδὲν λέγει, πειρᾶται δὲ διὰ παραδειγμάτων τινῶν οὐχ ὑγιῶς συγκειμένων δεικνύναι τοῦτο μὴ οὕτως ἔχον. φησὶ γὰρ ἐν τῷ συνημμένῳ τῷ ‘εἰ τέθνηκε Δίων, τέθνηκεν οὗτος’ δεικνυμένου τοῦ Δίωνος ἀληθεῖ ὄντι τὸ μὲν ἡγούμενον 〈τὸ〉 ‘τέθνηκε Δίων’ δυνατὸν εἶναι τῷ δύνασθαί ποτε ἀληθὲς γενέσθαι τὸ τεθνηκέναι Δίωνα, τὸ δὲ ‘τέθνηκεν οὗτος’ ἀδύνατον· ἀποθανόντος γὰρ Δίωνος φθείρεσθαι τὸ ἀξίωμα τὸ ‘οὗτος τέθνηκε’ μηκέτ’ ὄντος τοῦ τὴν δεῖξιν ἀναδεχομένου·3 ἐπὶ γὰρ ζῶντος καὶ κατὰ ζῶντος ἡ δεῖξις. εἰ οὖν μή〈τε〉 τεθνεῶτος αὐτοῦ ἔτι τὸ ‘οὗτος’ οἷόν τε, μήτε πάλιν [ἢ] ὑφίσταται ὁ Δίων ὡς δύνασθαι ἐπ’ αὐτοῦ ῥηθῆναι τὸ ‘τέθνηκεν οὗτος’, ἀδύνατον τὸ ‘τέθνηκεν οὗτος’. ἦν γὰρ ἂν οὐκ ἀδύνατον, εἰ ὕστερόν ποτε ἐδύνατο μετὰ τὸν θάνατον τὸν Δίωνος, ἐφ’ οὗ τὸ πρότερον ἐν τῷ συνημμένῳ, ὅτε ἔζη ὁ Δίων, κατηγορεῖτο τὸ ‘τέθνηκεν οὗτος’, κατηγορηθῆναι πάλιν τὸ ‘οὗτος’. ἐπεὶ δὲ μὴ οἷόν τε τοῦτο, ἀδύνατον ἂν εἴη τὸ ‘τέθνηκεν οὗτος’ [κατηγορηθῆναι πάλιν τὸ οὗτος. ἐπεὶ]. ὅμοιον τούτῳ παρατίθεται καὶ τὸ ‘εἰ νύξ ἐστιν, οὐκ ἔστιν αὕτη ἡμέρα’ δεικνυμένης τῆς ἡμέρας· καὶ γὰρ ἐν τούτῳ τῷ συνημμένῳ ἀληθεῖ ὄντι, ὡς οἴεται, δυνατῷ ὄντι τῷ ἡγουμένῳ ἀδύνατον τὸ ἑπόμενον. ὅτι δὲ μὴ ὑγιὲς τὸ ὑπ’ αὐτοῦ λεγόμενον ἡ τῶν συνημμένων δείκνυσι διαβολή. οὐ γὰρ ἔστιν ἀληθὲς συνημμένον τὸ ‘εἰ τέθνηκε Δίων, τέθνηκεν οὗτος’. εἰ γὰρ ἐπὶ πλέον τὸ ‘τέθνηκε Δίων’ τοῦ ‘τέθνηκεν οὗτος’ λέγεται τε καὶ ἔστιν, ἐφ’ οὗ τὸ μὲν Δίων λέγεται, τὸ δὲ ‘οὗτος’ οὐ λέγεται, οὐκ ἂν ἕποιτο τῷ ἡγουμένῳ τῷ ‘εἰ τέθνηκε Δίων’ τὸ ‘τέθνηκεν οὗτος’. οὐ γὰρ ὑγιὴς ἀκολουθία, ἐν ᾗ δύναται τὸ ἡγούμενον εἶναί ποτε μὴ ὄντος τοῦ ἑπομένου.
“同时,如果 Α 是可能的而 Β 是不可能的,Α 就能在没有 Β 的情况下发生”他假设 Α 是可能的而 Β 是不可能的,并在设定 Α 随此而来的前提下,普遍地设定可能的事物在其可能时可以发生,而不可能的事物在其不可能时不能发生,进而将其运用于 Α 与 Β 的推论关系中并指出其荒谬之处。因为如果当 Α 可能时,Β 那时是不可能的——因为“同时 Α 就能在没有 Β 的情况下发生”正意味着这一点——那么可能发生的事物终究有可能发生,而不可能的事物则不会发生,而后一事物正是 Β;因此当 Α 存在时(因为如果它已发生,它也就存在),Β 将不存在;然而先前曾设定当 Α 存在时 Β 存在。此外,根据可能的定义也可以证明,不可能的 Β 绝不可能随可能的 Α 而来。因为所谓可能,就是指在假定其存在时,不会因此而产生任何不可能的结果。但若假定 Α 存在,由于该假定就会产生 Β 既存在又不存在这一不可能的结果:存在,是因为曾设定它随 Α 而来;不存在,则是因为它本身是不可能的。因此,如果存在某种可能的事物,其后伴随着不可能的事物,那么它要么并非可能,要么认为不可能的 Β 伴随着可能的 Α 这一假定本身就不妥当。因此亚里士多德证明不可能的事物不可能随可能的事物而来,是通过在真的假言命题中后件必须必然随前件而来这一事实;而必然随某物而来的事物总是随之而来;因此不可能的事物也将始终随其前件而来,以至于若前件可能发生,在它发生时后件也将随之而来;而在那时随之而来,它也就将存在;因此不可能发生的事物将存在;但这是不可能的。然而克律西波斯却说没有什么能阻止不可能的事物甚至随可能的事物而来,他对亚里士多德所阐述的证明未作反驳,而是试图通过一些构造不健全的例子来表明情况并非如此。因为他说,在“如果狄翁死了,这人就死了”这一假言命题中(该命题在指着狄翁时是真的),前件“狄翁死了”是可能的,因为狄翁死这件事在某时可能成真,而后件“这人就死了”却是不可能的;因为狄翁死后,“这人就死了”这一命题便毁灭了,因为不再有承受指示的对象存在;因为指示是指向活着的人且针对活着的人的。因此,如果在他死后“这人”不再可能,而狄翁又不会重新存立以至于能针对他说出“这人就死了”,那么“这人就死了”就是不可能的。因为如果在狄翁死后的某一后来时刻,在狄翁活着时假言命题中曾被断言为“这人就死了”的那个主体上,能够再次断言“这人”,它就不是不可能的。但既然这是不可能的,“这人就死了”就是不可能的。与此类似,他还援引了在指示白昼时的命题“如果是夜晚,就不是这白天”;因为在他看来,在这个真的假言命题中,当前件为可能时后件却是不可能的。但他所说的并不健全,这一点由对假言命题的批驳所表明。因为“如果狄翁死了,这人就死了”并不是真的假言命题。因为如果“狄翁死了”比“这人就死了”说得更广,而且存在着可以说出“狄翁”却不能说出“这人”的情况,那么“这人就死了”就不会随前件“如果狄翁死了”而来。因为在其中前件有时能够存在而后件却不存在的推论,并不是健全的推论。
- 2.103κειμένου τούτῳ τὸ Α ἕπεσθαι
在句法上,τὸ Α ἕπεσθαι 构成属格独立结构中分词 κειμένου 的带宾格不定式补足语,与格 τούτῳ 作 ἕπεσθαι 的支配对象(“Α 随此而来”)。尽管在先前的上下文(§2.101–102)中讨论的是 B 随 A 而来,但在此处依传抄文本直译为以 τὸ Α 为不定式主语、支配与格 τούτῳ 的结构。
- 2.103οὗ ὑποτεθέντος εἶναι οὐδὲν ἀδύνατον συμβαίνει
属格关系代词 οὗ 在内嵌的属格独立短语 ὑποτεθέντος εἶναι 中作逻辑主语(“当假定其存在时”),修饰主要动词 συμβαίνει。整个关系从句构成了 δυνατόν 的定义表语。
- 2.103μηκέτ’ ὄντος τοῦ τὴν δεῖξιν ἀναδεχομένου
表原因的属格独立结构。带冠词的现在分词短语 τοῦ ... ἀναδεχομένου(“承受指示者/可作为指示对象之人”)充当分词 ὄντος 的语法主语。
