← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§160.14-162.9

可能命题换位的根据与可能性的区分

亚历山大解释了亚里士多德关于肯定与否定可能命题换位之根据的论述(32a36),化解了有关可能性的实然与非实然状态的疑难,随后阐述了亚里士多德对可能性的两分(32b4)及其第一种类型,即多半如此发生的事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.85

" Ἐπεὶ γὰρ τὸ ἐνδεχόμενον οὐκ ἔστιν ἀναγκαῖον." Εἰπών, ὅτι ἀντακολουθοῦσιν αἱ ἐνδεχόμεναι ἀποφατικαὶ ταῖς ἐνδεχομέναις καταφατικαῖς καί, τίνες εἰσὶν αὗται, παραθέμενος νῦν καὶ τὴν αἰτίαν ἀποδίδωσι τοῦ ἀντακολουθεῖν αὐτὰς καὶ ἀντιστρέφειν ἀλλήλαις. ἐπεὶ γὰρ τὸ ἐνδέχεσθαι ὑπάρχειν οὐκ ἐξ ἀνάγκης τίθησι τὸ ὑπάρχειν (ἦν γὰρ τὸ ἐνδεχόμενον, ὡς ἐν τῷ λόγῳ αὐτοῦ ἐδηλώθη, “οὗ μὴ ὄντος ἀναγκαίου”), τὸ δὲ μὴ ἀναγκαῖον ἐγχωρεῖ καὶ μὴ ὑπάρχειν, εἰκότως τῷ ‘ἐνδέχεται ὑπάρχειν’ συναληθεύει τὸ ‘ἐνδέχεται μὴ ὑπάρχειν’. ὁμοίως ἐπὶ πάντων τῶν διορισμῶν. διὰ τὸ αὐτὸ δέ, φησίν, αἵ τε ἀδιορίστως λεγόμεναι καὶ αἱ διωρισμένως ἐπὶ τοῦ καθόλου ἀντηκολούθουν καταφάσεις τε καὶ ἀποφάσεις ἀλλήλαις, καὶ 〈αἱ〉 ἐπὶ μέρους τε καὶ καθ’ ἕκαστα ἐπὶ τοῦ αὐτοῦ λεγόμεναι ἀντακολουθοῦσι, διὰ γὰρ τὸ τὴν λεγομένην κατάφασιν μὴ τὸ ἐξ ἀνάγκης ἔσεσθαι τὸ κατηγορούμενον δηλοῦν. εἰ δέ ἐστι τοιοῦτον τὸ ἐνδεχόμενον, οἱ μὴ ἡγούμενοι ἀντιστρέφειν ταῖς ἐνδεχομέναις ἀποφάσεσι τὰς καταφάσεις οὐκ ἀληθεύουσιν. ὅτι δέ εἰσιν αἱ ἐνδεχόμεναι ἀποφατικαὶ καταφάσεις ἀλλ’ οὐκ ἀποφάσεις, ὑπομιμνήσκει ἡμᾶς. ἐν γὰρ τῷ Περὶ ἑρμηνείας ἔδειξε τὰς τὸν τρόπον ἐχούσας ἄνευ τοῦ ἀποφατικοῦ κατηγορούμενον πάσας καταφάσεις εἶναι· διὰ τοῦτο προσέθηκε τὸ καθάπερ ἐλέχθη πρότερον. ἐξ ὧν καὶ αὐτῶν ἔνεστι δεικνύναι, ὅτι τὸ Περὶ ἑρμηνείας Ἀριστοτέλους ἐστιν, ἀλλ’ οὐχ ὡς Ἀνδρόνικός φησιν.1 ἢ καὶ ἐν τούτῳ προείρηκεν ἤδη περὶ τούτου, ὅτε ἔλεγε μὴ ἀντιστρέφειν τὴν καθόλου ἀποφατικήν. Ἐζήτησα, εἰ τὸ ἐνδεχόμενον τοιοῦτόν ἐστιν, ὁποῖον ὡρίσατο, μήτε ἀναγκαῖον μήτε ὑπάρχον, πῶς ἔτι ταῖς καταφατικαῖς ἐνδεχομέναις αἱ ἀποφατικαὶ ἐνδεχόμεναι ἀντιστρέφουσι φυλασσομένου τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐν ἀμφοτέραις. εἰ γάρ, ὃ ἐνδέχεται εἶναι, τοῦ μήπω εἶναι τοῦτο, ὃ λέγεται, ἐστί (τοῦτο γὰρ ἴδιον εἶναι δοκεῖ τοῦ ἐνδεχομένου τὸ μήπω εἶναι τοῦτο, ὃ λέγεται), ἔσται ἄρα οὐχ ὑπάρχον· καὶ ὃ ἐνδέχεται μὴ εἶναι, οὔπω ἐστὶ μὴ ὑπάρχον· ὑπάρχον ἄρα· ὥστε τὸ μὲν καταφατικὸν ἀληθὲς κατὰ τοῦ μὴ ὑπάρχοντος, τὸ δὲ ἀποφατικὸν ἐπὶ τοῦ ὑπάρχοντος· ἀδύνατα δὲ ἅμα ἄμφω· οὐκ ἄρα τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἐν τῇ ἀποφάσει ληφθήσεται. ἢ διὰ τοῦτο οὕτως ὡρίσατο τὸ ἐνδεχόμενον εἰπὼν ‘ὃ μὴ ὂν ἀναγκαῖον’, οὐκέτι δὲ προσθεὶς τὸ ‘καὶ μὴ ὑπάρχον πάντως’· οὐ γὰρ τὸ μὴ ὑπάρχειν ἴδιον αὐτοῦ, ἀλλ’ ὅταν μὴ ὑπάρχον ὑποτεθῇ ὑπάρχειν, μηδὲν ἀδύνατον αὐτῷ ἕπεσθαι. ὅτι γὰρ τοῦτο βούλεται, ἐδήλωσε καὶ διὰ τοῦ εἰπεῖν “τὸ γὰρ ἀναγκαῖον ὁμωνύμως ἐνδέχεσθαι λέγομεν” μηκέτι δὲ προσθεῖναι, ὅτι ‘καὶ τὸ ὑπάρχον’, ὃ τῆς ἀναγκαίας ἀκολουθίας ἦν· οὐχ ὡς ὁμώνυμον γὰρ ἐπ’ αὐτοῦ. οὐκ ἐπειδὴ οὖν, ἐφ’ οὗ τὸ ἐνδέχεσθαι εἶναι ἀληθές, ἐπὶ τούτου ἀληθὲς καὶ τὸ ἐνδέχεσθαι μὴ εἶναι, ἤδη καί, ὅτε τὸ ἕτερον ἀληθὲς εἶναι, τότε καὶ τὸ ἕτερον, ἀλλὰ καὶ παρὰ μέρος.2 οὐ γάρ, ὅτε μὴ ὑπάρχει, τότε, ἀλλ’ ὅταν ὑπάρχῃ, ἐνδέχεται μὴ ὑπάρχειν· ὃ γὰρ ἐνδέχεται ὑπάρχειν μὴ ὑπάρχον, τοῦτο ἐνδέχεται καὶ μὴ ὑπάρχειν, ὅταν ὑπάρξῃ. ἢ εἰ τὸ ἐνδέχεσθαι ἐπὶ τοῦ μήπω ὄντος λέγεται, τὸ ἐνδέχεσθαι εἶναι ἀντὶ τοῦ ‘ἐνδέχεται γενέσθαι’ λέγοιτ’ ἄν. πᾶν δέ, ὃ μήπω ὂν ἐνδέχεται γενέσθαι, τοῦτο ἐνδέχεται καὶ μὴ γενέσθαι, ὥστε ἄμφω ἐπὶ τοῦ μηδέπω ὄντος.

“因为可能事物并不是必然的。” 在说明了可能性的否定式命题与可能性的肯定式命题互为推承,并列举了这些命题是哪些之后,他现在也给出了它们彼此互为推承并相互换位的原因。因为可能属于并不以必然性确立属于(因为可能事物正如在其定义中所阐明的那样,乃是“并非必然的事物”),而并非必然的事物也可以不属于,所以“可能不属于”与“可能属于”共真乃是合乎情理的。在一切限定的情形中都同样如此。他说,出于同样的原因,无论是无限定地表述的肯定与否定,还是在全称上有限定地表述的肯定与否定,都彼此互为推承,并且关于同一事物表述的特称命题与个别命题也互为推承;因为所表述的肯定并不表明所谓述的事物将必然存在。如果可能事物是这样的,那么那些认为肯定命题不与可能否定命题换位的人就没有说出真理。但他提醒我们,可能性的否定式命题乃是肯定命题而非否定命题;因为他在《解释篇》中证明了,凡是不带有否定词而以模态词作为谓项的命题全都是肯定命题;为此他补充道“正如先前所言”。正从这些话语本身也可以证明,《解释篇》乃是亚里士多德的著作,而不是如安德罗尼柯所说的那样。或者,在此书中,他在谈到全称否定命题不换位时也已经预先谈论过这一点。我曾探求,如果可能事物正如他所规定的那样,既非必然亦非现成属于,那么在两方中都保持按照定义的可能性的情况下,可能性的否定式命题究竟如何还能与可能性的肯定式命题换位。因为,如果凡可能存在的事物都属于尚未存在这所言之物的状态(因为尚未存在这所言之物似乎是可能事物所固有的),那么它就将是非现成属于的;而凡可能不存在的事物,则尚未是非现成属于的,因而它是现成属于的;以至于肯定命题对非现成属于的事物为真,而否定命题对现成属于的事物为真;但二者同时成立是不可能的;因此按照定义的可能性将不会在否定命题中被取定。或者正是为此,他才这样规定可能事物,说“凡非必然的事物”,而不再补充“且绝非现成属于的事物”;因为非现成属于并非它所固有的,而是在它非现成属于时被设定为现成属于,没有任何不可能的事情随之发生。因为他意在如此,这也通过他说“因为我们将必然的事物同名异义地称为可能的”而不再补充“现成属于的事物亦然”表明了(这本该是必然的推论);因为他在现成属于的事物上并未将其作为同名异义的来谈论。因此,并不是说,在“可能存在”对其为真的事物上,“可能不存在”对其也为真,便立刻在一方为真时另一方也为真,而是轮流为真。因为并不是在它不现成属于时,而是在它现成属于时,才可能不属于;因为那在非现成属于时可能属于的事物,在它现成属于时也可能不属于。或者,如果可能存在是对尚未存在的事物而言的,“可能存在”或许是用来代替“可能生成”。而凡尚未存在而可能生成的事物,也都可能不生成,从而二者都落于尚未存在的事物上。

§2.86

"Διωρισμένων δὴ τούτων πάλιν λέγωμεν, ὅτι τὸ ἐνδέχεσθαι κατὰ δύο λέγεται τρόπους." Εἰπών, τί τέ ἐστι τὸ ἐνδεχόμενον, καὶ ὅτι αἱ κατὰ τοῦτο καταφάσεις τε καὶ ἀποφάσεις ἀντιστρέφουσιν ἀλλήλαις, φησὶ διχῶς λέγεσθαι τὸ ἐνδεχόμενον ὁμωνύμως λέγων· οὐ γὰρ ὡρίσατο, 〈ποτέρου〉 ἐνδεχομένου ποιεῖται τὴν διαίρεσιν ταύτην· ἀμφοτέροις γὰρ ὁ εἰρημένος ἐφαρμόζει τοῦ ἐνδεχομένου λόγος. ποιεῖται οὖν τὴν διαίρεσιν ἢ ὡς γένους τοῦ ἐνδεχομένου εἰς εἴδη, ἃ ἐκτίθεται, ἢ ὡς ὅλου εἰς μέρη. φησὶ δὴ τοῦ ἐνδεχομένου ἓν μὲν εἶναι σημαινόμενον τὸ ἐπὶ τῶν ὡς ἐπὶ τὸ πολὺ λεγομένων, ἃ τῷ μὴ ἀεὶ οὕτω γίνεσθαι ἀλλὰ καὶ διακόπτεσθαι τὸ αἰεὶ καὶ τὸ ἐξ ἀνάγκης ὑπὸ τινῶν μὴ οὕτως ἀπαντώντων ποτὲ τῶν ἐνδεχομένων ἐστὶ καὶ αὐτά.3 τοιαῦτά ἐστι τὰ φύσει γινόμενα, ἃ οὐκ ἐξ ἀνάγκης μὲν γίνεται τῷ ἐπὶ τινῶν συμπίπτειν ποτὲ καὶ μὴ οὕτως, οὐ μὴν ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ γίνεται· καὶ γὰρ πολιοῦνται γηρῶντες οἱ ἄνθρωποι κατὰ φύσιν, καὶ ὡς ἐπὶ τὸ πολὺ οὕτως ἀπαντᾷ (ἤδη γάρ τινες καὶ οὐκ ἐπολιώθησαν), καὶ αὔξονται μέχρι τοσοῦδε χρόνου καὶ φύσει καὶ ὡς ἐπὶ τὸ πλεῖστον.

“这些既然已经规定,我们重新说明,可能存在是以两种方式而言的。” 在说明了何为可能事物,以及按照它的肯定命题与否定命题彼此换位之后,他说可能事物是以同名异义的方式被表述为有两种含义的;因为他并未规定他是对哪一种可能事物进行这种划分;因为前述可能事物的定义适用于二者。因此,他是或者作为将可能事物这一属划分为所列出的种,或者作为将整体划分为部分来进行划分的。他指出,可能事物的一个含义是关于那些多半如此表述的事物,它们由于并非始终如此生成,而是那始终的和必然的有时被某些不如此出现的事物所打断,因而它们自身也属于可能事物。按本性生成的事物就是如此,它们并非必然生成,乃是由于在某些情形下有时也并不如此发生,然而它们多半如此生成;因为人按本性年老时会变白发,并且多半如此发生(因为已经有人并不曾变白发),而且他们长到某一时期,既是出于本性,也绝大多数如此。

语法注3 条
  1. 2.85ἐξ ὧν καὶ αὐτῶν ἔνεστι δεικνύναι, ὅτι τὸ Περὶ ἑρμηνείας Ἀριστοτέλους ἐστιν, ἀλλ’ οὐχ ὡς Ἀνδρόνικός φησιν.

    ἐξ ὧν καὶ αὐτῶν 指前文引述的 καθάπερ ἐλέχθη πρότερον(正如先前所言),意为“正从这些话语本身”。在 ὅτι 引导的宾语从句中,所有格属格 Ἀριστοτέλους ἐστιν(是属于亚里士多德的)与 ἀλλ’ οὐχ ὡς Ἀνδρόνικός φησιν(而不是像安德罗尼柯所说的那样[非其所作])形成对照。

  2. 2.85οὐκ ἐπειδὴ οὖν, ἐφ’ οὗ τὸ ἐνδέχεσθαι εἶναι ἀληθές, ἐπὶ τούτου ἀληθὲς καὶ τὸ ἐνδέχεσθαι μὴ εἶναι, ἤδη καί, ὅτε τὸ ἕτερον ἀληθὲς εἶναι, τότε καὶ τὸ ἕτερον, ἀλλὰ καὶ παρὰ μέρος.

    该句的基本结构为 οὐκ ἐπειδὴ ... ἤδη καί ... ἀλλά ...(“并非由于……就立刻……,而是……”)。在 ἐπειδή 从句内,主干是 ἐπὶ τούτου ἀληθὲς καὶ τὸ ἐνδέχεσθαι μὴ εἶναι,主句中省略了系动词 ἐστίν。在 ὅτε τὸ ἕτερον ἀληθὲς εἶναι 中,不定词 εἶναι 相当于宾格不定词结构(“当其中一方为真时”)。παρὰ μέρος 意为“轮流地”或“交替地”。

  3. 2.86ἃ τῷ μὴ ἀεὶ οὕτω γίνεσθαι ἀλλὰ καὶ διακόπτεσθαι τὸ αἰεὶ καὶ τὸ ἐξ ἀνάγκης ὑπὸ τινῶν μὴ οὕτως ἀπαντώντων ποτὲ τῶν ἐνδεχομένων ἐστὶ καὶ αὐτά.

    该句核心结构以关系代词主格 ἃ(先行词为多半如此发生的事物)为主语,谓语部分为 τῶν ἐνδεχομένων ἐστὶ καὶ αὐτά(“它们自身也属于可能事物”,部分属格表语)。中间插入的 τῷ μὴ ἀεὶ ... ἀλλὰ καὶ διακόπτεσθαι ... 是表原因的带冠词与格不定词短语,其中宾格的 τὸ αἰεὶ καὶ τὸ ἐξ ἀνάγκης 充当被动不定词 διακόπτεσθαι 的语法主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:160.14-162.9