← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§163.11-164.14

无限定可能事物的性质与对立命题换位

亚历山大借助由必然性之线被分割的比喻,阐明了同等可能者与少见发生者(偶然)皆被称为无限定的原因,并解释了按对立命题换位在“多半如此”与“无限定”两者之间为何方式不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.87#2

ἀόριστα δὲ ἀμφότερα, καὶ τὸ μὲν διὰ τὸ ἐφ’ ἑκατέρῳ ἴσον· ἀόριστον γὰρ τὸ οὐδὲν μᾶλλον οὕτως ἢ ἐκείνως· τὸ δὲ ἐπ’ ἔλαττον ἀόριστόν ἐστιν, ὅτι σχεδὸν ἀναιτίως γίνεται· τοιοῦτον γὰρ καὶ οὕτω γίνεται τὸ ἀπὸ τύχης· ἡ γὰρ τύχη κατὰ συμβεβηκὸς αἴτιον, οὐ καθ’ αὑτό, καὶ τὸ ἔσεσθαι αὐτὸ ὅλως ἀόριστόν τε καὶ ἄδηλον. μάλιστα μὲν γὰρ ὥρισται τὸ ἀναγκαῖον, δευτέρως δὲ τὸ ἐγγὺς τῷ ἀναγκαίῳ· τοῦτο δέ ἐστι τὸ ἐπὶ πλέον. ὃ δὲ ἐπὶ πλεῖστον ἀφέστηκε τοῦ ὡρισμένου, τοῦτο εὐλόγως ἀόριστον· τοιοῦτον δὲ τὸ ἐπ’ ἴσης καὶ ἔτι μᾶλλον τὸ ἐπ’ ἔλαττον. ὥσπερ γὰρ γραμμῆς τεταμένης ἀπὸ παντὸς εἰς πάντα τὸν χρόνον τοῦ ἀναγκαίου τὸ ἐνδεχόμενον ἀπὸ ταύτης τὴν γένεσιν τεμνομένης λαμβάνει·1 εἰ μὲν γὰρ εἰς ἄνισα τμηθείη, γίνεται τό τε κατὰ φύσιν καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον καὶ τὸ ἐπ’ ἔλαττον, ἐν ᾧ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον, εἰ δὲ εἰς ἴσα, 〈τὸ〉 ὁπότερ’ ἔτυχεν. ὧν τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον ἀντιστρέφει τῷ ‘οὐκ ἀνάγκη ὑπάρχειν’· διὰ τοῦτο γὰρ ἐπὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένου γενέσθαι ἀληθὲς καὶ τὸ ἐνδέχεσθαι μὴ ὑπάρχειν, ὅτι ἀληθὲς τὸ ‘οὐκ ἀνάγκη ὑπάρχειν’ ἐπ’ αὐτοῦ· ἀκολουθεῖ γὰρ τῷ ἐνδέχεσθαι εἶναι καὶ τὸ ‘οὐκ ἀνάγκη εἶναι’, ὥσπερ καὶ τὸ ‘οὐκ ἀνάγκη μὴ εἶναι’. τὸ δὲ οὕτως ἐνδεχόμενον, τὸ ὡς ὁπότερ’ ἔτυχε, τῷ ‘ἐνδέχεται μὴ ὑπάρχειν’· ἐπ’ ἴσης γὰρ καὶ οὐδὲν μᾶλλον τοῦτο ἢ θάτερον. ταῦτα καὶ αὐτὸς δηλοῖ δι’ ὧν ἐπήνεγκε λέγων ἀντιστρέφει μὲν οὖν καὶ κατὰ τὰς ἀντικειμένας προτάσεις ἑκάτερον τῶν ἐνδεχομένων, οὐ μὴν τὸν αὐτόν γε τρόπον, ἑκάτερον λέγων τῶν ἐνδεχομένων τῶν τε ὡς ἐπὶ τὸ πλεῖστον καὶ τὸ ἀόριστον. ἀλλ’ ἐπὶ μὲν τοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἀληθῆ εἶναι τὴν ‘ἐνδέχεται μὴ γενέσθαι’ φησίν, οὐχ ὅτι ἐπ’ ἴσης τῇ ‘ἐνδέχεται γενέσθαι’ ἀληθής ἐστιν, ἀλλὰ διότι ἀληθές ἐστιν ἐπὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένου τὸ ‘οὐκ ἀνάγκη εἶναι’· οὐ γὰρ ἀναγκαῖον τὸ ἐνδεχόμενον· τῷ οὖν διακόπτεσθαι τὴν συνέχειαν αὐτοῦ τούτῳ ἀληθὴς καὶ ἡ λέγουσα ‘ἐνδέχεται μὴ γενέσθαι’. τὸ δέ γε ἀόριστον ἐνδεχόμενον κατὰ τοῦτο ἀντιστρέφει, καθ’ ὅσον οὐδὲν μᾶλλον οὕτως ἢ οὕτως· τῇ γὰρ ἐπὶ τῶν οὕτως ἐνδεχομένων καταφάσει τῇ ‘ἐνδέχεται εἶναι’ ἡ ‘ἐνδέχεται μὴ εἶναι’ συναληθεύει τε καὶ ἀντιστρέφει ὡς μηδὲν μᾶλλον ταύτην ἢ ἐκείνην ἀληθῆ εἶναι. τὸ δὲ ἀντιστρέφει μὲν οὖν καὶ κατὰ τὰς ἀντικειμένας προτάσεις ἑκάτερον τῶν ἐνδεχομένων ἴσον ἐστὶ τῷ ‘ἀντιστρέφει μὲν οὖν κατὰ τὰς ἀντικειμένας προτάσεις καὶ ἑκάτερον τῶν ἐνδεχομένων’. δοκεῖ δὲ ὁ καὶ σύνδεσμος περισσῶς κεῖσθαι.2 ἢ καὶ κατὰ τὰς ἀντικειμένας προτάσεις εἶπεν ὡς καὶ ἄλλως ἀντιστρεφουσῶν αὐτῶν· καὶ γὰρ καὶ κατὰ τὴν τῶν ὅρων ὑπαλλαγήν.

两者都是无限定的,其中一种是由于它向两方同等可能;因为绝不更偏向于如此还是不如此的事态便是无限定的;而少见发生的事物之所以是无限定的,乃是因为它几乎无因由地生成;因为出于偶然的事物就是如此这般的,并且是如此生成的;因为偶然是附带的原因,而不是本然的原因,而且它将要发生完全是无限定且不显明的。因为必然的事物是最为确定的,其次则是邻近于必然的事物;而这就是绝大多数发生的事物。而与确定者相距最远的事物,自然是无限定的;同等可能的事物就是如此,而少见发生的事物更是如此。这就好比必然性是一条从一切时间延伸到一切时间的线,可能事物正是从这条线被分割中获得了自身的生成:因为如果它被分割成不相等的部分,便生成了按本性的、即多半如此的可能事物,以及少见发生的事物(偶然和自发也在其中);而如果被分割成相等的部分,便生成了碰巧如此的事物。在这些事物中,多半如此的可能事物与“并不必然属于”互相换位;因为对于多半如此可能发生的事物而言,“可能不属于”之所以也是真的,正是因为“并不必然属于”对它是真的;因为“并不必然存在”伴随于“可能存在”,正如“并不必然不存在”也同样如此。但按这种方式可能的、即碰巧如此的事物,则与“可能不属于”互相换位;因为它是同等可能的,这一方绝不比另一方更占优势。他本人通过接下来所说的话也阐明了这些:“因此,每一种可能事物也按照对立命题互相换位,但绝不是以相同的方式”,他所说的“每一种可能事物”,是指多半如此的可能事物和无限定的可能事物两者。但他之所以说对于多半如此的事物而言“可能不生成”是真的,并非由于它与“可能生成”同样为真,而是由于对于多半如此的可能事物而言“并不必然存在”是真的;因为可能事物并不是必然的;因此,正是由于它的连续性被切断,那陈述“可能不生成”的命题才是真的。然而,无限定的可能事物之所以换位,乃是在于它绝不偏向于如此还是那样;因为对于按此方式可能的诸事物中的肯定命题“可能存在”,“可能不存在”与其同时为真并互相换位,因为此命题绝不比彼命题更为真。而“因此,每一种可能事物也按照对立命题互相换位”等同于“因此,按照对立命题,每一种可能事物也互相换位”。并且这里的连词“也(καί)”似乎是多余设置的。或者他说“也按照对立命题”,是因为它们还能以其他方式换位——因为它们确实也通过词项的对调而换位。

语法注2 条
  1. 2.87ὥσπερ γὰρ γραμμῆς τεταμένης ἀπὸ παντὸς εἰς πάντα τὸν χρόνον τοῦ ἀναγκαίου τὸ ἐνδεχόμενον ἀπὸ ταύτης τὴν γένεσιν τεμνομένης λαμβάνει

    在以 ὥσπερ γάρ 开头的从句中,τοῦ ἀναγκαίου 既可视为修饰属格名词短语 γραμμῆς 的限定属格(“必然性之线”),亦可视为属格独立结构中的主语(“好比必然性是一条延伸的线……”)。无论哪种理解,主句主语皆为 τὸ ἐνδεχόμενον,动词为 λαμβάνει,而 ἀπὸ ταύτης τεμνομένης 则是表示来源或方式的分词短语(“从该线被分割中”)。

  2. 2.87δοκεῖ δὲ ὁ καὶ σύνδεσμος περισσῶς κεῖσθαι

    此处针对亚里士多德原文引文(ἀντιστρέφει μὲν οὖν καὶ κατὰ τὰς ἀντικειμένας προτάσεις ἑκάτερον τῶν ἐνδεχομένων)中连词 καί 的句法位置进行分析。亚历山大指出,καί 偏离了本应修饰的 ἑκάτερον τῶν ἐνδεχομένων(“每一种可能事物也”),因而看似多余(περισσῶς);但他随即提出另一种解释,即 καί 确实修饰“在对立命题上”,以相对于通过词项位移进行的另一种换位方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:163.11-164.14