- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:158.22-160.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
围绕亚里士多德提出的可能命题之间的互为换位(32a29),亚历山大严格区分了可能命题的本义否定与否定性可能命题,论及泰奥弗拉斯托斯学派对此换位的否定,并阐述了该规则在带有量项及等值模态命题中的应用。
" Συμβαίνει δὲ πάσας τὰς κατὰ τὸ ἐνδέχεσθαι προτάσεις ἀντιστρέφειν ἀλλήλαις." Ἴδιον τοῦ ἐνδεχομένου τὸ ἀντιστρέφειν, τοῦτ’ ἔστι τὸ ἀντακολουθεῖν ἀλλήλαις τὰς κατ’ αὐτὸ γινομένας καταφάσεις τε καὶ ἀποφάσεις. ἀποφάσεις δὲ λέγω κατὰ τὸ ἐνδέχεσθαι οὐ τὰς τοῦ ἐνδέχεσθαι ἀποφάσεις, ἀλλὰ τὰς ἐνδεχομένας ἀποφατικάς·1 διαφέρει γὰρ ἐνδεχομένη ἀποφατικὴ καὶ ἐνδεχομένης ἀπόφασις, ὥσπερ καὶ ἀναγκαία ἀποφατικὴ καὶ ἀναγκαίας ἀπόφασις. ἡ μὲν γὰρ ‘ἀνάγκη μὴ ὑπάρχειν’ λέγουσα ἀναγκαία ἐστὶν ἀποφατικὴ οὐκ οὖσα ἀπόφασις τῆς ‘ἀνάγκη ὑπάρχειν’· ἡ δὲ ‘οὐκ ἀνάγκη ὑπάρχειν’ ἀναγκαίας τῆς ‘ἀνάγκη ὑπάρχειν’ ἐστὶν ἀποφατική, ἥτις κυρίως ἐστὶν ἀποφατική· ἡ δ’ ἑτέρα ἁπλῶς μέν ἐστι καταφατική, τὸ δ’ ὅλον ἀναγκαία ἀποφατική. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ ἐνδεχομένου ἀπόφασις μὲν τοῦ ἐνδεχομένου ἡ κυρίως ἀπόφασις ἡ ‘οὐκ ἐνδέχεται εἶναι’, ἐνδεχομένη δὲ οὖσα ἁπλῶς κατάφασις ἡ ‘ἐνδέχεται μὴ εἶναι’. τὰς δὴ ἐνδεχομένας ἀποφατικὰς καὶ τὰς ἐνδεχομένας καταφατικὰς ἀντακολουθεῖν συμβέβηκεν ἀλλήλαις κατὰ τὸ σημαινόμενον τὸ κείμενον νῦν λαμβανομένου τοῦ ἐνδεχομένου· πᾶν γάρ, ὃ οὕτως ἐνδέχεται εἶναι, ἐνδέχεται καὶ μὴ εἶναι. μέλλων δὲ χρῆσθαι πρὸς τοὺς ἐξ ἐνδεχομένων προτάσεων συλλογισμοὺς γινομένους τῇ τοιαύτῃ τοῦ ἐνδεχομένου ἀντιστροφῇ διὰ τοῦτο πρῶτον αὐτὴν δείκνυσιν οὕτως ἔχουσαν. δεῖ μέντοι εἰδέναι, ὅτι ἡ τοιαύτη τῶν προτάσεων ἀντιστροφὴ οὐκ ἔστιν ὑγιὴς κατὰ τοὺς περὶ Θεόφραστον, οὐδὲ χρῶνται αὐτῇ· τὸ γὰρ αὐτὸ αἴτιον τοῦ τήν τε καθόλου ἀποφατικὴν ἐνδεχομένην ἀντιστρέφειν αὑτῇ λέγειν παραπλησίως τῇ τε ὑπαρχούσῃ καὶ τῇ ἀναγκαίᾳ καὶ μὴ ἀντιστρέφειν τὰς καταφατικὰς ἐνδεχομένας ταῖς ἀποφατικαῖς ἐνδεχομέναις, ἃ ἀξιοῖ ὁ Ἀριστοτέλης.2 ἐπισημανούμεθα δὲ περὶ τούτου, ὅταν περὶ τῆς κατὰ τὴν ἐνδεχομένην ἀντιστροφῆς τῆς κατὰ τοὺς ὅρους λέγῃ. τὸ δὲ λέγω οὐ τὰς καταφατικὰς ταῖς ἀποφατικαῖς, ἀλλ’ ὅσαι καταφατικὸν ἔχουσι τὸ σχῆμα κατὰ τὴν ἀντίθεσιν τοῦ προειρημένου δηλωτικόν ἐστιν· ἀντικεῖσθαι μὲν γὰρ δοκεῖ ἡ ἐνδέχεσθαι εἶναι τῇ ἐνδέχεσθαι μὴ εἶναι λεγούσῃ διὰ τὸ ἐν μὲν τῇ τὸ εἶναι ἐν δὲ τῇ τὸ μὴ εἶναι συντετάχθαι, ἃ δοκεῖ ἀλλήλοις ἀντικεῖσθαι. οὐ μὴν ἀλλὰ καὶ ἀμφότεραι καταφατικὸν ἔχουσι τὸ σχῆμα τῷ καταφάσεις εἶναι, ἐν αἷς μὴ πρόσκειται τῷ τρόπῳ τὸ ἀποφατικόν. Εἰπὼν δὲ ἐπὶ ἀδιορίστων, τίνες καὶ πῶς λαμβανόμεναι 〈αἱ〉 ἀποφατικαὶ ἐνδεχόμεναι ἀντακολουθοῦσι ταῖς καταφατικαῖς ἐνδεχομέναις, ἑξῆς καὶ τὰς διωρισμένας ἔλαβε τὴν παντὶ ἐνδέχεσθαι ὑπάρχειν τῇ ἐνδέχεσθαι μηδενὶ ὑπάρχειν λέγων ἀντακολουθεῖν, ὁμοίως δὲ καὶ τῇ ἐνδέχεσθαι μὴ παντὶ ὑπάρχειν, ὧν ἡ μὲν ἦν καθόλου ἐνδεχομένη ἀποφατικὴ ἡ ‘ἐνδέχεται μηδενί’, ἡ δὲ ἐπὶ μέρους ἡ δευτέρα ληφθεῖσα ἐνδέχεσθαι μὴ παντί, δεικνύς, ὅτι τῇ καταφάσει τῇ ἐνδεχομένῃ καθόλου πᾶσαι αἱ ἀποφάσεις αἱ ἐνδεχόμεναι συναληθεύονται· καὶ γὰρ ἡ ὡς ἐναντία καὶ ἡ ὡς ἀντίφασις, οὐδετέρα αὐτῶν πρὸς ἀλήθειαν οὔτε ἐναντία οὖσα οὔτε ἀντίφασις· οὐδὲ γὰρ ἂν ἅμα ἦσαν ἀληθεῖς. ὅτι δὲ αἱ οὕτως λαμβανόμεναι ἀντακολουθοῦσιν, ἐκ τῆς ἐπαγωγῆς δῆλον. καὶ τὸ τινὶ δὲ καὶ μὴ τινὶ ἀντιστρέφει ἐπὶ τῶν ἐνδεχομένων τοῦ τινὸς ἐπὶ τοῦ αὐτοῦ λαμβανομένου· ἴδιον γὰρ τοῦ ἐνδεχομένου τὸ τὰς ἐπὶ τοῦ αὐτοῦ λεγομένας οὕτως ἅμα ἀληθεῖς εἶναι· ἐπεὶ τό γε τινὶ καὶ τὸ τινὶ μὴ ὅταν ἐπ’ ἄλλου καὶ ἄλλου λαμβάνηται, οὐχ αἱ ἐνδεχόμεναι μόνον ἐπὶ μέρους συναληθεύουσιν, ἀλλὰ δύνανταί ποτε καὶ ὑπάρχουσαι καὶ ἀναγκαῖαι, καὶ ἴσον ἐστὶ τὸ τινὶ ἐνδέχεσθαι καὶ τὸ ἐνδέχεσθαι τινὶ μὴ ἐπὶ τούτων τῷ Σωκράτη λαβεῖν ἢ Πλάτωνα3 ἤ τινα τῶν καθ’ ἕκαστα καὶ ἐπ’ αὐτοῦ τὴν κατὰ τὸ ἐνδέχεσθαι ἀντίθεσιν ποιήσασθαι κατὰ τὸν εἰρημένον τρόπον. τὸ δὲ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων εἶπεν ἀναπέμπων ἡμᾶς καὶ ἐπὶ τὰς ἄλλας τὰς ἰσοδυναμούσας τῇ ἐνδεχομένῃ. αὗται δέ εἰσι, κατάφασις μὲν ἡ ‘δυνατὸν εἶναι’, ᾗ ἀντιστρέφει ἡ ‘δυνατὸν μὴ εἶναι’ κατὰ πάντας τοὺς διορισμούς, οὓς ἔδειξε, καὶ παντὶ καὶ μηδενὶ καὶ τινὶ καὶ τινὶ μή, ἐπὶ τῆς ἐνδεχομένης, ἀποφάσεις δὲ ἥ τε [τοῦ] ‘οὐκ ἀνάγκη μὴ εἶναι’ (αὕτη γὰρ εἵπετο τῇ ‘ἐνδέχεται εἶναι’), ᾗ ἀκολουθεῖ τε καὶ ἀντιστρέφει ἡ ‘οὐκ ἀνάγκη εἶναι’, καὶ ἡ ‘οὐκ ἀδύνατον εἶναι’ (καὶ γὰρ αὕτη εἵπετο τῇ ‘ἐνδέχεται εἶναι’), πρὸς ἣν ἀντιστρέφει ἡ λέγουσα ‘οὐκ ἀδύνατον μὴ εἶναι’.
“然而,按照可能性的所有前提必然互相换位。” 可能事物的固有属性乃是换位,即按照它所构成的肯定命题与否定命题彼此互为推承。但我所说的按照可能性的否定命题,并非指可能性的否定,而是指可能性的否定式命题;因为可能性的否定式命题与可能命题的否定不同,正如必然的否定式命题与必然命题的否定不同一样。因为那主张“必然不属于”的命题是必然的否定式命题,却不是“必然属于”的否定;而“并非必然属于”则是必然命题“必然属于”的否定,这才是严格意义上的否定;而另一方按其本义是肯定性的,但作为一个整体则是必然的否定式命题。因此,以同样的方式,在可能事物的情形中,可能事物的否定,即严格意义上的否定,乃是“不可能存在”,而那按其本义是肯定式、然而作为可能命题的是“可能不存在”。于是,当可能事物按照此刻所设定的含义被领会时,可能性的否定式命题与可能性的肯定式命题彼此互为推承;因为凡以此种方式可能存在的事物,都同样可能不存在。而且,由于他打算将可能事物的这种换位运用于由可能前提构成的三段论,因此他首先证明了它是具有这种性质的。然而应当知道的是,根据泰奥弗拉斯托斯学派,前提的这种换位并非妥当,他们也不使用它;因为主张全称否定可能命题类似于实然和必然命题那样与自身换位,并且主张肯定可能命题不与否定可能命题换位——而那些〔换位〕正是亚里士多德所认可的——其原因乃是相同的。关于这一点,我们将在他论述按照词项的可能换位时予以指明。至于“我所说的不是肯定命题与否定命题,而是凡在对置中具有肯定形式的命题”,这句话乃是阐明前述的内容;因为“可能存在”似乎与主张“可能不存在”的命题相对立,这是由于在前者中连结着“存在”,在后者中连结着“不存在”,而这两者看起来是彼此对立的。尽管如此,二者由于是不把否定词附加于模态词上的肯定命题,因而都具有肯定的形式。他在不定命题上说明了何种可能性的否定式命题以何种方式被取定时会与可能性的肯定式命题互为推承之后,接着也选取了有量项限定的前提,指出“可能属于一切”与“可能不属于任何”互为推承,同样也与“可能不属于一切”互为推承;其中“可能不属于任何”是全称否定可能命题,而后取的“可能不属于一切”则是特称命题;这表明与全称肯定可能命题一同,所有的可能否定命题都共真;因为既有作为反对命题的,也有作为矛盾命题的,而这两者在实质上既非反对命题亦非矛盾命题;否则它们就决不能同时为真。而按此方式选取的前提互为推承,从归纳中是显然的。并且,“属于某些”与“不属于某些”在可能命题的情形中,当“某些”被取定指同一事物时,也是相互换位的;因为关于同一事物如此表述的命题同时为真,乃是可能事物的固有属性;因为当“属于某些”与“不属于某些”被取定指不同事物时,不仅可能性的特称命题共真,而且实然命题和必然命题有时也能够如此,在这些情形中,“可能属于某些”与“可能不属于某些”共真,等同于选取苏格拉底或柏拉图或某个个别事物,并在其上按照所说的方式构成按照可能性的对置。他说“在其余情形中也以同样方式”,则是将我们指引到与可能命题等值的其他表述上。这些表述是:作为肯定命题的是“可能存在”,对于它,在他对可能命题所展示的一切限定——即“对于一切”、“对于任何都不”、“对于某些”以及“不对于某些” ——之下,“可能不存在”都与它换位;而作为否定命题的,则是“并非必然不存在”(因为这伴随着“可能存在”),与它推承并换位的是“并非必然存在”,以及“并非不可能存在”(因为这也伴随着“可能存在”),与它换位的是主张“并非不可能不存在”的命题。
- 2.84ἀποφάσεις δὲ λέγω κατὰ τὸ ἐνδέχεσθαι οὐ τὰς τοῦ ἐνδέχεσθαι ἀποφάσεις, ἀλλὰ τὰς ἐνδεχομένας ἀποφατικάς
用于消除“按照可能性的否定”(ἀποφάσεις κατὰ τὸ ἐνδέχεσθαι)歧义的句法界定。“可能性的否定”(τὰς τοῦ ἐνδέχεσθαι ἀποφάσεις)指模态算子本身的否定即“不可能”(οὐκ ἐνδέχεται),而“否定性可能命题”(τὰς ἐνδεχομένας ἀποφατικάς)则指否定谓述词落在模态辖域之内的“可能不……”(ἐνδέχεται μὴ ...)。
- 2.84τὸ γὰρ αὐτὸ αἴτιον τοῦ τήν τε καθόλου ἀποφατικὴν ἐνδεχομένην ἀντιστρέφειν αὑτῇ λέγειν παραπλησίως τῇ τε ὑπαρχούσῃ καὶ τῇ ἀναγκαίᾳ καὶ μὴ ἀντιστρέφειν τὰς καταφατικὰς ἐνδεχομένας ταῖς ἀποφατικαῖς ἐνδεχομέναις, ἃ ἀξιοῖ ὁ Ἀριστοτέλης.
由属格冠词 τοῦ 引导的长大不定式结构(τοῦ ... λέγειν ... καὶ μὴ ἀντιστρέφειν)依附于名词 αἴτιον。关系代词 ἃ 的先行词指代前述亚里士多德所主张的关于模态换位的全部论点。
- 2.84καὶ ἴσον ἐστὶ τὸ τινὶ ἐνδέχεσθαι καὶ τὸ ἐνδέχεσθαι τινὶ μὴ ἐπὶ τούτων τῷ Σωκράτη λαβεῖν ἢ Πλάτωνα
谓词 ἴσον ἐστί(“等同于”)以冠词化不定式短语“τὸ τινὶ ἐνδέχεσθαι καὶ τὸ ἐνδέχεσθαι τινὶ μὴ”为主语,以与格冠词化不定式“τῷ ... λαβεῖν”为其补足语,表示两者在逻辑效力上的等同。
