← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§168.5-169.14

通过否定可能命题换质成立的第一格推论

论述第一格中大前提肯定小前提否定以及两前提皆为否定的可能命题组合(33a5),阐明通过换质位为肯定命题而成立推论的机制,并从“在多数情况下”的可能命题之实用性角度探讨其局限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.94

" Ὅταν δὲ τὸ Α παντὶ τῷ Β ἐνδέχηται, τὸ δὲ Β ἐνδέχηται μηδενὶ τῷ Γ." Συζυγίας λαμβάνει ἐν πρώτῳ σχήματι τήν τε τὴν μείζονα ἔχουσαν καθόλου καταφατικὴν τὴν δ’ ἐλάττονα καθόλου ἀποφατικήν, ἀμφοτέρας ἐνδεχομένας, καὶ τὴν τὰς δύο καθόλου ἀποφατικὰς ἐνδεχομένας, αἵτινες συζυγίαι ἀσυλλόγιστοι ἦσαν ἐπί τε τῶν ὑπαρχουσῶν καὶ ἐπὶ τῶν ἀναγκαίων προτάσεων. φησὶ δὴ καὶ ἐπὶ τῶν ἐνδεχομένων, εἰ μὲν οὕτως ἔχουσαι φυλάττοιντο αἱ προτάσεις, μηδὲν μηδ’ ἐπὶ τούτων συναχθήσεσθαι συλλογιστικῶς. εἰ μέντοι μεταληφθείη τὰ ἀποφατικὰ εἰς τὰ καταφατικά (δυνατὸν δὲ τοῦτο τῷ δεδεῖχθαι, ὅτι ἀντιστρέφει ἀλλήλοις· τῷ γὰρ ‘ἐνδέχεται μηδενί’ ἀντιστρέφει τὸ ‘ἐνδέχεται παντί’, ὡς ἐδείχθη), μεταληφθεισῶν δὴ τῶν ἀποφατικῶν ἐνδεχομένων εἰς τὰς καταφατικὰς ἐνδεχομένας ἔσεσθαί φησι τὰς συζυγίας συλλογιστικάς. ἔσεσθαι γὰρ ἐξ ἀμφοτέρων ἐνδεχομένων καθόλου καταφατικῶν,1 ἐπὶ μὲν τῆς πρώτης ῥηθείσης συζυγίας, εἰ ἡ ἐλάττων μεταληφθείη (αὕτη γὰρ ἦν ἀποφατική), ἐπὶ δὲ τῆς δευτέρας, εἰ ἀμφότεραι εἰς τὰ καταφατικὰ μεταληφθεῖεν· κεῖνται γὰρ ἀμφότεραι ἀποφατικαί. οὐ μὴν ἀλλὰ καὶ τῆς ἑτέρας μόνης τῆς ἐλάττονος μεταληφθείσης ἔσται συλλογισμὸς ἔχων τὴν μὲν μείζονα καθόλου ἀποφατικὴν ἐνδεχομένην τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ἐνδεχομένην, ἔχων τὸ συμπέρασμα καθόλου ἀποφατικὸν ἐνδεχόμενον. ὅτι μὲν οὖν ἐκ τῶν κειμένων οὐδὲν συνάγουσιν αἱ προειρημέναι συζυγίαι, δῆλον. ἀντιστρεφομένων μέντοι τῶν ἀποφατικῶν εἰς τὰ καταφατικὰ τῷ συναληθεύεσθαι τοῖς κειμένοις γίνονται αἱ συζυγίαι συλλογιστικαί. ἴδιον δὲ τοῦτο ἐπὶ τῶν ἐνδεχομένων, ἐπεὶ καὶ ἐπὶ τούτων μόνον ταῖς καταφάσεσιν αἱ ἀποφατικῶς λεγόμεναι συναληθεύουσιν. σημειωτέον δέ, ὅτι παρέλιπε τὴν ἐκ δύο καθόλου ἀποφατικῶν ἐνδεχομένων συζυγίαν δεῖξαι συλλογιστικήν, εἰ καὶ ἡ ἑτέρα μόνον ἡ ἐλάττων εἰς τὸ καταφατικὸν μεταληφθείη. Δεῖ μέντοι εἰδέναι, ὅτι μεταλαμβανομένων τῶν ἀποφατικῶν εἰς τὰς καταφατικὰς οἱ γινόμενοι συλλογισμοὶ οὐκέτι φυλάττουσι τὸ ὡς ἐπὶ τὸ πλεῖστον λεγόμενον ἐνδεχόμενον, εἴ γε τὴν ἀρχὴν ἐλήφθησαν αἱ ἀποφατικαὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένου. τῷ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἀποφατικῷ ἐνδεχομένῳ τὸ ἐπ’ ἔλαττον καταφατικὸν ἀντιστρέφει, ὥσθ’, ὅταν ἡ μετάληψις τῶν ἀποφατικῶν τῶν κειμένων ἐν ταῖς συζυγίαις εἰς τὰς ἐνδεχομένας καταφατικὰς γένηται, τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον καὶ τὸ ἀόριστον τεθήσεται. τούτου δὲ κειμένου συλλογισμὸς μὲν ἔσται, οὐ μὴν χρήσιμόν τι ἔχων, ὡς αὐτὸς προεῖπε. διὸ καὶ ἐροῦμεν ταύτας τὰς συζυγίας ὡς μὲν πρὸς τὸ ὡς ἐπὶ τὸ πλεῖστον λεγόμενον ἐνδεχόμενον, καθ’ ὃ γίνονταί τινες καὶ κατὰ [τὰς] τέχνας τινὰς καὶ κατὰ τὰς βουλάς τε καὶ προαιρέσεις καὶ πράξεις συλλογισμοί, ἀχρήστους τε καὶ ἀσυλλογίστους εἶναι, ἁπλῶς μέντοι ὡς πρὸς τὰς συμπλοκὰς συλλογιστικάς. ἴσως δὲ καὶ αὐτὸς τοῦτο ὑφορώμενος εἶπε τὸ ἢ οὐ γίνεται συλλογισμός· ὡς γὰρ πρὸς τὸ χρήσιμον ἀφορῶντι οὐ γίνεται,2 ἢ εἰ μόνον τις εἰς τὰς προτάσεις ἐμβλέποι. ἢ γίνεται μέν, ἀλλ’ οὐ τέλειος τῷ μὴ διὰ τῶν κειμένων γίνεσθαι ἀλλὰ διὰ μεταλήψεως καὶ ἀντιστροφῆς ἢ μετ’ ἀντιστροφῶν.

“然而,当Α可能从属于所有Β,而Β可能不从属于任何Γ时。” 他在第一格中列举了两种组合:一种是大前提为全称肯定、小前提为全称否定(两者皆为可能命题),另一种是两个前提皆为全称否定可能命题;这些组合在实然前提和必然前提的情形中都是不能构成推论的。因此他说,在可能命题的情形中,如果前提保持原样,在这些情形中也不会推论性地得出任何结论。然而,如果将否定命题转换为肯定命题(而这之所以可能,是因为已经证明了它们彼此可以换质位:正如所证明的那样,“可能不从属于任何”与“可能从属于所有”互换),那么在否定可能命题转换为肯定可能命题之后,他说这些组合将能够构成推论。因为[推论]将由两个全称肯定可能命题构成:在第一种被提及的组合中,如果小前提被转换(因为这曾是否定命题);而在第二种组合中,如果两个前提都转换为肯定命题(因为两者都被设定为否定命题)。不仅如此,即使仅仅另一前提(即小前提)被转换,也将产生一个大前提为全称否定可能命题、小前提为全称肯定可能命题、并具有全称否定可能结论的推论。因此,上述组合从已设定的前提本身推不出任何结论,这是显然的。然而,通过与已设定的前提同真而将否定命题换质位为肯定命题时,这些组合便构成了推论。而这是可能命题所特有的,因为仅在可能命题中,以否定方式表述的命题才与肯定命题同真。但应当指出的是,他省略了去表明由两个全称否定可能命题构成的组合在仅仅另一前提(即小前提)转换为肯定命题时也是能够构成推论的。然而必须知道的是,当否定命题转换为肯定命题时,所产生的推论便不再保持所谓“在多数情况下”的可能命题,如果起初那些否定命题确实是作为“在多数情况下”的可能命题而被采纳的话。因为与“在多数情况下”的否定可能命题相换质位的是“在少数情况下”的肯定命题,所以,当组合中设定的否定命题转换为肯定可能命题时,所确立的将是“在少数情况下”的可能命题以及不定可能命题。而当确立了这一点时,虽然会产生推论,却不具有任何实用性,正如他自己此前所言。因此我们要说,对于所谓“在多数情况下”的可能命题(根据它,在某些技艺中以及在审虑、抉择和行为中都会产生推论)而言,这些组合既是无用的也是不能构成推论的,但若纯粹从词项联结来看,它们则是能够构成推论的。也许他自己也正是觉察到了这一点,才说出“或者并不产生推论”;因为对于着眼于实用性的人来说推论并不产生,或者如果仅仅着眼于前提本身也是如此。或者说,推论确实产生,但不是完全的,因为推论并不是通过直接设定的前提产生的,而是通过转换与换质位、或伴随着换质位而产生的。

语法注2 条
  1. 2.94ἔσεσθαι γὰρ ἐξ ἀμφοτέρων ἐνδεχομένων καθόλου καταφατικῶν

    不定式 ἔσεσθαι 的逻辑主语 συλλογισμόν(推论)由上下文承前省略。介词短语 ἐξ ἀμφοτέρων... 作表语性理解,表示“[推论]将由两个全称肯定可能命题构成”。

  2. 2.94ὡς γὰρ πρὸς τὸ χρήσιμον ἀφορῶντι οὐ γίνεται

    分词 ἀφορῶντι 是判断者与格(dativus iudicantis),并非句子的主语,而是表示立场或视角(“对于着眼于……的人而言”)。否定词 οὐ 修饰动词 γίνεται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:168.5-169.14