← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§162.10-163.11

多半如此事物的非必然性与无限定可能事物

亚历山大注释了《前分析篇》32b8中关于“多半如此”的可能事物为何并非必然的双重原因(底层主体的非永恒性与事件结果本身的非必然性),并阐释了可能事物的第二种含义即“无限定的可能事物”(等概率的选择性事件以及少见发生的偶发、例外事件)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.87#1

" Τοῦτο γὰρ οὐ συνεχὲς μὲν ἔχει τὸ ἀναγκαῖον διὰ τὸ μὴ ἀεὶ εἶναι ἄνθρωπον, ὄντος μέντοι ἀνθρώπου ἢ ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολύ ἐστι." Ταῦτα τὰ ὡς ἐπὶ τὸ πλεῖστον γινόμενα τοῦ μὴ εἶναι ἀναγκαῖα διττὴν αἰτίαν φέρει,1 μίαν μέν, ὅτι μὴ αἰεί εἰσιν, οἷς ταῦτα ὑπάρχει· τὰ γὰρ κατὰ φύσιν γινόμενα οὐκ ἀίδια. τῷ οὖν μὴ αἰεὶ ταῦτα εἶναι, οἷς ἐνδέχεσθαί φαμεν τὰ κατὰ φύσιν ὑπάρχειν (τοῖς γὰρ καθ’ ἕκαστα ταῦτα ὑπάρχει), οὐκ ἐξ ἀνάγκης τὰ κατὰ φύσιν· τὸ γὰρ ἀναγκαῖον ἀίδιόν τε καὶ αἰεὶ ὁμοίως ἐπὶ τῶν ὁμοίως ἐχόντων. λέγοιτ’ ἂν οὖν ἐνδέχεσθαι καὶ τὸ ἐξ ἀνάγκης ὑπάρχον τῷ οὐκ ἀϊδίῳ, ἂν μὴ προαπόληται, διότι ἐνδέχεται προαπολομένου αὐτοῦ μὴ γενέσθαι τοῦτο, ὃ ἐξ ἀνάγκης ἂν ἐγένετο, εἰ ἦν ἀεὶ ἄνθρωπος·2 οἷον εἰ πᾶς ἄνθρωπος ἑξηκονταετὴς γενόμενος ἐξ ἀνάγκης ἐπολιοῦτο, ὅμως οὐδὲν ἧττον ἐνδεχόμενον ἦν τὸ πολιωθήσεσθαι τόνδε τινά, ὅτι ἐνεδέχετο αὐτὸν καὶ μὴ προελθεῖν ἐπὶ τὰ τοσαῦτα ἔτη. τὸ παρὰ ταύτην τὴν αἰτίαν γινόμενον ἐνδεχόμενον ἐδήλωσεν εἰπὼν τοῦτο γὰρ οὐ συνεχὲς μὲν ἔχει τὸ ἀναγκαῖον διὰ τὸ μὴ ἀεὶ εἶναι ἄνθρωπον, λέγων οὐ συνεχὲς τὸ τοιοῦτον εἶναι, διὸ μηδὲ ἀναγκαῖον. δεύτερον δὲ τὰ κατὰ φύσιν γινόμενα οὐκ ἐξ ἀνάγκης ἐστίν, ὅτι, κἂν ᾖ οὗτος, ᾧ ὑπάρχει τὸ κατὰ φύσιν, εἰς ἑξήκοντα ἔτη προεληλυθώς, ὡς ἐπὶ τὸ πλεῖστον μὲν πολιωθήσεται, οὐ μὴν ἐξ ἀνάγκης. ὃ ἐδήλωσεν εἰπὼν ὄντος μέντοι ἀνθρώπου ἢ ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολύ ἐστιν· εἰ γὰρ ὡς ἐπὶ τὸ πολύ, δῆλον ὅτι οὐκ ἐξ ἀνάγκης. Τὸ μὲν οὖν ἕτερον τῶν τοῦ ἐνδεχομένου σημαινομένων τοῦτο. εἴη δ’ ἂν ὑπὸ τοῦτο καὶ τὰ κατὰ προαίρεσιν γινόμενα τεταγμένα· καὶ γὰρ ἐπὶ τούτων τὸ ὡς ἐπὶ τὸ πλεῖστον. τὸ δὲ ἕτερόν φησι τὸ ἀόριστον, ἀόριστον λέγων τό τε ἐπ’ ἴσης ἔχον τὸ οὐδὲν μᾶλλον οὕτως ἐσόμενον ἢ μή, οἷον τὸ περιπατήσειν δείλης Σωκράτη ἢ τὸ διαλεχθήσεσθαι τῷδε, ἔτι δὲ καὶ τὸ τῷ ὡς ἐπὶ τὸ πλεῖστον γινομένῳ τοῦ ἐνδεχομένου ἀντικείμενον, ὅ ἐστι τὸ ἐπ’ ἔλαττον γινόμενον, δι’ ὃ παρεμπῖπτον κεκώλυται τὸ ἐπὶ πλεῖστον γινόμενον ἀεί τε γίνεσθαι καὶ εἶναι ἀναγκαῖον· τοιοῦτον δ’ ἂν εἴη τὸ μὴ πολιωθῆναι τὸν ἑξηκονταετῆ. ἐν τῷ τοῦ ἐνδεχομένου σημαινομένῳ τῷ ἐπ’ ἔλαττον ἔστι καὶ τὸ ἀπὸ τύχης. διὰ μὲν 〈οὖν〉 τοῦ βαδίζειν ἐδήλωσε τοῦ ἐνδεχομένου τὸ πρὸς τὰ ἀντικείμενα ἐπ’ ἴσης ἔχον, διὰ δὲ τοῦ βαδίζοντος γενέσθαι σεισμὸν3 ἢ ὅλως τὸ ἀπὸ τύχης γινόμενον τὸ ἐπ’ ἔλαττον, ὃ τῷ ὡς ἐπὶ τὸ πλεῖστον γινομένῳ ἀντίκειται.

“因为这并不连续地具有必然性,乃是由于人并非始终存在;然而当人存在时,它或者是出于必然,或者多半如此。” 这些多半如此生成的事物,带有其并非必然的双重原因:其一,是由于它们所属于的对象并非始终存在;因为按本性生成的事物并非永恒。因此,由于我们所说按本性生成的事物可能属于的对象(因为这些属于各个个别事物)并非始终存在,按本性生成的事物便不是出于必然;因为必然的事物既是永恒的,又在处于相同状态的事物上始终处于同样状态。因此也可以说,若非永恒的事物没有预先毁灭便必然属于它的事物,也是可能的;因为在该事物预先毁灭的情况下,如果人始终存在本会必然生成的这件事物,就可能不再生成;例如,即便每一个人在活到六十岁时都必然变白发,但某一个人将变白发依然同样是可能的,因为他也可能根本无法活到这么多年岁。他通过说“因为这并不连续地具有必然性,乃是由于人并非始终存在”,阐明了由于这一原因而成的可能事物,指出这样的事物并非连续的,因而也不是必然的。其次,按本性生成的事物不是出于必然,是因为纵使按本性的事物所属于的这个[人]已经活到了六十岁,他也多半会变白发,但绝非出于必然。这正是他通过说“然而当人存在时,它或者是出于必然,或者多半如此”所阐明的;因为如果是多半如此,显见就不是出于必然。 因此,可能事物的含义之一便是这个。而依选择生成的事物也应当归于此类之下;因为在它们身上也存在“多半如此”。而他说,另一种含义则是“无限定的”,他所谓的“无限定”,既指处于同等可能、绝不更偏向于如此发生还是不如此发生的事态——例如苏格拉底在傍晚散步,或者与此人交谈——此外也指与可能事物中多半如此生成者相对立的事物,即属于少见发生的事物,多半如此生成的事物正是由于它的介入而被阻碍了始终生成以及成为必然;六十岁的人不变白发便当属于此类。在可能事物的“少见发生”这一含义中,也包含着偶发的事物。因此,他通过“散步”阐明了可能事物中朝向对立两造同等可能者,而通过“在散步时发生地震”,或总体上通过出于偶然生成的事物,阐明了与多半如此生成者相对立的少见发生者。

语法注3 条
  1. 2.87τοῦ μὴ εἶναι ἀναγκαῖα διττὴν αἰτίαν φέρει

    带有属格冠词的不定词短语 τοῦ μὴ εἶναι ἀναγκαῖα 作为宾格性属格或同位性/解释性属格,直接依附于名词 αἰτίαν,构成“带有其并非必然的双重原因”的句法结构。

  2. 2.87διότι ἐνδέχεται προαπολομένου αὐτοῦ μὴ γενέσθαι τοῦτο, ὃ ἐξ ἀνάγκης ἂν ἐγένετο, εἰ ἦν ἀεὶ ἄνθρωπος

    属格独立结构 προαπολομένου αὐτοῦ 在句中对作为无人称动词 ἐνδέχεται 之主语的不定词短语 μὴ γενέσθαι τοῦτο 充当条件性修饰。先行词 τοῦτο 所引导的关系从句 ὃ ἐξ ἀνάγκης ἂν ἐγένετο, εἰ ἦν ἀεὶ ἄνθρωπος 则构成了与事实相反的虚拟条件句(条件从句用未完成过去直陈式 ἦν,主句用 ἄν 搭配不定过去直陈式 ἐγένετο)。

  3. 2.87διὰ δὲ τοῦ βαδίζοντος γενέσθαι σεισμὸν

    在介词 διά 所支配的冠词不定词短语 τοῦ ... γενέσθαι σεισμὸν 内部,嵌套了省略泛指主语 τινός 的属格独立结构 βαδίζοντος,充当表示“在散步之时”这一伴随情况或时间背景的状语成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:162.10-163.11