← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§170.14-172.5

第一格大前提为特称可能命题的非推论性

亚历山大论证了第一格中大前提为特称可能命题的组合为何不构成推论,指出这是由于中项外延超出大项,并通过给出导致两极项间必然全称关系的具体词项对此加以确认。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.95#2

βελτίων δὲ ἡ πρώτη ἐξήγησις τῆς λέξεως· ἡ γὰρ δεῖξις αὕτη μᾶλλον ἂν τὸ μὴ συνάγεσθαι τὸ κείμενον δεικνύοι διὰ τὸ μηδὲν ἀδύνατον ἠκολουθηκέναι.1 Ὁμοίως δέ, κἂν ἡ μείζων καθόλου ἀποφατικὴ ἐνδεχομένη 〈ᾖ〉 ἡ δὲ ἐλάττων ἐπὶ μέρους καταφατική, ἐκ τῶν κειμένων συνάγεται ἐπὶ μέρους ἀποφατικὸν τὸ συμπέρασμα ἐνδεχόμενον. ὁ γὰρ ὁρισμὸς τοῦ ἐνδέχεσθαι μηδενὶ γνώριμον· καὶ γὰρ ἐπὶ ταύτης τῆς συζυγίας ποιεῖ τὸ συμπέρασμα. ἄν μέντοι τῆς μείζονος καθόλου οὔσης ἀποφατικῆς ἢ καταφατικῆς ἡ ἐλάττων ἡ ἐπὶ μέρους στερητικὴ ἐνδεχομένη ληφθῇ, γενήσεται μὲν ὁ συλλογισμός, ἀλλ’ οὐκ ἐκ τῶν κειμένων ἀλλὰ μεταληφθέντος τοῦ ἐπὶ μέρους ἀποφατικοῦ εἰς τὸ ἐπὶ μέρους καταφατικὸν τῷ ἀντιστρέφειν τὰ ἐνδεχόμενα.2 ὅταν μέντοι μηκέτι μείζων ᾖ ἡ καθόλου, ἀλλ’ αὕτη μὲν ἐπὶ μέρους ἐνδεχομένη ἡ δὲ ἐλάττων καθόλου ἐνδεχομένη, οὐδένα φησὶν ἔσεσθαι συλλογισμόν, οὔτ’ ἂν ὁμοιοσχήμονες ληφθῶσιν αἱ προτάσεις [οὔτ’ εἰ] ἀμφότεραι 〈καὶ〉 κατὰ τὸ ποιὸν ὅμοιαι, οὔτ’ ἂν ἀνομοιοσχήμονες καὶ διάφοροι κατὰ τὸ ποιόν· ἀλλ’ οὐδ’ ἂν ἀμφότεραι ἀδιόριστοι ἢ ἐπὶ μέρους ληφθῶσιν, οὐδ’ οὕτως ἔσται συλλογισμός. τοῦ δὲ ἀσυλλογίστους τὰς τοιαύτας πάσας γίνεσθαι, ἐν αἷς ἡ μείζων ἐπὶ μέρους ἐστὶν ἐνδεχομένη, αἰτίαν ἀποδίδωσιν, ὅτι κειμένου τοῦ Α τῷ Β ἐνδέχεσθαι τινὶ ὑπάρχειν οὐδὲν κωλύει τὸ Β ὑπερτείνειν καὶ ἐπὶ πλειόνων λέγεσθαι ἢ τὸ Α, οἷον εἰ τὸ γραμματικὸν εἴη κείμενον ἐνδέχεσθαι τινὶ κοιμωμένῳ· τὸ γὰρ κοιμώμενον ἐπὶ πλειόνων κατηγορεῖται ἢ τὸ γραμματικόν. ἂν δὴ τούτων τι ληφθῇ τῶν ὑπὸ τὸ κοιμώμενον, καθ’ ὃ ὑπερτείνει τοῦ Α τοῦ γραμματικοῦ τὸ Β τὸ κοιμώμενον, οἷον ἵππος, τῷ ἵππῳ οὔτε παντὶ τὸ Α ἐνδέχεται οὔτε ἐνδέχεται μηδενί· ὃ γὰρ ἐνδέχεται μηδενί, τοῦτο καὶ παντὶ ἐνδέχεται· τὸ δὲ γραμματικὸν πῶς ἂν ἐνδέχοιτο παντὶ ἵππῳ; οὐδενὶ γὰρ αὐτῷ ἐξ ἀνάγκης. ἀλλ’ οὐδὲ τινὶ ἵππῳ ἐνδέχεται γραμματικόν. ἀλλ’ οὐδὲ ἐνδέχεται τινὶ μή· ᾧ γὰρ ἐνδέχεται τινὶ μή, τούτῳ καὶ ἐνδέχεται τινὶ διὰ τὴν τοῦ ἐνδεχομένου ἀντιστροφήν, ὃ καὶ αὐτὸς ἐδήλωσε προσθεὶς εἴπερ ἀντιστρέφουσιν αἱ κατὰ τὸ ἐνδέχεσθαι προτάσεις. εἰ δὴ δεῖ μὲν τὸ συμπέρασμα ἢ καθόλου εἶναι καταφατικὸν ἐνδεχόμενον ἢ καθόλου ἀποφατικὸν ἢ ἐπὶ μέρους θάτερον, οὐδὲν δὲ τούτων δύναται ἐπὶ τῶν ἐνδεχομένων οὔσης τῆς μείζονος ἐπὶ μέρους ἐνδεχομένης τῆς δὲ ἐλάττονος καθόλου ἐνδεχομένης ἐν τῷ πρώτῳ σχήματι, οὐδ’ ἂν ὅλως γίνοιτο συλλογισμὸς τοιαύτης οὔσης τῆς μείζονος, ὡς ἐπὶ τῶν ὅρων ἐδείχθη.

然而,对此字句的第一种解释更好;因为这一证明宁可说是表明了所设定的命题并未被推导出,这是由于并未随之产生任何不可能的后果。同样地,即使大前提〈是〉全称否定可能命题而小前提是特称肯定命题,从所设定的前提本身也会推导出特称否定可能命题的结论。因为可能不从属于任何的定义是众所周知的;事实上在这一组合中它确实产生结论。然而,在大前提为全称否定或全称肯定的情况下,如果小前提被取为特称否定可能命题,推论虽然会产生,但不是直接从所设定的前提本身产生,而是通过可能命题的换位将特称否定转换为特称肯定之后才产生的。然而,当全称命题不再是大前提,而是大前提为特称可能命题而小前提为全称可能命题时,他指出将不会产生任何推论,无论前提是取为同形式且两者在质上也相似,还是形式不同且在质上也有差异;不仅如此,即使两者都被取为不定或特称命题,这样也不会产生推论。关于大前提为特称可能命题的这类组合全部成为无推论性的原因,他解释道:即使设定Α可能从属于某些Β,也没有任何东西阻止Β超出Α并就比Α更多的事物被陈述,例如设定懂文法可能从属于某些睡眠者;因为睡眠者被述及的事物多于懂文法者。那么,如果从睡眠者之下的事物中取其某一者,即作为Β的睡眠者超出作为Α的懂文法者所涉及的事物,例如马,那么对马而言,Α既不可能从属于所有,也不可能不从属于任何;因为可能不从属于任何者,对所有也是可能的;但是懂文法怎么可能从属于所有马呢?因为必然不从属于任何马。然而懂文法对某些马也是不可能的。但它对某些马可能不从属于也是不可能的;因为对某些可能不从属于者,由于可能命题的换位,对某些也是可能的,正如他自己附加说“如果基于可能的各前提确实换位”所表明的那样。因此,如果结论必须要么是全称肯定可能命题,要么是全称否定,要么是两种特称之一,而当大前提在第一格中为特称可能命题且小前提为全称可能命题时,在可能命题的情形中这些都不可能成立,那么在大前提是此类命题时,就根本不会产生推论,正如在词项上所表明的那样。

§2.96

"Ἔτι δὲ καὶ ἐκ τῶν ὅρων φανερόν· οὕτως γὰρ ἐχουσῶν τῶν προτάσεων τὸ πρῶτον τῷ ἐσχάτῳ καὶ οὐδενὶ ἐνδέχεται καὶ παντὶ ὑπάρχειν ἀναγκαῖον." Εἰπὼν ἀσυλλογίστους ἔσεσθαι πάσας τὰς ἐξ ἐνδεχομένων ἐν πρώτῳ σχήματι συζυγίας, ἐν αἷς ἡ μείζων ἐστὶν ἐπὶ μέρους, καὶ προσθεὶς καὶ τὴν αἰτίαν (ὅτι γὰρ ἐνδέχεται τὸν μέσον ὅρον ὑπερτείνειν τοῦ ἄκρου) οὐδὲν ἧττον δείκνυσιν ἀσυλλόγιστον τὴν συμπλοκὴν καὶ διὰ τῆς παραθέσεως τῶν ὅρων ἐναργεστέραν καὶ πληκτικωτέραν τὴν τοιαύτην δεῖξιν καὶ τὸν τοιοῦτον ἔλεγχον ποιούμενος. δείξας δὲ δι’ ὧν παρατίθεται ὅρων καὶ παντὶ ἐξ ἀνάγκης τὸ πρῶτον ἄκρον τῷ ἐσχάτῳ καὶ ἐξ ἀνάγκης μηδενὶ πάντα ἂν εἴη τὰ ἐνδεχόμενα ὥσπεροῦν καὶ τὰ ὑπάρχοντα καὶ τὰ ἀναγκαῖα ἀνῃρηκώς,3 καὶ τὸ παντὶ καὶ τὸ τινὶ καὶ τὸ μηδενὶ καὶ τὸ τινὶ μή· ἑκάτερον γὰρ τῶν καθόλου ἀναγκαίων, καὶ τὸ καταφατικὸν καὶ τὸ ἀποφατικόν, πάντα ἀναιρεῖ τὰ ἐνδεχόμενα συμπεράσματα. τοῦ μὲν οὖν παντὶ ἐξ ἀνάγκης ὑπάρχειν ὅρους λαμβάνει ζῷον, λευκόν, ἄνθρωπον· ζῷον γὰρ τινὶ λευκῷ ἐνδεχέσθω, λευκὸν παντὶ ἀνθρώπῳ ἐνδεχέσθω, καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. εἶεν δ’ ἂν ἀληθέστεροι ὅροι λευκόν, περιπατοῦν, κύκνος· τὸ γὰρ λευκὸν ἐνδέχεται τινὶ περιπατοῦντι καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, καὶ τὸ περιπατοῦν παντὶ κύκνῳ ἐνδέχεται καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ἀλλὰ καὶ τινί, καὶ τὸ λευκὸν ἐξ ἀνάγκης παντὶ κύκνῳ. τοῦ δὲ ἐξ ἀνάγκης μηδενὶ ὅρους παρέθετο ζῷον, λευκόν, ἱμάτιον· τὸ γὰρ ζῷον τινὶ λευκῷ ἐνδέχεται καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, καὶ τὸ λευκὸν ἐνδέχεται καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν παντὶ ἱματίῳ καὶ μηδενὶ καὶ τινὶ 〈καὶ τινὶ〉 μή, καὶ τὸ ζῷον ἐξ ἀνάγκης οὐδενὶ ἱματίῳ. εἶεν δ’ ἂν πάλιν ἀληθέστεροι ὅροι λευκόν, περιπατοῦν, κόραξ· λευκὸν γὰρ ἐξ ἀνάγκης οὐδενὶ κόρακι συμπέρασμα τῶν προτάσεων κατὰ τοὺς εἰρημένους τρόπους πάντας δυναμένων λαμβάνεσθαι.

“此外,这从词项来看也是显而易见的;因为当前提处于这种状态时,第一项对最后一项既不可能从属于任何,又必然从属于所有。” 在指出第一格中由可能命题构成且大前提为特称命题的所有组合都将是无推论性的,并附加了其原因(即中项可能超出极项)之后,他同样通过提出词项表明该联结是无推论性的,使这种证明和反驳更为显明和有力。通过他所提出的词项,他证明了第一极项对最后一项既必然从属于所有又必然不从属于任何,由此他便否定了所有的可能命题,正如否定了实然命题和必然命题一样——包括对所有、对某些、对任何都不以及对某些不;因为全称必然命题的两方(无论肯定还是否定)都否定了所有可能命题的结论。关于必然从属于所有,他取动物、白色、人作为词项;因为设动物可能从属于某些白色,白色可能从属于所有人,而动物必然从属于所有人。但更为真实的词项将是白色、行走者、天鹅;因为白色对某些行走者可能从属于也可能不从属于,而行走者对所有天鹅可能从属于也可能不从属于,而且对某些也是如此,而白色必然从属于所有天鹅。关于必然不从属于任何,他提出的词项是动物、白色、斗篷;因为动物对某些白色可能从属于也可能不从属于,而白色可能对所有斗篷既从属于又不从属于,以及不〔从属于〕任何、〔从属于〕某些、对某些不〔从属于〕,而动物必然不从属于任何斗篷。不过,更为真实的词项再次是白色、行走者、乌鸦;因为结论是白色必然不从属于任何乌鸦,而前提可以按照所说的所有方式被选取。

语法注3 条
  1. 2.95διὰ τὸ μηδὲν ἀδύνατον ἠκολουθηκέναι

    介词 διά 支配带冠词的完成时不定式短语。宾格 μηδὲν ἀδύνατον 用作不定式 ἠκολουθηκέναι 的逻辑主语,表示原因:“由于并未随之产生任何不可能的后果”。

  2. 2.95τῷ ἀντιστρέφειν τὰ ἐνδεχόμενα

    表示原因或手段的中性单数与格冠词 τῷ 加上不定式 ἀντιστρέφειν。动词在此处作不及物用,中性复数 τὰ ἐνδεχόμενα 作其逻辑主语(“通过可能命题换位”)。

  3. 2.96πάντα ἂν εἴη τὰ ἐνδεχόμενα ὥσπεροῦν καὶ τὰ ὑπάρχοντα καὶ τὰ ἀναγκαῖα ἀνῃρηκώς

    由 ἄν 与希求法 εἴη 加上完成时主动分词 ἀνῃρηκώς 构成的完成时迂回潜在表达。主语承前分词 δείξας 指亚里士多德,意为“(通过证明……)他便否定了所有的可能命题”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:170.14-172.5