← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§166.26-168.4

第一格双可能前提三段论与全称陈述表达

亚历山大注解了亚里士多德关于第一格中两个前提皆为可能命题的三段论讨论(32b32–32b38),解释了亚里士多德为何用“对于……所陈述之物”来替换全称命题,并阐明了基于“陈述于一切”的定义推导出全称肯定与全称否定结论的逻辑构造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.92

" Πρῶτον οὖν εἴπωμεν, εἰ καθ’ οὗ τὸ Γ, τὸ Β ἐνδέχεται, καὶ καθ’ οὗ τὸ Β, τὸ Α." Πρῶτον μέν, φησί, δεῖ λέγειν περὶ τῆς συζυγίας τῆς ἐξ ἀμφοτέρων ἐνδεχομένων. ἐπεὶ δὲ κεῖται αὐτῷ ἴσον εἶναι τὸ ‘καθ’ οὗ τόδε, τόδε’ τῷ ‘κατὰ παντὸς τούτου τοῦτο’,1 τὴν πρότασιν τὴν ‘τὸ Β παντὶ τῷ Γ ἐνδέχεται’ διὰ τοῦ ἴσον καὶ ταὐτὸν τούτῳ σημαίνοντος ἔλαβε· τοῦτο δ’ ἐστὶ τὸ καθ’ οὗ τὸ Γ, τὸ Β ἐνδέχεται. ὁμοίως καὶ τὸ καθ’ οὗ τὸ Β, τὸ Α· καὶ γὰρ τοῦτο ἴσον ἐστὶ τῷ ‘κατὰ παντὸς τὸ Α τοῦ Β’. εἰπὼν δὲ δεῖν ἀπὸ τῶν ὁμοιοσχημόνων ἄρχεσθαι πρῶτον προσέθηκε τὸ καθάπερ ἐπὶ τῶν ἄλλων· καὶ γὰρ ἐπὶ τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου πρῶτον ἰδίᾳ περὶ ἑκατέρου εἶπε καὶ περὶ τῶν ὁμοιοσχημόνων κατ’ ἐκεῖνα προτάσεων, εἶθ’ οὕτως περὶ τῶν μίξεων, ὃ καὶ περὶ τοῦ ἐνδεχομένου προτίθεται καὶ ποιήσει.

“因此,首先让我们来谈谈,如果对于Γ所陈述之物,Β是可能的,且对于Β所陈述之物,Α[是可能的]。” 他说,首先必须论述两个前提皆为可能命题的组合。既然他设定了“对于此物所陈述之物,此物”等于“陈述于此物之全体,此物”,他就通过意指与此相等且相同之物来采取了“Β可能从属于所有Γ”这一命题;而这就是“对于Γ所陈述之物,Β是可能的”。同样,“对于Β所陈述之物,Α[是可能的]”也是如此;因为这也等于“Α陈述于所有Β”。在谈到必须首先从同模态的命题开始之后,他补充道“正如在其他情形中那样”;因为在实然和必然的情形中,他也首先分别论述了各自的情况以及根据它们形成的同模态前提,随后才以这种方式论述混合组合,对于可能命题他也提出了这一点,并且将要这样做。

§2.93

"Ὅταν οὖν τὸ Α παντὶ τῷ Β ἐνδέχηται καὶ τὸ Β παντὶ τῷ Γ." Δῆλον ὅτι ‘ἐνδέχηται’· τοῦτο γὰρ προείρηκε. φησὶ δὲ οὕτως ληφθεισῶν τῶν προτάσεων καθόλου καταφατικῶν ἐνδεχομένων ἐν πρώτῳ σχήματι (περὶ γὰρ τούτου τοῦ σχήματος καὶ τῶν ἐν τούτῳ συζυγιῶν πρῶτον ἀνάγκη λέγειν, ὅτι καὶ οἱ ἐν τοῖς ἄλλοις διὰ τούτων δείκνυνται), φησὶ δὴ καθόλου καταφατικὸν ἔσεσθαι ἐνδεχόμενον τὸ συμπέρασμα.2 τὸ δὲ τοῦτο δὲ φανερὸν ἐκ τοῦ ὁρισμοῦ δηλωτικόν ἐστιν, ὅτι τὸ συνάγεσθαι ἐν τῇ προκειμένῃ συζυγίᾳ καθόλου ἐνδεχόμενον καταφατικὸν συμπέρασμα δῆλόν ἐστιν ἐκ τοῦ ὁρισμοῦ τοῦ κατὰ παντός· ἦν γὰρ κατὰ παντός, “ἐν ᾧ μηδὲν ἦν λαβεῖν, καθ’ οὗ θάτερον οὐ ῥηθήσεται”. ὅταν δὴ τὸ Α κατὰ παντὸς τοῦ Β ληφθῇ ἐνδεχομένως, οὐδὲν ἔσται τοῦ Β, καθ’ οὗ τὸ Α οὐκ ἐνδέξεται· τὸ δὲ Γ ὑπὸ τὸ Β ἐστίν, ὥστε καὶ κατὰ τούτου τὸ Α παντὸς ἐνδέχεται. ἡ αὐτὴ δεῖξις, κἂν τὸ μὲν Α ἐνδέχηται μηδενὶ τῷ Β, τὸ δὲ Β παντὶ ἐνδέχηται τῷ Γ· συνάγεται γὰρ πάλιν τὸ Α ἐνδεχομένως μηδενὶ τῷ Γ. καὶ τοῦτο δῆλον πάλιν διὰ τοῦ ὁρισμοῦ τοῦ κατὰ μηδενός· οὐδὲν γάρ ἐστι τοῦ Β λαβεῖν, ᾧ τὸ Α οὐκ ἐνδέχεται μὴ ὑπάρχειν. αἱ γὰρ ἐν τῷ πρώτῳ σχήματι συναγωγαὶ διὰ τούτων γίνονται. εἰπὼν δὲ ἐπὶ τῆς ἐκ δύο καθόλου καταφατικῶν ἐνδεχομένων συζυγίας ἐν τῷ πρώτῳ σχήματι φανερὸν τὸ συναγόμενον εἶναι ἐκ τοῦ ὁρισμοῦ (τὸ γὰρ ἐνδέχεσθαι παντὶ ὑπάρχειν οὕτως λέγομεν) πρῶτον ἔθηκε τὴν ἐφεξῆς συζυγίαν τὴν ἔχουσαν τὴν μείζονα καθόλου ἀποφατικὴν ἐνδεχομένην τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ἐνδεχομένην, εἶθ’ οὕτως τὸν ὁρισμὸν ἀποδέδωκε τοῦ κατὰ παντός, δι’ οὗ ἔφη δῆλον εἶναι τὸ συναγόμενον ἐν τῇ πρὸ ταύτης συζυγίᾳ. διὸ καὶ ἀσαφέστερον ἡ λέξις ἔχειν δοκεῖ. ἢ προσεξακούειν δεῖ, ὅτι καὶ τὸ κατὰ μηδενὸς ὁμοίως· εἰ γὰρ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, οὐδὲν ἔσται λαβεῖν τοῦ Β, ᾧ τὸ Α οὐκ ἐνδέχεται μὴ ὑπάρχειν. δύναται καὶ ἀμφοτέρων ἐμνημονευκέναι,3 τοῦ τε καταφατικοῦ καὶ τοῦ ἀποφατικοῦ, διὰ τοῦ τὸ γὰρ καθ’ οὗ τὸ Β ἐνδέχεται, τὸ Α ἐνδέχεσθαι ὑπάρχειν, καὶ δεῖ προσυπακούειν ‘ἢ ἐνδέχεσθαι μὴ ὑπάρχειν’.

“因此,每当Α可能从属于所有Β,且Β[可能从属于]所有Γ时。” 显然[所省略的动词是]“可能”;因为他此前已经说过了。他说,当第一格中的前提命题按这种方式被取为全称肯定可能命题时(因为必须首先论述该格以及其中的组合,因为其他格中的推论也是通过这些来证明的),他确实说结论将是全称肯定可能命题。而“但这从定义来看是显而易见的”这一表述表明:在所提出的组合中推导出全称肯定可能结论,从“陈述于一切”的定义来看是显然的;因为“陈述于一切”曾是“在其中无法取得另一方不会被陈述于其上的任何东西”。因此,当Α可能地陈述于所有Β时,Β中将没有任何东西是Α对其不可能的;而Γ处在Β之下,因此Α对于这个的全体也是可能的。同样的证明也适用于即使Α可能不从属于任何Β,而Β可能从属于所有Γ的情形;因为再次推导出Α可能不从属于任何Γ。而这一点通过“不陈述于任何事物”的定义来看同样是显而易见的;因为无法取得Β中的任何东西,对于它是Α不可能不从属的。因为第一格中的推导正是通过这些构成的。他在第一格中由两个全称肯定可能命题构成的组合上指出了推导出的结论由定义来看是显而易见的(因为我们正是这样说可能从属于全体的)之后,首先列出了紧接着的组合——其大前提为全称否定可能命题,小前提为全称肯定可能命题,然后才以这种方式给出了“陈述于一切”的定义,通过这一定义他说在此之前的组合中推导出的结论是显然的。因此文句似乎显得更为晦涩。或者应当补充理解为:关于“不陈述于任何事物”也是类似的;因为如果Α可能不从属于任何Β,那么将无法取得Β中的任何东西,对于它是Α不可能不从属的。也可能他通过“因为Β对其是可能的之物,Α可能从属于它”同时提到了肯定和否定两者,并且必须补充理解“或者可能不从属于它”。

语法注3 条
  1. 2.92ἐπεὶ δὲ κεῖται αὐτῷ ἴσον εἶναι τὸ ‘καθ’ οὗ τόδε, τόδε’ τῷ ‘κατὰ παντὸς τούτου τοῦτο’

    不定式 ἴσον εἶναι 的主语是带有中性单数冠词的引用从句 τὸ ‘καθ’ οὗ τόδε, τόδε’,而 τῷ ‘κατὰ παντὸς τούτου τοῦτο’ 则是形容词 ἴσον 所要求的与格补足语。αὐτῷ 作为表示判断主体的利益与格或施事与格修饰 κεῖται。

  2. 2.93φησὶ δὲ οὕτως ληφθεισῶν τῶν προτάσεων καθόλου καταφατικῶν ἐνδεχομένων ἐν πρώτῳ σχήματι (περὶ γὰρ τούτου τοῦ σχήματος καὶ τῶν ἐν τούτῳ συζυγιῶν πρῶτον ἀνάγκη λέγειν, ὅτι καὶ οἱ ἐν τοῖς ἄλλοις διὰ τούτων δείκνυνται), φησὶ δὴ καθόλου καταφατικὸν ἔσεσθαι ἐνδεχόμενον τὸ συμπέρασμα.

    在句首的 φησὶ δὲ 之后,由于独立属格结构 οὕτως ληφθεισῶν τῶν προτάσεων... 以及括号内的原因说明从句(περὶ γὰρ...)的插入,主句结构发生中断,随后通过带有重述助词 δή 的 φησὶ δὴ 重新引出主谓结构。宾格不定式短语 καθόλου καταφατικὸν ἔσεσθαι ἐνδεχόμενον τὸ συμπέρασμα 是其共同的宾语。

  3. 2.93δύναται καὶ ἀμφοτέρων ἐμνημονευκέναι

    δύναται 在此作非人称用法,意为“……也是可能的”。不定式 ἐμνημονευκέναι 的逻辑主语由上下文知为亚里士多德,属格 ἀμφοτέρων 是由动词 μνημονεύω 所要求的宾格性属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:166.26-168.4