← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§169.15-170.14

第一格全称大前提与特称小前提的可能三段论

亚历山大讨论了第一格中大前提为全称、小前提为特称的可能命题组合,指出当小前提为特称肯定时直接成立推论,并探讨了亚里士多德所谓“从可能的定义来看是显而易见的”这句表述的两种可能解读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.95#1

" Ἄν δ’ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δ’ ἐν μέρει ληφθῇ." Εἰπὼν περὶ τῶν συζυγιῶν τῶν ἐξ ἀμφοτέρων καθόλου τε καὶ ἐνδεχομένων προτάσεων μετελήλυθεν ἐπὶ τὰς τὴν ἑτέραν ἐχούσας μόνην καθόλου, καί φησίν, ὅτι, εἰ εἴη ἡ μείζων καθόλου ἡ δ’ ἐλάττων ἐπὶ μέρους, ὡς ἂν ἔχουσαι ληφθῶσι κατὰ τὸ καταφατικὸν ἢ ἀποφατικόν, ἔσεσθαι συλλογισμόν· ἀλλὰ τῆς μὲν μείζονος καθόλου τε οὔσης καὶ καταφατικῆς καὶ ἀποφατικῆς1 τῆς δὲ ἐλάττονος ἐπὶ μέρους μὲν καταφατικῆς δὲ αὐτόθεν ἐκ τῶν κειμένων καὶ διὰ τῶν κειμένων ἔσεσθαι τὰ συμπεράσματα. καὶ τοῦτο φανερὸν φησιν εἶναι ἐκ τοῦ ὁρισμοῦ τοῦ ἐνδέχεσθαι ἤτοι λέγων ‘τοῦ παντὶ ἐνδέχεσθαι’, ἐπεὶ τὸ παντὶ ἦν, “οὗ μηδὲν ἦν λαβεῖν, καθ’ οὗ θάτερον οὐ ῥηθήσεται” (καὶ εἰ οὕτως λέγοι, ἐνδέοι ἂν ἐν τῇ λέξει τὸ ‘παντί’· εἴη γὰρ ἂν λέγων2 ‘τοῦτο δὲ φανερὸν ἐκ τοῦ ὁρισμοῦ τοῦ ἐνδέχεσθαι παντί’· εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται, οὐδὲν ἔσται τοῦ Β, καθ’ οὗ οὐκ ἐνδέχεται τὸ Α· τὶ δὲ τοῦ Γ ὑπὸ τὸ Β ἐστίν· ὥστε καὶ τινὶ τῷ Γ ἐνδέχεται), ἢ ‘τοῦ ὁρισμοῦ αὐτοῦ τοῦ ἐνδεχομένου’ λέγει. ἦν δὲ ὁρισμὸς τοῦ ἐνδεχομένου “οὗ μὴ ὄντος μὲν ἀναγκαίου τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον ἕπεται”. καὶ γὰρ ἐπὶ ταύτης τῆς συζυγίας τεθέντος τοῦ Α τινὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν οὐδὲν ἀδύνατον ἕπεται· τοῦτο δὲ τῷ τὴν ἀρχὴν μηδὲ συλλογιστικὴν γίνεσθαί τινα συμπλοκὴν κειμένου τοῦ Α τινὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν.3 ἢ γὰρ ἐν τῷ πρώτῳ σχήματι δύο ἐπὶ μέρους γίνονται ἐνδεχόμεναι ἀντιστραφείσης τῆς Β Γ οὔσης ἐνδεχομένης ἐν μέρει καταφατικῆς, ἢ ἐν τρίτῳ δύο ἐπὶ μέρους προσληφθείσης τῷ συμπεράσματι ὄντι ἐπὶ μέρους ἐνδεχομένῳ τῆς Β Γ οὔσης καὶ αὐτῆς ἐνδεχομένης καταφατικῆς ἐν μέρει, ἢ ἐν δευτέρῳ δύο καταφατικαὶ προσληφθείσης τῷ συμπεράσματι τῆς ‘τὸ Α παντὶ τῷ Β ἐνδέχεται’. ἀλλ’ οὐδ’ ἂν ὑποθέμενοι τὸ ἀντικείμενον τοῦ τὸ Α τινὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρησώμεθα, οὐδ’ οὕτως οὐδὲν ἀδύνατον ἀπαντᾷ. εἰλήφθω γὰρ τὸ ἀντικείμενον τοῦ τὸ Α τινὶ τῷ Γ ἐνδέχεσθαι, ὅπερ ἐστὶ τὸ μηδενὶ ἐξ ἀνάγκης, καὶ προσειλήφθω τὸ Α παντὶ τῷ Β ἐνδέχεσθαι· συνάγεται ἐν δευτέρῳ σχήματι τὸ Β τῷ Γ ἐνδέχεσθαι μηδενί, ὃ οὐκ ἔστιν ἀδύνατον κειμένου τοῦ τὸ Β τινὶ τῷ Γ ἐνδέχεσθαι· τὸ γὰρ ἐνδεχόμενον τινὶ δύναται καὶ μηδενὶ αὐτῷ ὑπάρχειν, δύναται καὶ ἐνδέχεσθαι αὐτῷ μηδενί.

“然而,如果前提之一被取为全称,另一被取为特称。” 在讨论完两个前提皆为全称且为可能命题的各种组合之后,他转向了仅有一条前提为全称的组合,并指出:如果大前提是全称的,而小前提是特称的,无论它们在肯定或否定方面处于何种状态,都将产生推论;但是,在大前提为全称(无论是肯定还是否定)而小前提为特称肯定的情况下,结论将直接从所设定的前提本身并通过所设定的前提本身产生。他说这一点“从可能的定义”来看是显而易见的,这要么是指“从对所有皆可能的定义”(因为“对所有”是指“找不到其中任何一个,另一项不能据之陈述”;如果他是这个意思,那么字面上便缺少了“对所有”一词;因为他的意思应当是“而这一点从对所有皆可能的定义来看是显而易见的”;因为如果Α可能从属于所有Β,那么Β中就不会有任何一个Α不可能从属于它,而某些Γ处于Β之下,因此[Α]对某些Γ也是可能的),要么是指“从可能本身的定义”。而可能的定义曾是“在不具必然性时,若设定其成立,不会随之产生任何不可能之结论者”。事实上,在这一组合中,即使设定Α可能从属于某些Γ,也不会产生任何不可能的后果;而这是因为,在设定Α可能从属于某些Γ的情况下,起初根本不会构成任何推论性的联结。因为,或者在第一格中,若将作为特称肯定可能命题的ΒΓ换位,则产生两个特称可能前提;或者在第三格中,若将同样作为特称肯定可能命题的ΒΓ附加于作为特称可能的结论,则产生两个特称前提;或者在第二格中,若将“Α可能从属于所有Β”附加于结论,则产生两个肯定前提。然而,即使我们假设“Α可能从属于某些Γ”的对立命题并使用归谬法,这样也不会遇到任何不可能的情况。因为,设取“Α可能从属于某些Γ”的对立命题,即“必然不从属于任何”,并附加“Α可能从属于所有Β”这一前提:在第二格中将推导出“Β可能不从属于任何Γ”,而这在设定“Β可能从属于某些Γ”的情况下并不是不可能的;因为可能从属于某些〔对象〕的事物,不从属于它的任何一个也是可能的,并且可能不从属于它的任何一个也是可能的。

语法注3 条
  1. 2.95καὶ καταφατικῆς καὶ ἀποφατικῆς

    该并列形容词紧随属格绝对结构 τῆς μὲν μείζονος καθόλου τε οὔσης,在语境中表达选言或让步的含义(“无论是肯定还是否定”)。它与小前提形成对比,小前提必须是特称肯定才能直接得出推论。

  2. 2.95ἐνδέοι ἂν ἐν τῇ λέξει τὸ ‘παντί’· εἴη γὰρ ἂν λέγων

    带有 ἄν 的潜在祈愿语气,表示推论与后果。注解者指出,如果亚里士多德指的确实是“对所有皆可能的定义”,那么必须认为在原文字句(λέξις)中脱落或缺少了“对所有(παντί)”一词。

  3. 2.95τοῦτο δὲ τῷ τὴν ἀρχὴν μηδὲ συλλογιστικὴν γίνεσθαί τινα συμπλοκὴν κειμένου τοῦ Α τινὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν

    因果与格定冠词加不定词结构(τῷ ... γίνεσθαι)内嵌了属格绝对结构(κειμένου τοῦ ... ὑπάρχειν)。τὴν ἀρχήν 为副词性宾格,意为“根本/起初”,结合 μηδέ(“甚至不”),说明之所以不会引出不可能的结论,是因为即使设定了结论的命题,根本连任何推论性的联结都无法形成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:169.15-170.14