- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:172.6-173.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了在第一格中大前提为特称可能命题的联结为何是无推论性的,说明其不仅排除了可能命题的结论,也排除了必然和实然命题的结论,并对第一格中两个前提均为可能命题的有效推论(全称前提和特称小前提各四组,共八组)的完全性与不完全性进行了总结。
" Φανερὸν οὖν, ὅτι τοῦτον τὸν τρόπον ἐχόντων τῶν ὅρων οὐδεὶς γίνεται συλλογισμός." Δείξας διὰ τῆς παραθέσεως τῶν ὅρων ἐν ταῖς προκειμέναις συμπλοκαῖς τὸ συμπέρασμα καὶ παντὶ ἐξ ἀνάγκης καὶ μηδενί,1 φησίν, ὅτι οὐ μόνον οὐκ ἐνδεχόμενόν τι συνάγεται, ἀλλ’ οὐδ’ ἄλλο τι, οἷον ὑπάρχον ἢ ἀναγκαῖον. τὸ μὲν γὰρ παντὶ ἐξ ἀνάγκης ἀναιρετικὸν ἡμῖν δέδεικται ὂν τοῦ μηδενὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ὑπάρχειν, τὸ δὲ μηδενὶ ἐξ ἀνάγκης τοῦ τε παντὶ ἐξ ἀνάγκης καὶ τοῦ παντὶ ὑπάρχειν· τούτοις γὰρ χρώμενοι ἐδείξαμεν τὰς ἀσυλλογίστους συμπλοκὰς ἔν τε ταῖς ἀναγκαίαις καὶ ἐν ταῖς ὑπαρχούσαις προτάσεσιν. ἔτι ἔδει μέν, ὥσπερ εἰρήκαμεν, ὅταν ἀναγκαῖον ἢ ὑπάρχον ᾖ συμπέρασμα, ἢ τὴν ἑτέραν τῶν προτάσεων ἢ ἀμφοτέρας τοιαύτας εἶναι· ἀμφότεραι δέ εἰσιν ἐπὶ τῆς προκειμένης συζυγίας ἐνδεχόμεναι. καὶ διὰ τούτου ἂν δεικνύοιτο μήτε ἀναγκαῖον μήτε ὑπάρχον γινόμενον τὸ συμπέρασμα. εἰπὼν δὲ μηδὲν ἐκείνων συνάγεσθαι δύνασθαι ἑξῆς δείκνυσιν, ὅτι μηδὲ ἐνδεχόμενόν τι οἷόν τε συναχθῆναι συναγομένου γε ἐν τῇ τοιαύτῃ συμπλοκῇ καὶ τοῦ παντὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ οὐδενὶ ἐνδέχεται ὑπάρχειν. τό τε γὰρ ἐξ ἀνάγκης παντὶ ὁμοίως τοῦ τε ἐνδεχομένου παντός ἐστιν ἀναιρετικὸν καὶ τοῦ μηδενὶ ὑπάρχειν καὶ τοῦ τινὶ μὴ ὑπάρχειν, ἔτι τοῦ τε ἐξ ἀνάγκης μηδενὶ καὶ ἐξ ἀνάγκης τινὶ μή. πάλιν δ’ αὐτὸ τὸ μηδενὶ ἐξ ἀνάγκης, ὡς τοῦ ἐνδεχομένου παντὸς ἀναιρετικόν ἐστιν, οὕτως καὶ τοῦ παντὶ ἢ τινὶ ὑπάρχειν καὶ τοῦ ἐξ ἀνάγκης παντὶ ἢ τινί. τοῦ δὲ ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον ὑπόμνησιν φέρει,2 ὅτι τὸ ἐνδεχόμενον ὡρισάμεθα τὸ μὴ ὂν ἀναγκαῖον· ὃ γὰρ παντὶ ἐξ ἀνάγκης καὶ οὐδενὶ ἐξ ἀνάγκης, τοῦτο οὔτε παντὶ ἢ τινὶ ἐνδέχεται οὔτε οὐδενὶ ἢ οὐ παντί. Εἰπὼν δὲ ταῦτα ὑπομιμνήσκει ἡμᾶς τῶν δεδειγμένων· ἔστι δὲ ταῦτα, ὅτι ἐν τῷ πρώτῳ σχήματι, ἂν ὦσιν ἀμφότεραι αἱ προτάσεις καθόλου, συλλογισμὸς γίνεται, ὁποῖαι ἂν ὦσιν αἱ προτάσεις κατὰ τὸ ποιόν, πλὴν εἰ μὲν εἶεν ἀμφότεραι κατηγορικαί, τέλειος. ὁμοίως δέ, ἂν ἡ μείζων ἀποφατικὴ μόνη 〈ᾖ〉. ἀτελεῖς δέ εἰσιν αἱ διὰ τῆς τοῦ ἐνδεχομένου ἀντιστροφῆς, ἥ τε ἐκ δύο ἀποφατικῶν καὶ ἡ ἐκ τῆς ἐλάττονος ἀποφατικῆς, ὡς ἔδειξεν. ὑπομιμνήσκει δὲ ἡμᾶς καὶ τοῦ δεῖν τὸ ἐνδεχόμενον ἐν ταῖς προτάσεσι λαμβάνειν τὸ μὴ ἀναγκαῖον· τὸ γὰρ κατὰ τοῦ ἀναγκαίου κατηγορούμενον ὁμώνυμόν τε καὶ οὐκ ἀντιστρέφει. φησὶ δὲ πολλάκις τὸ τοιοῦτον διαλανθάνειν· τὸ γὰρ μηδενὶ ἐξ ἀνάγκης ὑπάρχον λέγομεν ἐνδέχεσθαι μηδενί, ἐφ’ οὗ οὐκ ἔστι λέγειν, ὅτι καὶ παντὶ ἐνδέχεται. ἀλλὰ καὶ αὐτὸς ἐν τῇ τῶν προειρημένων ὅρων ἐκθέσει τὸ ζῷον ἔλαβεν ἐνδέχεσθαι τινὶ λευκῷ· καίτοι ἐξ ἀνάγκης τινὶ αὐτῷ ὑπάρχει. καὶ ἴσως τούτου χάριν καὶ προσέθηκε τοῦτο, ὥσπερ καὶ ἀλλαχοῦ πάλιν λέγει, “ληπτέον δὲ βέλτιον τοὺς ὅρους”.3 ἔδειξε δὲ γινομένους ἐν πρώτῳ σχήματι ἐξ ἐνδεχομένων ἀμφοτέρων τῶν προτάσεων τέσσαρας μὲν ἀμφοτέρων οὐσῶν καθόλου τῶν προτάσεων, τελείους μὲν δύο, τόν τε ἐκ τῶν δύο καταφατικῶν καὶ τὸν ἐκ τῆς μείζονος μόνης ἀποφατικῆς, ἀτελεῖς δὲ τὸν ἐκ τῆς ἐλάττονος μόνης ἀποφατικῆς καὶ τὸν ἐξ ἀμφοτέρων ἀποφατικῶν, ὁμοίως πάλιν τέσσαρας τῆς [τε] ἑτέρας προτάσεως ἐπὶ μέρους οὔσης, ἂν ἡ ἐλάττων ἐπὶ μέρους ᾖ. ἀλλὰ τέλειοι μὲν καὶ τούτων δύο, ἐν οἷς ἢ ἀμφότεραι καταφατικαὶ ἢ ἡ ἐλάττων καταφατικὴ μόνη, ἀτελεῖς δέ, ἂν ἡ ἐλάττων ἀποφατικὴ μόνη 〈ᾖ〉 ἢ καὶ ἀμφότεραι.
“因此显而易见,当词项处于这种状态时,不会产生任何推论。” 在通过提出词项表明在所讨论的联结中结论既必然从属于所有又[必然]不从属于任何之后,他指出,不仅得不出任何可能命题,而且也得不出任何其他命题,例如实然命题或必然命题。因为必然从属于所有是对必然不从属于任何以及不从属于任何的否定,这一点已被我们所证明,而必然不从属于任何则是对必然从属于所有以及从属于所有的[否定];事实上,正是利用这些,我们在必然前提和实然前提中都指出了那些无推论性的联结。此外,正如我们所说过的,每当结论是必然命题或实然命题时,各前提中必须有一方或双方是此类命题;但在所讨论的组合中,双方都是可能命题。通过这一点也可以表明结论既不会成为必然的,也不会成为实然的。在指出那些命题都无法得出之后,他接下来证明,由于在此类联结中既推导出了必然从属于所有,又推导出了必然不从属于任何,因而也无法推导出任何可能命题;因为他是通过“并且可能不从属于任何”来阐明这一点的。因为必然从属于所有同样既是对所有可能命题的否定,也是对不从属于任何以及不从属于某些的否定,此外还是对必然不从属于任何以及必然不从属于某些的[否定]。反过来,必然不从属于任何本身,正如它是对所有可能命题的否定一样,同样也是对从属于所有或从属于某些、以及对必然从属于所有或从属于某些的否定。关于可能命题被否定,他提醒道,我们曾将可能命题定义为非必然者;因为必然从属于所有且必然不从属于任何者,既不可能从属于所有或某些,也不可能不从属于任何或不从属于所有。 在说了这些之后,他提醒我们注意那些已被证明的事情:这些事情就是,在第一格中,如果两个前提都是全称的,无论前提在质上如何,都会产生推论,只是如果两个前提都是肯定的,推论就是完全的。同样地,如果仅大前提〈是〉否定的,也是如此。但是,正如他所表明的,通过可能命题的换位而成立的推论是不完全的,即由两个否定[前提]构成的推论以及小前提为否定的推论。他还提醒我们,必须在前提中将可能命题取为非必然者;因为关于必然者被述及的[可能命题]是同名异义的,且不换位。他指出,这种情况往往容易被忽视;因为对于必然不从属于任何的事物,我们说它可能不从属于任何,但在这种情况下不能说它对所有也是可能的。然而他自己也在上述词项的提出中,设定了动物可能从属于某些白色;尽管实际上[动物]必然从属于某些[白色]。也许正是由于这个缘故,他也附加上了这一点,正如他在别处再次说的那样,“但应当更好地选取词项”。他还表明,当两个前提都是可能命题时,在第一格中,当两个前提都是全称命题时会产生四种[推论]:两种是完全的,即由两个肯定[前提]构成的推论和仅大前提为否定的推论;不完全的则是仅小前提为否定的推论和两个前提都为否定的推论;同样地,当其中一个前提为特称命题时,如果小前提是特称的,也会产生四种[推论]。但在这些推论中也有两种是完全的,即两个前提都为肯定或者仅小前提为肯定者;如果仅小前提〈是〉否定的或者两个前提都[是否定的],则是不完全的。
- 2.97Δείξας διὰ τῆς παραθέσεως τῶν ὅρων ἐν ταῖς προκειμέναις συμπλοκαῖς τὸ συμπέρασμα καὶ παντὶ ἐξ ἀνάγκης καὶ μηδενί
分词 Δείξας 修饰主句动词 φησίν 的主语(亚里士多德),其宾语结构为省略了不定词 εἶναι 的带宾格的不定词结构(或双重宾格):τὸ συμπέρασμα [εἶναι] καὶ παντὶ ἐξ ἀνάγκης καὶ μηδενί。
- 2.97τοῦ δὲ ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον ὑπόμνησιν φέρει
带冠词的不定词 τοῦ ἀναιρεῖσθαι 作为说明性属格(或宾格性属格)依附于名词 ὑπόμνησιν,构成“带来关于可能命题被否定的提醒”。
- 2.97καὶ ἴσως τούτου χάριν καὶ προσέθηκε τοῦτο, ὥσπερ καὶ ἀλλαχοῦ πάλιν λέγει, “ληπτέον δὲ βέλτιον τοὺς ὅρους”.
指示代词 τοῦτο 回指前文亚里士多德的提醒(必须在前提中将可能命题取为非必然者,且这种情况往往容易被忽视),而“ληπτέον δὲ βέλτιον τοὺς ὅρους”(“但应当更好地选取词项”)则是受 ἀλλαχοῦ πάλιν λέγει 支配的别处引文。
