← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§175.7-176.32

大前提为实然且小前提为或然的第一格推论

亚里士多德转入大前提为实然、小前提为或然的第一格三段论,说明其为何是不完全的并需要归谬法证明;亚历山大进而注解关于“若前件为可能,则其必然伴随后件亦必为可能”之命题的归谬证明(34a2–34a7)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.100

" Ὅτι δὲ ἐναντίως ἔχοντος1 ἔσονται συλλογισμοί." Δείξας τῆς μείζονος οὔσης ἐνδεχομένης ἐνδεχόμενον τὸ συμπέρασμα καὶ τελείους τοὺς συλλογισμοὺς ἐπὶ τῶν ἐκ καθόλου ἀμφοτέρων τῶν προτάσεων (ἡ γὰρ αὐτὴ δεῖξις καὶ ἐπὶ τῶν ἐπὶ μέρους τοῦ τε καταφατικοῦ καὶ τοῦ ἀποφατικοῦ συμπεράσματος) μέτεισιν ἐπὶ τὰς συζυγίας, ἐν αἷς ἡ μὲν μείζων ὑπάρχουσα εἴληπται ἡ δὲ ἐλάττων ἐνδεχομένη· τὸ γὰρ ἐναντίως ἔχειν τὴν ὑπαλλαγὴν αὐτῷ τῶν προτάσεων σημαίνει. ὅτι οὖν αἱ οὕτως ἔχουσαι συζυγίαι συλλογιστικαί εἰσι, διὰ τοῦ ἀδυνάτου, φησί, δειχθήσεται. εἰ δὲ διὰ τοῦ ἀδυνάτου, δῆλον ὡς οὐ τέλειοι. διὸ προσέθηκε τὸ ἅμα δὲ ἔσται δῆλον, ὅτι καὶ ἀτελεῖς. τέλειοι γὰρ οἱ ἐκ τῶν κειμένων καὶ μηδενὸς ἔξωθεν προσδεόμενοι· ἡ δὲ διὰ τοῦ ἀδυνάτου γινομένη δεῖξις οὐ διὰ τῶν εἰλημμένων καὶ κειμένων γίνεται προτάσεων.

“但是在相反的情况下也将产生三段论”在指出了当两个前提都是全称的、且大前提为或然时结论也是或然的并且三段论是完全的之后(因为对于特称的情况,无论是肯定结论还是否定结论,证明都是相同的),他转入大前提被取为实然、小前提被取为或然的组合;因为“相反的情况”对他而言意味着前提的互换。因此他说,具有这种形式的组合是能够推出结论的,这将通过归谬法得到证明。而如果是通过归谬法,显然它们是不完全的。因此他补充道:“同时这也将显明,它们也是不完全的。”因为完全的三段论是由设定好的前提得出且无需任何外部补充的;而通过归谬法进行的证明并非通过已设定和取定的前提进行。

§2.101

"Πρῶτον δὲ λεκτέον, ὅτι, εἰ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι, καὶ δυνατοῦ ὄντος τοῦ Α δυνατὸν καὶ τὸ Β ἔσται ἐξ ἀνάγκης." Ἐπεὶ μέλλει τῇ εἰς ἀδύνατον ἀπαγωγῇ προσχρώμενος δεικνύναι συλλογιστικὴν οὖσαν συζυγίαν τὴν ἐξ ὑπαρχούσης τῆς μείζονος καὶ ἐνδεχομένης τῆς ἐλάττονος, ἐν δὲ τῇ δείξει τῇ εἰς ἀδύνατον ἐπὶ τῶν προκειμένων οὐ μόνον τὸ ἀντικείμενον τοῦ, οὗ βούλεται δεῖξαι συναγόμενον, ὑποτίθεταί τε καὶ λαμβάνει, ἀλλὰ καὶ τὴν ἐνδεχομένην πρότασιν εἰς ὑπάρχουσαν μεταλαμβάνει, ὃ οὐκ ἔστιν ἀδύνατον (ὃ γὰρ ἐνδέχεται γενέσθαι, οὐκ ἀδύνατον ὑποθέσθαι εἶναι, ὡς ὁ ἀποδεδομένος αὐτοῦ ὁρισμὸς δηλοῖ), ψεῦδος μέντοι, ἵνα οὖν τὸ συναγόμενον ἀδύνατον ἐκ τοῦ λαβεῖν τὸ ἀντικείμενον, οὗ βούλεται δεῖξαι ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ, καὶ ἐκ τοῦ μεταλαβεῖν τὸ ἐνδεχόμενον εἰς ὑπάρχον, ὃ ψεῦδος μέν ἐστιν, οὐ μὴν ἀδύνατον, μὴ ἡγῆταί τις συνάγεσθαι παρὰ τὴν τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψιν,2 ἀλλὰ παρὰ τὸ ὑποτιθέμενον ἀδύνατον, ὅ ἔστιν ἀντικείμενον, ᾧ βούλεται δεῖξαι γινομένῳ συμπεράσματι, πρῶτον δείκνυσιν,3 ὅτι μὴ οἷόν τε δυνατῷ τι ἀδύνατον ἀκολουθεῖν, ἀλλ’ ἀνάγκη ἀδύνατον εἶναι, ᾧ τὸ ἀδύνατον ἀκολουθεῖ, ἐπὶ πάσης ἀναγκαίας ἀκολουθίας. ἔστι δὲ ἀναγκαία ἀκολουθία οὐχ ἡ πρόσκαιρος, ἀλλὰ ἐν ᾗ ἀεὶ τὸ εἰλημμένον ἕπεσθαι ἔστι τῷ τὸ εἰλημμένον ὡς ἡγούμενον εἶναι. οὐ γὰρ ἀληθὲς συνημμένον τὸ ‘εἰ Ἀλέξανδρος ἔστιν, Ἀλέξανδρος διαλέγεται’, ἢ ‘εἰ Ἀλέξανδρος ἔστι, τοσῶνδε ἐτῶν ἐστί’, καὶ 〈εἰ〉 εἴη, ὅτε λέγεται ἡ πρότασις, τοσούτων ἐτῶν. τούτου γὰρ δειχθέντος τὸ γινόμενον συμπέρασμα ἐκ τῶν κειμένων ἐπὶ τῇ ἐκτεθείσῃ συζυγίᾳ, εἰ ἀδύνατον εἴη, οὐ παρὰ τὸ τὴν ἐνδεχομένην εἰς ὑπάρχουσαν μετειλῆφθαι γίνεται (τοῦτο γὰρ ψεῦδος μέν, οὐ μὴν ἀδύνατον), ἀλλὰ παρὰ τὸ τὸ ἀντικείμενον ληφθῆναι τοῦ συναγομένου ὂν ἀδύνατον. ἅμα δὲ καὶ διὰ τοῦ νῦν δεικνυμένου καὶ τὴν δεῖξιν τὴν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὅτι ἐστὶν ὑγιής, κατασκευάζειν δόξει. μὴ γὰρ ὄντος ὁμολογουμένου τοῦ τὸ ἀδύνατον ἀδυνάτῳ ἕπεσθαι οὐδ’ ἂν ἡ εἰς ἀδύνατον ἀπαγωγὴ ἰσχὺν ἔχειν φαίνοιτο τῷ μὴ πάντως ἀναιρεθήσεσθαι τὴν ὑπόθεσιν ἀδυνάτου τινὸς συναχθέντος ὡς ἀδύνατον καὶ αὐτήν. ἢ δύναταί τις μὴ τῷ ἀδυνάτῳ προσχρώμενος ἀλλὰ τῷ ψεύδει τοῦ συμπεράσματος, 〈ὃ〉 ἠκολούθησε τῇ ὑποθέσει, ἀναιρεῖν τὴν ὑπόθεσιν ὡς ψευδῆ τῷ μὴ δύνασθαι ἐξ ἀληθῶν ψεῦδός τι συνάγεσθαι. ἢ οὕτως οὐ μᾶλλον παρὰ τὴν ὑπόθεσιν ἢ καὶ παρὰ τὴν τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψιν γίνοιτ’ ἂν τοιοῦτο συμπέρασμα. ὅτι δὴ δυνατῷ δυνατὸν ἀκολουθεῖ ἀεὶ καὶ οὐχ οἷόν τε ἀδύνατον ἕπεσθαι δυνατῷ, δείκνυσιν οὕτως·

“但首先必须说明,如果在 Α 存在时必然 Β 存在,那么在 Α 可能时,Β 也必然是可能的”既然他打算运用归谬法来证明由实然的大前提和或然的小前提构成的组合是能够推出结论的,但在对于所提问题的归谬证明中,他不仅设定并假定了与他希望证明推得之项相反的命题,而且还将或然前提转换为实然前提——这虽然不是不可能的(因为可能发生的事情,假定其存在并不是不可能的,正如对它所给出的定义表明的那样),但确实是假的——因此,为了不让人认为,从取所提组合中希望证明的结论的相反项以及将或然转换为实然(这虽假却非不可能)所推得的不可能结果,是由于将或然转换为实然而推得的,而是让人认为是由于假定的不可能项,即与他希望证明产生的结论相反的命题而推得的,他首先证明,在一切必然推论中,不可能有任何不可能之事物随可能之事物而来,相反,不可能之事物所伴随的那一前提必然是不可能的。所谓必然推论不是暂时的推论,而是在其中所取之后件始终随所取之前件而成立的推论。因为假言命题“如果亚历山大存在,亚历山大就在辩论”或“如果亚历山大存在,他就是这么大年纪”,即使在说出该前提时他确实是这个年纪,也并不是真的。因为一旦这一点得到证明,在已陈述的组合中由设定之前提所产生的结论如果是不可能的,便不是由于或然前提被转换为实然前提而产生的(因为这虽假却非不可能),而是由于取了所推结论的相反项,而该相反项是不可能的。同时,通过现在证明的这一点,他也将被认为确立了通过归谬法进行的证明是健全的。因为如果不承认不可能之后果伴随不可能之前提,归谬法甚至显得毫无效力,因为在推得某种不可能结果时,假设本身并不必然因其是不可能的而被推翻。或者,有人可以不利用结论的不可能性,而是利用伴随假设而来的结论的虚假性,基于从真前提不能推出假结论这一原则,将假设作为假的予以推翻。或者在这种情况下,此类结论的产生归咎于假设并不多于归咎于将或然转换为实然。至于可能的事物确实始终随可能的事物而来,并且不可能的事物不可能随可能的事物而来,他证明如下:

§2.102

"Ἔστω γὰρ οὕτως ἐχόντων τὸ μὲν ἐφ’ ᾧ τὸ Α δυνατόν, τὸ δὲ ἐφ’ ᾧ τὸ Β ἀδύνατον." Οὕτως ἐχόντων, ὡς προειρήκαμεν, εἰ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι. οὔσης δὲ ταύτης 〈τῆς〉 ἀκολουθίας καὶ ἐξ ἀνάγκης ἑπομένου τοῦ Β τῷ Α ὑποκείσθω τὸ μὲν Α δυνατὸν εἶναι τὸ δὲ Β ἀδύνατον. τὸ δὴ Α ἐπειδὴ δυνατόν ἐστι, κἂν γένοιτο, ὅτε δυνατόν ἐστι γενέσθαι4 [τοῦ ἐνδέχεσθαι μή]· ὁμοίως καὶ τὸ Β, εἰ ἀδύνατον εἴη, ὅτε ἀδύνατόν ἐστι γενέσθαι, οὐκ ἂν γένοιτο. εἰ δὴ ἅμα εἴη τὸ μὲν δυνατὸν τὸ δὲ ἀδύνατον, ὅτε τὸ Α ἐστί, τὸ Β, καθ’ ὃ μέν ἐστιν ἀδύνατον, οὐκ ἂν εἴη, καθ’ ὃ δὲ ἀνάγκη τοῦ Α ὄντος εἶναι αὐτό, εἴη ἄν. ἅμα τε οὖν εἴη ἂν καὶ οὐκ εἴη τὸ Β, ὅπερ ἀδύνατον. δυνατοῦ ἄρα ὄντος τοῦ ἡγουμένου δυνατὸν ἔσται καὶ τὸ ἑπόμενον ἐξ ἀνάγκης αὐτῷ· τοῦτο δὲ ἦν τὸ Β.

“因为在如此设定的情况下,令标以 Α 者为可能,标以 Β 者为不可能”在如此设定的情况下,正如我们前面所说,如果在 Α 存在时必然 Β 存在。既然这一推论成立,且 Β 必然随 Α 而来,就设定 Α 是可能的,而 Β 是不可能的。既然 Α 是可能的,当它可能发生时它就可能发生;同样,Β 如果是不可能的,当它不可能发生时它就不会发生。如果同时一方是可能的而另一方是不可能的,那么当 Α 存在时,Β 就其为不可能而言将不存在,但就 Α 存在时它必然存在而言它又将存在。因此 Β 将同时存在又不存在,这是不可能的。所以,当前件是可能的时,必然随之而来的后件也将是可能的;而这也就是 Β。

语法注4 条
  1. 2.100ἐναντίως ἔχοντος

    独立属格结构,作无人称用法或指代前提配置的整体情势。亚历山大在紧接着的文句中自行解释其意为“前提的互换(τὴν ὑπαλλαγὴν τῶν προτάσεων)”。

  2. 2.101παρὰ τὴν τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψιν

    介词 παρά 接宾格,表示原因(“由于……”、“归咎于……”)。紧随其后的 ἀλλὰ παρὰ τὸ ὑποτιθέμενον ἀδύνατον 采用了相同的用法,用以对比不可能结论产生的真正原因。

  3. 2.101Ἐπεὶ μέλλει... ἵνα οὖν... πρῶτον δείκνυσιν

    由 Ἐπεὶ 引导的冗长原因从句中嵌套了 ἵνα οὖν 引导的目的从句,最终落实到主句的动词 πρῶτον δείκνυσιν(“他首先证明”)。在 ἵνα 从句内部,否定词 μή 修饰动词 ἡγῆται(“以便不让人认为”),并在 παρὰ τὴν μετάληψιν(“由于转换”)与 παρὰ τὸ ὑποτιθέμενον ἀδύνατον(“由于假定的不可能项”)之间构成因果归属的对比。

  4. 2.102κἂν γένοιτο, ὅτε δυνατόν ἐστι γενέσθαι

    κἄν 是 καὶ ἄν 的合写,与表示潜在或可能性的希求法动词 γένοιτο 连用,意为“便也可能发生”。ὅτε 从句在此充当时间条件从句,限定潜能得以实现的时间点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:175.7-176.32