- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:165.23-166.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《前分析篇》32b25–32b29,阐明可能命题“Α可能从属于所有Β”的主项概念可以有两种理解(即Β是实然从属于主项还是可能从属于主项),并分析了这一双重含义对前提组合的模态性质(混合还是同模态)以及“通过附加”(kata proslepsin)命题的等价性所产生的影响。
" Ἐπεὶ δὲ τὸ ἐνδέχεσθαι τόδε τῷδε ὑπάρχειν διχῶς ἔστιν ἐκλαβεῖν." Ἐπεὶ διχῶς, φησίν, ἔστιν ἐξακοῦσαι τῆς προτάσεως τῆς λεγούσης ἐνδέχεσθαι τὸ Α τῷ Β ὑπάρχειν παντί· ὁτὲ μὲν γὰρ ἔστιν ἀκοῦσαι ὡς τοῦ λέγοντος τοῦτο λέγοντος1 ‘ᾧ ὑπάρχει τὸ Β, τούτῳ ἐνδέχεται τὸ Α παντί’, ὁτὲ δὲ ‘ᾧ ἐνδέχεται τὸ Β, τούτῳ ἐνδέχεται τὸ Α παντί’. ὅτι δὲ ἡ λέγουσα τὸ Α τῷ Β ἐνδέχεσθαι παντὶ δύναται ἑκάτερον τούτων σημαίνειν, ἔδειξε μεταλαβὼν μὲν αὐτὴν εἰς τὴν καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι λέγουσαν· ἐφ’ οὗ δείξας ἑκάτερον ἐξακούεσθαι δυνάμενον, καὶ τὸ ‘καθ’ οὗ ἤδη λέγεται τὸ Β’, καὶ τὸ ‘καθ’ οὗ ἐνδέχεται λέγεσθαι’, μετὰ ταῦτα ἐπήνεγκεν, ὅτι " Τὸ δὲ καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι ἢ παντὶ τῷ Β τὸ Α ἐνδέχεσθαι οὐδὲν διαφέρει." Ὥστε διττὸν καὶ τοῦτο. ἀλλ’ ὅταν μὲν τὸ πρῶτον ῥηθὲν ἡ πρότασις σημαίνῃ, οὐ γίνονται αἱ προτάσεις ἀμφότεραι ἐνδεχόμεναι, ἀλλ’ ἡ μὲν ἐλάττων ὑπάρχουσα ἡ δὲ μείζων ἐνδεχομένη (ἡ δὲ τοιαύτη συζυγία μικτή), ὅταν δὲ τὸ δεύτερον, ἀμφότεραι γίνονται ἐνδεχόμεναι. ἐπεὶ τοίνυν ἀεὶ πρὸ τῶν μικτῶν συζυγιῶν περὶ τῶν ὁμοιοσχημόνων λέγει, πρῶτόν φησι δεῖν τὸν λόγον ποιεῖσθαι περὶ τῶν ἐξ ἀμφοτέρων τῶν προτάσεων τῶν ἐνδεχομένων. χρησάμενος δὲ τῷ καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι ἐν τῇ δείξει τοῦ ὅτι δύο ἐστὶ σημαινόμενα ὑπὸ τοῦ ‘τὸ Α παντὶ τῷ Β ἐνδέχεται’, ὅτι μὴ ἄλλο τι ἔδειξεν ἤ, ὃ προέθετο, ἐδήλωσε.2 τὸ γὰρ καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι τῷ τὸ Α παντὶ τῷ Β ἐνδέχεσθαι ταὐτὸν σημαίνει, ὡς εἰρήκαμεν· τὸ γὰρ ‘καθ’ οὗ’ τοῦ καθόλου καὶ κατὰ παντός ἐστι δηλωτικόν· ὥστ’ εἰ δύο σημαίνεται ὑπὸ τῆς ‘καθ’ οὗ τὸ Β, κατ’ ἐκείνου παντὸς τὸ Α ἐνδέχεται’, ταὐτὰ ἂν δύο εἴη σημαινόμενα καὶ ὑπὸ τοῦ ‘τὸ Α παντὶ τῷ Β ἐνδέχεται’. διὰ δὲ τούτων, ὅτι ἡ κατὰ πρόσληψιν λεγομένη πρότασις3 τὸ αὐτὸ δύναται τῇ κατηγορικῇ, δείκνυσιν. ἀλλ’ εἰ τὸ ‘καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεται’ διττόν ἐστιν, καὶ τὸ ‘καθ’ οὗ τὸ Β, τὸ Α ἐξ ἀνάγκης’ διττὸν ἔσται· ἢ γὰρ ‘καθ’ οὗ ὑπαρχόντως’ ἢ ‘καθ’ οὗ ἐξ ἀνάγκης’. εἰ δὲ τοῦτο, οὐκέτι ἔσται ἡ ‘τὸ Α κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης’ ἴση τῇ ‘καθ’ οὗ παντὸς τὸ Β, κατ’ ἐκείνου παντὸς τὸ Α ἐξ ἀνάγκης’, ὥς τινες λέγουσι τῶν δεικνύντων, ὅτι ἀληθὲς τὸ ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον γίνεσθαι συμπέρασμα.
“然而,既然断定此事可能从属于彼事可以从两种方式来理解。” 他说,因为将主张“Α可能从属于所有Β”的这一命题理解为两种方式是可能的。因为有时可以将其理解为如同说此话者在说“对于Β从属于之物,Α可能从属于其全体”,而有时则理解为“对于Β可能从属于之物,Α可能从属于其全体”。而主张“Α可能从属于所有Β”的命题能够分别意指这二者,他是通过将其转换为表述为“对于Β所陈述之物,Α可能从属于它”的命题而表明的;在此命题上,他指出了两种理解都是可能的,即既指“已被陈述为Β之物”,又指“可能被陈述为Β之物”,在此之后他接着补充道: “而‘对于Β所陈述之物,Α可能从属于它’与‘Α可能从属于所有Β’并无任何差别。” 因此这一表述也是双重的。但是,每当该命题意指第一种所言情况时,两个前提命题并不都成为可能命题,而是小前提为实然命题(断定命题),大前提为可能命题(这样的组合是混合组合);而每当它意指第二种情况时,两者都成为可能命题。既然他在混合组合之前总是谈论同形式(同模态)的组合,因此他说必须首先对由两个前提皆为可能命题所构成的组合进行论述。他在证明“Α可能从属于所有Β”包含两种含义时使用了“对于Β所陈述之物,Α可能从属于它”,由此表明他并未展示除他所提出的话题之外的任何其他事情。因为正如我们所言,“对于Β所陈述之物,Α可能从属于它”与“Α可能从属于所有Β”意指同一回事;因为“所陈述之物(καθ’ οὗ)”乃是指明全称以及“陈述于一切(κατὰ παντός)”的;因此,如果“对于Β所陈述之物,Α可能从属于其全体”意指两件事,那么“Α可能从属于所有Β”也同样意指这相同的两件事。通过这些,他表明了所谓的“通过附加”(κατὰ πρόσληψιν)命题与直言命题具有相同的效力。然而,如果“对于Β所陈述之物,Α可能从属”是双重的,那么“对于Β所陈述之物,Α必然从属”也将是双重的:因为要么是“实然地陈述于之物”,要么是“必然地陈述于之物”。若果真如此,“Α必然陈述于所有Β”与“对于凡是陈述为Β之物,Α必然陈述于其全体”就不再如那些证明“由必然的大前提和实然的小前提得出必然结论是真实的”的人们当中的某些人所主张的那样相等。
- 2.90ὡς τοῦ λέγοντος τοῦτο λέγοντος
连词 ὡς 引导属格绝对结构,表示说话者的意图或被理解的情形(“如同说此话者在说……”)。其中第一个 τοῦ λέγοντος 作分词的逻辑主语(“说话者”),第二个 λέγοντος 为谓词性分词,后引直接引语。
- 2.91ὅτι μὴ ἄλλο τι ἔδειξεν ἤ, ὃ προέθετο, ἐδήλωσε
全句主动词为 ἐδήλωσε(“他指明/表明了”),句首的分词结构 χρησάμενος δὲ... 修饰此主动词。ὅτι 引导宾语从句 ὅτι μὴ ἄλλο τι ἔδειξεν ἤ, ὃ προέθετο(“他并未展示除其所提出的话题之外的任何事物”),其中否定词 μή 与直陈式过去时 ἔδειξεν 连用,强调断然排除了任何异于原论题的内容。
- 2.91ἡ κατὰ πρόσληψιν λεγομένη πρότασις
古代逻辑学(逍遥学派与斯多亚学派)中的专门术语(“所谓的‘通过附加’命题”),指借助关系代词与附加指示代词(“凡陈述为Β之物,Α从属于其全体”)将全称直言命题析解为条件或关系结构的表达形式。
