← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§164.15-165.22

无限定可能事物中证明之无用性

亚历山大就亚里士多德《前分析篇》32b18–32b23作出评注,解释了由于无限定的可能事物毫无用处,因而不存在关于它们的知识和证明的三段论,相反多半如此的可能事物才是推测性技艺与熟虑的基础,并借此阐明亚里士多德省略无用逻辑繁复之举的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.88

" Ἐπιστήμη δὲ καὶ συλλογισμὸς ἀποδεικτικὸς τῶν μὲν ἀορίστων οὐκ ἔστιν." Εἰπὼν τὸ ἕτερον τῶν τοῦ ἐνδεχομένου σημαινομένων ἀόριστον εἶναι φησίν, ὅτι μηδεμία ἐπιστήμη περὶ τὸ οὕτως ἐνδεχόμενόν ἐστιν. οὐδὲ γὰρ ἀπόδειξίς τινος γένοιτ’ ἂν ἐκ τῶν οὕτως ἐνδεχομένων τῷ μηδὲν μᾶλλον εἶναι τὸ δεικνύμενον διὰ τοῦ συλλογισμοῦ τοῦ ἀντικειμένου αὐτῷ·1 ἡ γὰρ τοῦ μέσου ὅρου ἀοριστία καὶ τὸ μηδὲν μᾶλλον οὕτως, ὡς λαμβάνεται ἔχειν πρὸς τοὺς ἄκρους, ἔχειν αὐτὸν ἢ ἀντικειμένως πρὸς αὐτοὺς αἰτία τούτου. διὸ καὶ παραιτεῖται τὴν ἐπὶ τοῦ τοιούτου ἐνδεχομένου δεῖξιν τῶν κατὰ τὰ σχήματα συλλογισμῶν, οὐχ ὡς οὐ δυναμένην γενέσθαι, ἀλλ’ ὡς ἄχρηστον, ἐνδεικνύμενος ἡμῖν, ὅτι δεῖ τὸ εὔχρηστον ἐν τῇδε τῇ πραγματείᾳ πρὸς τὰ δειχθησόμενα μόνον λαμβάνειν τε καὶ ἐξεργάζεσθαι, τὸ δ’ ἄχρηστον, εἰ καὶ ἔχοι τινὰ συμπλοκήν, παραιτεῖσθαι. ὅθεν δῆλον, ὅτι καὶ ταῦτα, περὶ ὧν αὐτὸς μὲν οὐκ εἴρηκε, λέγουσι δὲ οἱ νεώτεροι ἀχρήστων ὄντων πρὸς ἀπόδειξιν,2 δι’ ἀχρηστίαν οὐ δι’ ἄγνοιαν παρέλιπεν, οἷοί εἰσιν διφορούμενοι 〈οἱ〉λόγοι ἢ ἀδιαφόρως περαίνοντες ἢ ἡ ἄπειρος ὕλη λεγομένη καὶ καθόλου τὸ θέμα τὸ δεύτερον καλούμενον παρὰ τοῖς νεωτέροις. παντὸς γὰρ ὀργάνου μέτρον ἡ χρεία πρὸς τὸ ὑπ’ αὐτοῦ δεικνύμενόν τε καὶ γινόμενον· τὸ δὲ μηκέτι χρήσιμον οὐδ’ ἂν ὄργανον εἴη· τὸ γὰρ ἄχρηστον σκέπαρνον τῷ τέκτονι οὐκέτι σκέπαρνον ἀλλ’ ἢ ὁμωνύμως. καὶ τοῦτο μάλιστα ἐνεδείξατο διὰ τοῦ παραιτήσασθαι τὸν περὶ τοῦ οὕτως ἐνδεχομένου λόγον εἰπὼν ἐκείνως δὲ ἐγχωρεῖ γίγνεσθαι συλλογισμόν, οὐ μὴν εἴωθέ γε ζητεῖσθαι, ὡς τῶν συλλογισμῶν τὴν ἀναφορὰν ὀφειλόντων ἔχειν, περὶ ὧν δεῖ λόγον ποιεῖσθαι, πρὸς τὰ ζητούμενα καὶ δείξεως δεόμενα.3 περὶ μὲν οὖν τοῦ τοιούτου ἐνδεχομένου ὡς ἀχρήστου πρὸς τὰς ζητήσεις λέγειν παρῃτήσατο· περὶ δὲ τοῦ ἑτέρου ἐρεῖν ἐπαγγέλλεται, ὅτι πολλαὶ τέχναι στοχαστικαὶ οὖσαι ἐκ τοῦ οὕτως ἐνδεχομένου τὸ προκείμενον συλλογίζονται, ὡς ἰατρική, κυβερνητική, γυμναστική. ἀλλὰ καὶ ὅλως τὰ ἐκ τοῦ βουλεύεσθαι λαμβανόμενα διὰ τοιούτου ἐνδεχομένου δείκνυται· οἷον εἰ ζητοίη τις, εἰ νῦν δεῖ πλεῦσαι, καὶ λάβοι, ὅτι, ὅτε κεκριμένα τὰ πνεύματά ἐστιν, οἱ πλέοντες ὡς ἐπὶ τὸ πολὺ σώζονται· νῦν δὲ κεκριμένα τὰ πνεύματα· οἱ νῦν ἄρα πλέοντες ὡς ἐπὶ τὸ πολὺ σωθήσονται. συλλογισμὸν δὲ ἀποδεικτικὸν εἶπεν, ᾧ ἄν τις δεῖξαι βουλόμενος χρήσαιτο.

“然而知识与证明的三段论,对于无限定之物是不存在的。” 在说明了可能事物的涵义之一是无限定的之后,他说,关于以此种方式可能的对象,不存在任何知识。因为从以此种方式可能的事物出发,不可能产生对任何事物的证明,这是由于通过三段论所展示的事情绝不比与其对立的事情更为真实;因为中项的无限定性,以及它对于两端项具有如所假定的那种关系绝不比对于它们具有对立关系更有优势,乃是此事的缘由。因此,他也辞谢了在各格中对关于此类可能事物的各三段论做出展示,并非因为其不可能产生,而是因为其毫无用处;这向我们表明,在这一论著中,应当仅仅采纳并探讨对于将要展示的事物有用的内容,而无用之物,即使具有某种结合关系,也应当加以辞谢。由此显而易见,对于他自己虽未言及、但晚近之人尽管对证明无用却仍在谈论的那些事,他也正是因为其无用而非因为无知而予以略过;例如带有重叠前提的论证、或者无差别地得出结论的论证,或者所谓的无限质料,以及通常在晚近之人那里被称为第二主题的东西。因为任何工具的尺度,都在于其对于被它展示和产生之物的功用;不再有用的东西甚至根本不能算作工具;因为对于木匠而言,无用的手斧除了在同名异义的意义上之外,不再是手斧。他通过辞谢关于以此种方式可能的事物的论述,尤为显著地指明了这一点,他说“然而三段论按那种方式生成虽然是可能的,但人们绝无考察它的习惯”,这是认为理当对其作出论述的那些三段论,必须与被探求且需要证明的事物具有关联。因此,关于这一类可能事物,他因其对探求无用而辞谢不谈;但他预告将谈论另一类可能事物,因为许多属于推测性的技艺正是从以此种方式可能的事物出发对所提出的话题进行三段论推论的,如医术、航海术、体操术。不仅如此,一般来说,由熟虑所得出的事物也是通过此类可能事物而被展示的;例如,若有人探讨当下是否应当出航,并假定:每当风向稳定时,航行者大抵能够保全;而现在风向稳定;因此当下航行者大抵将得到保全。而他之所以说“证明的三段论”,是指凡意图证明者所会使用的那种三段论。

§2.89

"Ταῦτα μὲν οὖν διορισθήσεται μᾶλλον ἐν τοῖς ἑπομένοις." Ὅτι ἐπὶ τῶν ἐνδεχομένων ἀντιστρέφει τὸ καταφατικὸν τῷ ἀποφατικῷ, καὶ πῶς, καὶ ὅτι τὸ ἐνδεχόμενον διττόν, καὶ ὅτι τὸ ἀόριστον ἄχρηστον πρὸς τὰς νῦν ζητήσεις, ἔτι μᾶλλον, φησίν, ἐν τοῖς ἑξῆς διορισμοῦ τεύξεται. προστίθεται δὲ τὰ νῦν λεγόμενα περὶ τῶν συζυγιῶν τῶν ἐξ ἐνδεχομένων προτάσεων καθ’ ἕκαστον σχῆμα γινομένων συλλογιστικῶν τε καὶ ἀσυλλογίστων.

“因此这些事情将在随后的部分中得到更充分的规定。” 他说,在可能事物中肯定命题与否定命题互相换位,以及如何换位,还有可能事物具有双重含义,以及无限定的可能事物对于当下的探求毫无用处,这些事情将在接下来的部分中得到进一步的规定。而当下关于在各格中由可能命题构成的有效与无效组合所论述的内容,便被增补在此。

语法注3 条
  1. 2.88τῷ μηδὲν μᾶλλον εἶναι τὸ δεικνύμενον διὰ τοῦ συλλογισμοῦ τοῦ ἀντικειμένου αὐτῷ

    带冠词不定式短语“τῷ ... εἶναι”作原因与格。不定式“εἶναι”的主语是“τὸ δεικνύμενον διὰ τοῦ συλλογισμοῦ”,而“τοῦ ἀντικειμένου αὐτῷ”则是比较副词短语“μηδὲν μᾶλλον”(绝不比……更)所要求的比较属格。

  2. 2.88ἀχρήστων ὄντων πρὸς ἀπόδειξιν

    这是一个属格绝对结构,承接关系代词“ὧν”(先行词为“ταῦτα”)所指代的事项,以让步或情状的方式(“尽管它们对于证明毫无用处”)修饰动词“λέγουσι”。

  3. 2.88ὡς τῶν συλλογισμῶν τὴν ἀναφορὰν ὀφειλόντων ἔχειν, περὶ ὧν δεῖ λόγον ποιεῖσθαι, πρὸς τὰ ζητούμενα καὶ δείξεως δεόμενα

    带有“ὡς”的属格绝对结构(“τῶν συλλογισμῶν ... ὀφειλόντων ἔχειν”),表达作者(亚里士多德)的主观意图或理据。关系代词节“περὶ ὧν δεῖ λόγον ποιεῖσθαι”插入修饰“τῶν συλλογισμῶν”,而介词短语“πρὸς τὰ ζητούμενα καὶ δείξεως δεόμενα”则是宾语短语“τὴν ἀναφορὰν ... ἔχειν”的补足成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:164.15-165.22