- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:14.24-16.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德对“项”(24b16)的定义进行评注,阐明了该词指称前提部分的非习常用法、主项与述项的二项构成,以及“是”或“不是”的附加与分离为何不构成额外的第三个项。
" Ὅρον δὲ καλῶ, εἰς ὃν διαλύεται ἡ πρότασις." Ἔοικεν ἐνδείκνυσθαι καὶ αὐτός, ὅτι μὴ σύνηθες τὸ τοῦ ὅρου ὄνομα μηδὲ γνώριμον ἐπὶ τοῦ τῆς προτάσεως τασσόμενον μέρους, εἰπὼν ὅρον δὲ καλῶ. διὰ τοῦτο καὶ πρῶτον περὶ προτάσεως τὸν λόγον ἐποιήσατο, ὅτι ἐκ τῆς προτάσεως καὶ τὴν τοῦ ὅρου ἀπόδοσιν ἔμελλε ποιεῖσθαι. εἰσὶ δὲ ὅροι ἐν ἁπλῇ προτάσει ὄνομα καὶ ῥῆμα. εἴρηνται δὲ ὅροι τὰ τῆς προτάσεως μέρη ἀπὸ τοῦ τούτοις ὁρίζεσθαι τὴν πρότασιν καὶ ἐκ τούτων αὐτὴν συγκεῖσθαι. ἔστι δὲ ὁ μέν, καθ’ οὗ κατηγορεῖται, ὁ ὑποκείμενος ὅρος, περὶ οὗ καὶ ὁ λόγος γίνεται, ὁ δὲ κατηγορούμενος ὁ ἐπιφερόμενος τῷ ὑποκειμένῳ καὶ λεγόμενος περὶ αὐτοῦ· πᾶσα γὰρ πρότασις κατηγορικὴ ἐξ ὑποκειμένου ὅρου καὶ κατηγορουμένου σύγκειται. τὸ δὲ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι προσέθηκεν, ἵνα μή τινες ἀγνοήσαντες, ὅταν τὸ ‘ἐστί’ τρίτον προσκατηγορῆται ἐν προτάσει, διαιροῦντες τὴν πρότασιν τὸ εἶναι ἢ μὴ εἶναι τρίτον ὅρον ἡγῶνται εἶναι. οὐ γὰρ ὅρος ἐν ταῖς τοιαύταις προτάσεσι τὸ ‘ἔστιν’, ἀλλὰ προστιθέμενον μὲν σύνθεσιν σημαίνει τοῦ κατηγορουμένου καὶ τοῦ ὑποκειμένου καὶ ἔστι καταφάσεως δηλωτικόν· ἀποφατικῶς δὲ λεγόμενον διαιρεῖ καὶ χωρίζει τοὺς ὅρους ἀπ’ ἀλλήλων καὶ ἔστιν ἀποφάσεως δηλωτικόν· εἰς γὰρ δύο ὅρους πᾶσα διαιρεῖται πρότασις. ὅτι γὰρ μήτε ὅρος τὸ ‘ἐστί’ μήτε ὅρου μέρος, δῆλον εἶναι δοκεῖ ἐκ τοῦ καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν τὰς ἀντικειμένας ἐκ τῶν αὐτῶν ὅρων συγκεῖσθαι. δοκεῖ δὲ ὅρος γίνεσθαι τὸ ‘ἐστίν’, ὅταν μόνον κέηται, τοῦτ’ ἔστι κατηγορηθῇ κατὰ τοῦ ὑποκειμένου, ὡς ἐπὶ τοῦ ‘Σωκράτης ἐστί’. δοκεῖ γὰρ τὸ ‘ἐστί’ τότε κατηγορούμενος ὅρος εἶναι. οὐ μὴν ἀλλ’ εἰ ἀκριβολογοῖτό τις, οὐδὲ τότε ἐστὶ καθ’ αὑτὸ ὅρος τὸ ‘ἐστίν’· ἡ γὰρ λέγουσα πρότασις ‘Σωκράτης ἔστιν’ ἴσον δύναται τῇ ‘Σωκράτης ὄν ἐστιν’, ἐν ᾗ γίνεται τὸ ὄν μετὰ τοῦ ‘ἐστίν’ ὁ κατηγορούμενος ὅρος, οὐ τὸ ‘ἐστίν’. ἐπεὶ δὲ τῷ ὂν τὸ ‘ἐστίν’ ἴσον δοκεῖ δύνασθαι ἐγκεκλιμένον ἀπ’ αὐτοῦ, συντομίας χάριν καὶ τοῦ μὴ ταὐτὸ λέγειν δοκεῖν μόνον συντάσσεται τῷ ὑποκειμένῳ· οὕτως δὲ συνταχθὲν ὅρος γίνεται καὶ τῆς προτάσεως μόριον. Εἰπὼν δὲ συντιθεμένου ἢ διαιρουμένου προσέθηκε τοῦ εἶναι ἢ μὴ εἶναι ἀκαταλληλότερον μέν πως τῇ ἑρμηνείᾳ δοκῶν χρῆσθαι1 διὰ τὴν τοῦ μὴ εἶναι πρόσθεσιν· δοκεῖ γὰρ αὔταρκες εἶναι τὸ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι· ἡ μὲν γὰρ πρόσθεσις τοῦ εἶναι κατάφασιν ποιεῖ, ἡ δὲ διαίρεσις ἀπόφασιν. οὐ μὴν ἀλλὰ καὶ προσέθηκεν αὐτὸ ὑπὲρ τοῦ δηλῶσαι, τίνα τρόπον τοῦ εἶναι διαιρουμένου ἀπόφασις γίνεται· διαίρεσις γάρ ἐστι καὶ ἡ παντελὴς ἄρσις τοῦ ‘ἐστί’, διαίρεσίς ἐστι καὶ ἡ μετὰ τοῦ ἀποφατικοῦ μορίου σύνταξις, ὁποῖόν ἐστι τὸ ‘οὐκ ἔστιν’. ἀλλὰ τέλεον μὲν ἀφαιρεθέντος τοῦ ‘ἐστίν’ ἀπὸ τῆς προτάσεως καὶ οὕτως διαιρεθέντος οὔτε ἀπόφασις τὸ καταλειπόμενον οὔτε πρότασις ὅλως· ὁ γὰρ ἀφελὼν ἀπὸ τῆς προτάσεως τῆς ‘Σωκράτης λευκός ἐστι’ τὸ ‘ἐστί’ καὶ καταλιπὼν τὸ ‘Σωκράτης λευκός’ οὔτε ἀπόφασιν πεποίηκεν οὔτε ἔτι πρότασιν τὸ καταλειπόμενον τετήρηκεν· ἡ γὰρ πρότασις ἐστι λόγος καὶ ἀνελλιπής. ὑπὲρ τοῦ οὖν δεῖξαι, τίνα τρόπον χρὴ διαιρεῖν τὸ ‘ἐστίν’ ἐν τῇ ἀποφάσει, προσέθηκε τὸ μὴ εἶναι, ἵνα ᾖ ‘προστιθεμένου μὲν τοῦ εἶναι ἐν ταῖς καταφάσεσιν, διαιρουμένου δὲ τοῦ αὐτοῦ τούτου ἐν ταῖς ἀποφάσεσι καὶ γινομένου μὴ εἶναι’· οὐ γὰρ τέλεον διαιρουμένου καὶ ἀφαιρουμένου. ἢ προσέθηκε τὸ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι ὑπὲρ τοῦ ἐνδείξασθαι, ὅτι ταῦτα, τὸ εἶναι ἢ μὴ εἶναι, οὐ μόριά ἐστι τῆς προτάσεως οὐδὲ ὅροι, ἀλλ’ ἔστιν ἔξωθεν τῶν ὅρων καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι, ἢ προστιθέμενα τοῖς κατηγορουμένοις ὅροις ἔξωθεν ἐν τῇ τῶν προτάσεων εἰς τοὺς ὅρους διαιρέσει ἢ χωριζόμενα αὐτῶν· οὐδὲν γὰρ πλέον ὡς πρὸς τὴν εἰς τοὺς ὅρους τῶν προτάσεων διαίρεσιν ποιεῖ ταῦτα προστιθέμενα ἢ ἀφαιρούμενα· δοκοῦσι γὰρ οἱ ὅροι εἶναι τῆς ‘Σωκράτης λευκός ἐστι’ τὸ Σωκράτης καὶ τὸ λευκός. καὶ εἴη ἂν καταλληλότερον ἡ λέξις ἔχουσα,2 εἰ οὕτως λέγοι τὸ προστιθεμένου τοῦ εἶναι ἢ μὴ εἶναι ἢ διαιρουμένου. ἢ ἄτοπον τὸ μηδ’ ὅλως λέγειν τὸ ‘ἐστίν’ ἐν ταῖς οὕτως ἐχούσαις προτάσεσι κατηγορεῖσθαι, καὶ ταῦτα Εὐδήμου ἐν τῷ πρώτῳ Περὶ λέξεως δεικνύντος τοῦτο διὰ πλειόνων.3
“而我把前提所分解成的那些东西称为项。” 他本人通过说“而我把……称为项”,似乎也表明了“项”这个名称在用于指称前提的组成部分时既不常见也不为人所熟知。也正因如此,他首先展开了关于前提的论述,因为他本来就是要从前提出发来给出项的说明。在单纯前提中的项即是名词和动词。而前提的组成部分之所以被称为项,是因为前提被这些东西所界定,且前提自身由这些东西所构成。其中,关于其进行述说的那一方是主项,关于它也形成了命题;而述项则是附加于主项并关于它而被陈述的一方;因为一切直言前提都由主项和述项构成。而他补充说“随着‘是’或‘不是’的被附加或被分离”,是为了防止某些人由于无知,当前提中“是”作为第三者被附加述说时,在分解前提时认为“是”或“不是”是第三个项。因为在诸如此类的前提中,“是”并不是项,而是当它被附加时,表示述项与主项的结合并表征肯定;而当它以否定方式被陈述时,它便将诸项彼此划分并分离,从而表征否定;因为一切前提都被分解为两个项。因为“是”既不是项也不是项的一部分,这一点从相互对立的肯定和否定由相同的项构成这一事实来看似乎是显而易见的。但当“是”单独被置放时,亦即关于主项而被述说时,正如在“苏格拉底是”中那样,它似乎就成为了项。因为在那时“是”似乎就是一个述项。然而,如果有人精确考究,即便在那时,“是”自身也不是项;因为说“苏格拉底是”的前提与“苏格拉底是一个是者”具有相同的效力,在后一前提中,与“是”在一起的“是者”成为了述项,而非“是”本身。但由于“是”作为从“是者”派生出的屈折形式,似乎具有与“是者”相同的效力,出于简练以及为了不显得说重复的话,它才单独与主项相结合;而以这种方式结合起来后,它便成为了项和前提的一部分。在说了“随着被结合或被分离”之后,他补充了“‘是’或‘不是’”,由于添加了“不是”,他在此处的文辞表达似乎显得有些不够恰当;因为“随着‘是’的被附加或被分离”似乎就已经足够了;因为“是”的附加构成肯定,而它的分离则构成否定。然而,他补充这一点也是为了表明,当“是”被分离时,否定是以何种方式生成的;因为分离既可以是完全去除“是”,也可以是与否定小词结合,正如“不是”那样。但如果从前提中完全去掉“是”并以此方式分离,留下的东西既不是否定,也根本不是前提;因为从前提“苏格拉底是白的”中去掉“是”而留下“苏格拉底白的”的人,既没有造成否定,也没有将留下的东西仍然保持为前提;因为前提乃是不缺失的陈述。因此,为了表明在否定中应当以何种方式分离“是”,他补充了“不是”,以便意思是:“在肯定中附加‘是’,而在否定中这同一事物被分离而变成‘不是’”;因为并不是通过完全分离和去除。或者,他补充“随着‘是’或‘不是’的被附加或被分离”,是为了表明这些东西(即‘是’或‘不是’)既不是前提的组成部分也不是项,而是“是”与“不是”都在诸项之外,在前提分解为诸项时,它们要么从外部附加于述项,要么从述项中被分离出去;因为这些东西无论被附加还是被去除,对于前提分解为诸项而言并没有产生更多的影响;因为“苏格拉底是白的”的诸项似乎就是“苏格拉底”和“白的”。而且,如果这样表述——“随着‘是’或‘不是’的被附加,或者被分离”,文辞将会更为顺畅恰当。或者,在具有这种形式的前提中,完全不说“是”被述说乃是荒谬的,更何况尤德谟在《论用语》第一卷中已经通过多条论证表明了这一点。
- 1.6ἀκαταλληλότερον μέν πως τῇ ἑρμηνείᾳ δοκῶν χρῆσθαι
主格分词 δοκῶν 修饰主句主语(亚里士多德),表示让步或附带情态:“显得在文辞用法上有些不够恰当”。ἀκατάλληλος 在语法学和修辞学中表示缺乏呼应或配合不当。
- 1.6καὶ εἴη ἂν καταλληλότερον ἡ λέξις ἔχουσα
εἴη ἂν ... ἔχουσα 是祈愿语气加上 ἄν 与分词结合的迂回构式(periphrastic construction),表示潜能(“文辞将会更为恰当”)。副词 καταλληλότερον 与动词 ἔχω 连用,意为“更加协调/恰当”。
- 1.6καὶ ταῦτα Εὐδήμου ἐν τῷ πρώτῳ Περὶ λέξεως δεικνύντος τοῦτο διὰ πλειόνων
καὶ ταῦτα 是成语性的副词性宾格,意为“况且”、“特别是……的情况下”。紧随其后的是属格独立结构 Εὐδήμου ... δεικνύντος,增强了反驳该荒谬观点的语气。
