← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§173.20-175.6

第一格中或然与实然前提的混合三段论

亚历山大根据《前分析篇》33b25–33b33,探讨了第一格中或然前提与实然前提混合三段论的次序与性质,并将大前提为或然时得出完全三段论的证明与泰奥弗拉斯托等人的不同主张进行了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.98

" Ἐὰν δ’ ἡ μὲν ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι λαμβάνηται τῶν προτάσεων." Ἦν μὲν ἀκόλουθον περὶ τοῦ δευτέρου καὶ τρίτου σχήματος πρῶτον εἰπεῖν,1 εἶθ’ οὕτως περὶ τῶν μίξεων. ἀλλ’ ἐπεὶ δι’ ἀντιστροφῶν τῶν κατὰ τοὺς ὅρους οἱ ἐν ἐκείνοις συλλογισμοί, οὐδέπω δὲ εἴρηκε περὶ τῆς κατὰ τὰς ἐνδεχομένας προτάσεις τοιαύτης ἀντιστροφῆς, πρῶτον λέγει περὶ τῶν μίξεων τῶν ἐν τῷ πρώτῳ σχήματι ἐξ ἐνδεχομένης τε καὶ ὑπαρχούσης καὶ ἐνδεχομένης καὶ ἀναγκαίας, ἐπειδὴ οὐδὲν δεῖται 〈τὰ〉 ἐν τούτῳ τῷ σχήματι δεικνύμενα ἀντιστροφῆς. ἔτι καὶ δείξει, ὅτι ἐν δευτέρῳ σχήματι ἐκ δύο ἐνδεχομένων οὐδὲν συνάγεται, ὅτι μηδὲ ἐκ δύο καταφατικῶν, ἐκ δὲ μίξεως ἐνδεχομένης τε καὶ ὑπαρχούσης συνάγεται. ἀλλὰ πρῶτον ἔδει περὶ τῶν ἐξ ἀναγκαίας καὶ ἐνδεχομένης ἐν πρώτῳ σχήματι μίξεων εἰπεῖν· πεποίηται δὲ τὴν μῖξιν πρῶτον ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης. Θεόφραστος μὲν οὖν καὶ Εὔδημος οἱ ἑταῖροι αὐτοῦ καὶ ἐν τῇ ἐξ ἐνδεχομένης καὶ ὑπαρχούσης μίξει φασὶν ἔσεσθαι τὸ συμπέρασμα ἐνδεχόμενον, ὁποτέρα ἂν τῶν προτάσεων ἐνδεχομένη ληφθῇ· χεῖρον γὰρ πάλιν τὸ ἐνδεχόμενον τοῦ ὑπάρχοντος. ὁ δὲ Ἀριστοτέλης οὐχ οὕτως, ἀλλὰ τῆς μείζονος ἐνδεχομένης οὔσης ὑπαρχούσης δὲ τῆς ἐλάττονος καὶ τὸ συμπέρασμά φησιν ἐνδεχόμενον ἔσεσθαι τὸ κατὰ τὸν διορισμόν, ὅ ἐστιν “οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ εἶναι οὐδὲν ἀδύνατον ἕπεται”, καὶ τελείους τοὺς ἐν τῇ τοιαύτῃ συζυγίᾳ συλλογισμούς, τοῦτ’ ἔστιν αὐτόθεν δεικνύντας τὸ προκείμενον· διὰ γὰρ τοῦ κατὰ παντὸς ἡ δεῖξις αὐτῷ καὶ διὰ τοῦ κατὰ μηδενός· οἱ δὲ διὰ τούτων ἔχοντες γνώριμον τὸ συμπέρασμα τέλειοι. ἂν δ’ ἡ ἐλάττων ἐνδεχομένη γένηται τῆς μείζονος ὑπαρχούσης οὔσης ἀτελεῖς τέ φησιν ἔσεσθαι πάντας τοὺς τοιούτους συλλογισμοὺς καὶ προσέτι τοὺς τὸ ἀποφατικὸν συνάγοντας οὐ τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον συνάξειν ἀλλὰ τὸ κατὰ ψιλὴν ἀπόφασιν τοῦ ἀναγκαίου λεγόμενον. ἢ γὰρ τὸ οὐδενὶ ἐξ ἀνάγκης ἢ τὸ οὐ παντὶ ἐξ ἀνάγκης συναχθήσεσθαι, καθ’ ὧν καὶ αὐτῶν ἀληθεύεται μὲν τὸ ἐνδεχόμενον, οὐ μὴν ἐκεῖνο, οὗ τὸν ὁρισμὸν ἀποδεδώκαμεν· οὐδέπω γὰρ ὑπάρχον ἐκεῖνό ἐστιν· ταῦτα γὰρ τὸ μὴ ἐξ ἀνάγκης ὑπάρχειν σημαίνει οὐκ ἀναιροῦντα τὸ ὑπάρχειν. ὃ δὲ λέγει, προϊὼν φανερὸν ποιήσει. οἱ μέντοι περὶ Θεόφραστον καὶ ταύτας ἐνδεχομένας λέγοντες εἰκότως ἐνδεχόμενόν φασι τὸ συμπέρασμα καὶ ἐν ταῖς τοιαύταις γίνεσθαι συμπλοκαῖς. οὐ γίνονται δὲ τέλειοι, ἐν οἷς ἡ ἐλάττων ἐστὶν ἐνδεχομένη, ὅτι οὐχ οἷόν τέ ἐστιν ἐπὶ τούτων τῷ κατὰ παντὸς χρησαμένους δεῖξαι τὸ συμπέρασμα. εἰ γὰρ εἴη τὸ Α παντὶ τῷ Β ὑπάρχον, τὸ δὲ Β τῷ Γ παντὶ ἐνδεχόμενον, ἐπεὶ τὸ Γ μηδέπω ἐστί τι τοῦ Β (τὸ γὰρ ἐνδεχόμενον οὐδέπω ὑπάρχει), οὐκ, εἰ τὸ Α κατὰ παντὸς τοῦ Β καὶ μηδὲν ἔστι λαβεῖν τοῦ Β, καθ’ οὗ τὸ Α οὐ ῥηθήσεται, ἤδη ἔχομεν καὶ διὰ τοῦτο τὸ καὶ τῷ Γ ἐπενεγκεῖν·2 οὐ γάρ ἐστι τὸ Γ τι τοῦ Β, εἰ ἐνδέχεται αὐτῷ ὑπάρξαι τὸ Β καὶ μὴ ἤδη ὑπάρχει. διὸ δεόμενοι πρὸς τὴν δεῖξιν ἔξωθέν τινος οὐ τέλειοι· δείκνυνται γὰρ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ταῦτα προειπὼν πρῶτον δείκνυσι τοὺς ἔχοντας τὴν μείζονα ἐνδεχομένην τελείους τε ὄντας καὶ τὸ συμπέρασμα ἔχοντας τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου.

“但是,如果前提中一个被取为实然的,另一个被取为或然的”按照自然顺序,本来应当先讨论第二格和第三格,然后再这样讨论混合。但是,既然那些格中的三段论是通过词项的换位进行的,而他尚未谈及涉及或然前提的此类换位,所以他首先讨论第一格中由或然前提与实然前提、以及由或然前提与必然前提构成的混合,因为在这一格中被证明的事物完全不需要换位。此外,他还将证明,在第二格中由两个或然前提推不出任何结论,因为由两个肯定前提同样推不出任何结论,但由或然前提与实然前提的混合却能推出结论。然而,他本应当先讨论第一格中由必然前提与或然前提构成的混合;但他却先对实然前提与或然前提构成的混合进行了处理。他的同伴泰奥弗拉斯托和欧德谟主张,在由或然前提与实然前提构成的混合中,无论哪一个前提被取为或然的,结论都将是或然的;因为或然再次劣于实然。但亚里士多德并非如此主张,而是说当大前提为或然、小前提为实然时,结论也将是符合定义的或然,即“非必然存在、但若设定其存在也不会产生不可能之结果者”,并且在此种组合中的三段论是完全的,也就是说由自身直接证明所提出的论题;因为对他而言,证明是通过“关于一切”以及“关于无一”来进行的;而凡是通过这些使结论显而易见的三段论都是完全的。但如果小前提成为或然的,而大前提是实然的,他说所有此类三段论都将是不完全的,而且得出否定结论的三段论所推得的不是符合定义的或然,而是被称为按照对必然的单纯否定而言的或然。因为所推出的要么是“对无一必然〔成立〕”,要么是“并非对一切必然〔成立〕”,就这些本身而言,或然固然属实,但决不是我们已给出定义的那种或然;因为那种或然尚未实然地成立;而这些表示的只是非必然地成立,并不取消实然地成立。至于他的意思,在后文中他将使之明白。然而泰奥弗拉斯托等人把这些也称为或然的,因而他们合乎情理地说在这些组合中结论也成为或然的。但是,小前提为或然的三段论并不成为完全的,因为在这些情况下不可能通过运用“关于一切”来证明结论。因为如果 Α 实然地属于一切 Β,而 Β 或然地属于一切 Γ,既然 Γ 尚未是 Β 的某种东西(因为或然者尚未实然地成立),并非由于 Α 表述关于一切 Β 且无法取到 Α 不对其表述的任何 Β,我们就已经因此能够将它也施加于 Γ;因为如果 Β 只是或然地属于 Γ 而非已经属于,Γ 就不是 Β 的某种东西。因此,它们为了证明需要外部的某种东西,因而不是完全的;因为它们是通过归谬法得到证明的。预先说明了这些之后,他首先证明那些大前提为或然的三段论既是完全的,又具有符合定义的或然的结论。

§2.99

"Ἐνδεχέσθω γὰρ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ κείσθω ὑπάρχον." Τῷ κατὰ παντὸς προσχρώμενος καὶ τῷ τούτου ὁρισμῷ δείκνυσιν ἐνδεχόμενόν τε γινόμενον τὸ συμπέρασμα καὶ τέλειον τὸν συλλογισμόν. ἐπεὶ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται, οὐδὲν ἔσται λαβεῖν τοῦ Β, ᾧ τὸ Α οὐκ ἐνδέξεται· τὶ δὲ τοῦ Β τὸ Γ ἐστίν, εἴ γε τὸ Β παντὶ τῷ Γ ὑπάρχει· καὶ τῷ Γ ἄρα παντὶ ἐνδέξεται τὸ Α. κἂν ἡ μείζων δὲ στερητικὴ ἐνδεχομένη τεθῇ ἡ δὲ ἐλάττων ὑπάρχουσα καθόλου καταφατική, ὁμοία ἡ δεῖξις τοῦ ἐνδεχόμενον ἀποφατικὸν καθόλου τὸ συμπέρασμα ἔσεσθαι· διὰ γὰρ τοῦ ὁρισμοῦ τοῦ ἐνδέχεσθαι μηδενί.

“因为令 Α 或然地属于一切 Β,且设定 Β 实然地属于一切 Γ”他进一步运用“关于一切”及其定义,证明结论成为或然的,并且三段论是完全的。因为既然 Α 或然地属于一切 Β,就将无法取到任何 Α 不或然地属于的 Β;而如果 Β 确实属于一切 Γ,Γ 便是 Β 的某种东西;因此 Α 也将或然地属于一切 Γ。即使大前提被设定为否定的或然命题,而小前提为实然的全称肯定命题,证明结论将是全称否定的或然命题也是类似的;因为这是通过“对无一为或然”的定义来进行的。

语法注2 条
  1. 2.98Ἦν μὲν ἀκόλουθον περὶ τοῦ δευτέρου καὶ τρίτου σχήματος πρῶτον εἰπεῖν

    Ἦν 是在表达适宜性或顺理成章的无人称结构中的未完成过去时直陈式,未带 ἄν 但含有与事实相反的含意(“按理本来应当先讨论……[但实际上并未如此]”)。

  2. 2.98οὐκ, εἰ τὸ Α κατὰ παντὸς τοῦ Β καὶ μηδὲν ἔστι λαβεῖν τοῦ Β, καθ’ οὗ τὸ Α οὐ ῥηθήσεται, ἤδη ἔχομεν καὶ διὰ τοῦτο τὸ καὶ τῷ Γ ἐπενεγκεῖν

    句首的 οὐκ 并不修饰紧随其后的条件从句(εἰ...),而是否定主句动词 ἤδη ἔχομεν(“并非如果……我们就已经能够……”)。由带冠词不定式构成的短语 τὸ καὶ τῷ Γ ἐπενεγκεῖν 作 ἔχομεν(意为“具有……的能力/资格”)的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:173.20-175.6