- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:157.11-158.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《前分析篇》32a21–28通过矛盾对立命题的相随关系论证可能事物定义之处,运用字母(Α、Β、Γ、Δ)证明了换质位与等价关系的普遍逻辑规则,进而阐明了正文的论证。
" Ὅτι δὲ τοῦτ’ ἔστι τὸ ἐνδεχόμενον, φανερὸν ἔκ τε τῶν καταφάσεων καὶ τῶν ἀποφάσεων τῶν ἀντικειμένων." Ὅτι τὸ ἐνδεχόμενον τοιοῦτόν ἐστιν, ὁποῖον αὐτὸς ὡρίσατο, δείκνυσι. γνωριμώτερον δ’ ἔσται τὸ λεγόμενον, ἂν τὸ ὑπ’ αὐτοῦ μετ’ ὀλίγον λεγόμενον τε καὶ δεικνύμενον προλάβωμεν ἤδη· φανερώτερον γὰρ ἡμῖν τὸ λεγόμενον ἔσται δι’ αὐτοῦ. ἔστι δέ, ὃ δείξει, τοῦτο· ὧν ἀντιφάσεων τὰ ἕτερα μόρια ἀλλήλοις1 ἕπεται, τούτων τῶν ἀντιφάσεων καὶ τὰ λοιπὰ μόρια ἀνάγκη ἕπεσθαι ἀλλήλοις, ἐπεὶ κατὰ παντὸς τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως, ὡς καὶ ἐνταῦθα προσέθηκεν. ἔστωσαν γὰρ λόγου χάριν δύο τινὲς καταφάσεις, ἥ τε Α καὶ ἡ Β, καὶ ἔστωσαν ἀντιφατικαὶ ἀποφάσεις αὐτῶν τῆς μὲν Α ἡ Γ τῆς δὲ Β ἡ Δ, καὶ ἑπέσθω τῇ Α καταφάσει ἡ Β κατάφασις ἅμα οὖσα αὐτῇ ἀληθής· ἀκολουθήσει δὴ καὶ τῇ Γ ἀποφάσει ἡ Δ ἀπόφασις καὶ ἅμα αὐτῇ ἀληθὴς ἔσται. εἰλήφθω γάρ τι, ἐφ’ οὗ ἀληθής ἐστι ἡ Γ ἀπόφασις· ἔστω τοῦτο τὸ Ε· λέγω, ὅτι ἐπὶ τούτου ἀληθής ἐστι καὶ ἡ Δ ἀπόφασις. εἰ γὰρ μὴ εἴη αὐτή, ἡ κατάφασις αὐτῆς ἀληθὴς ἔσται ἡ Β· εἰ δὲ αὕτη, καὶ ἡ Α κατάφασις· ἔκειντο γὰρ ἀκολουθεῖν ἀλλήλαις καὶ ἅμα εἶναι ἀληθεῖς. ἐφ’ οὗ ἄρα ἡ Γ ἀπόφασις ἀληθής, ἔσται ἐπὶ τούτου καὶ ἡ κατάφασις αὐτῆς ἡ Α ἀληθής· καὶ ἅμα ἄρα ἐπὶ τοῦ αὐτοῦ ἡ ἀντίφασις ἀληθής, ὅπερ ἀδύνατον. ἀκολουθήσει ἄρα τῷ Ε ἡ Δ ἀπόφασις· ἠκολούθει δὲ καὶ ἡ Γ ἀπόφασις. καθόλου ἄρα ὑγιὲς τὸ ὧν ἀντιφάσεων θάτερα μέρη συναληθεύεται ἀλλήλοις, [τὸ] τούτων καὶ τὰ ἕτερα πάλιν ἀλλήλοις συναληθεύεσθαί τε καὶ ἀκολουθεῖν. τούτου δεικνυμένου γνώριμον τὸ λεγόμενον ὑπ’ αὐτοῦ· εἰ γὰρ τὸ οὐκ ἐνδέχεται ὑπάρχειν2 καὶ ἀδύνατον ὑπάρχειν καὶ ἀνάγκη μὴ ὑπάρχειν ἤτοι ταὐτά ἐστιν ἢ ἀκολουθεῖ ἀλλήλοις, ὡς πάντες ἂν φαῖεν καὶ ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται (καὶ γὰρ εἰ μὴ ταὐτὰ πάντη, ὅτι τὸ μὲν ἀπόφασις τὰ δὲ καταφάσεις, ἀλλ’ ἐφ’ οὗ τὸ ἓν ἐξ αὐτῶν ἀληθές, καὶ τὰ ἄλλα), δῆλον τοίνυν, ὡς καὶ αἱ τούτων ἀντιφάσεις ἀκολουθοῦσιν ἀλλήλαις. ἔστι δὲ τοῦ μὲν οὐκ ἐνδέχεται ὑπάρχειν ὄντος ἀποφατικοῦ κατάφασις τὸ ἐνδέχεται ὑπάρχειν, τῶν δὲ ἀδύνατον ὑπάρχειν καὶ ἀνάγκη μὴ ὑπάρχειν καταφάσεων, αἳ εἵποντο τῇ οὐκ ἐνδέχεται ὑπάρχειν ἀποφάσει, 〈ἀποφάσεις〉 τό τε οὐκ ἀδύνατον ὑπάρχειν καὶ οὐκ ἀνάγκη μὴ ὑπάρχειν. ἀκολουθήσουσιν ἄρα καὶ ταῦτα ἀλλήλοις, καὶ ἔσται τὸ ‘ἐνδέχεται εἶναι’ καὶ ‘οὐκ ἀδύνατον εἶναι’ καὶ ‘οὐκ ἀνάγκη μὴ εἶναι’ ἅμα ἀληθῆ. τὸ ἄρα ἐνδεχόμενον εἶναι οὐκ ἀδύνατον ἔσται εἶναι οὐδ’ ἀναγκαῖον μὴ εἶναι. οὐκ ὄντι ἄρα αὐτῷ ἀναγκαίῳ, ἀλλὰ μηδὲ ὑπάρχοντι, ὑποτεθέντι [δὲ] ὑπάρχειν, ἐπεὶ οὐκ ἀδύνατόν ἐστιν, οὐδὲν ἀδύνατον ἀκολουθήσει· τοῦτο γὰρ ἀληθές, διότι ἀδυνάτῳ ἀδύνατον ἀκολουθεῖ, ὡς προελθὼν ὀλίγον ἐρεῖ τε καὶ δείξει.
“然而,可能的事物正是如此,这从互相对立的肯定命题与否定命题中都是明显的。” 他指明可能的事物正是他自己所界定的那样。如果我们预先领会他在稍后所说以及所证明的内容,那么这里所说的就会更加易懂;因为通过那一点,这里所说的对我们将更为清楚。而他将要证明的正是这一点:凡是矛盾对立的命题,若其一方的组成部分彼此相随,则这些矛盾命题的其余组成部分也必然彼此相随,因为正如他在这里也补充的,矛盾对立的一方必定属于一切事物。为了论证起见,设有两个肯定命题,即Α与Β,并设它们矛盾对立的否定命题,Α的否定为Γ,Β的否定为Δ,并设肯定命题Β伴随肯定命题Α且与之一同为真;那么否定命题Δ也必将伴随否定命题Γ且与之一同为真。因为设取某种事物,在其中否定命题Γ为真;设此为Ε。我说,关于此事物,否定命题Δ也同样为真。因为如果它不为真,它的肯定命题Β就将为真;但若此命题为真,肯定命题Α也将为真;因为之前曾假定它们彼此相随且一同为真。因此,在否定命题Γ为真的事物上,其肯定命题Α也将为真;因而在同一事物上矛盾双方将同时为真,这乃是不可能的。因此否定命题Δ将伴随Ε;而否定命题Γ原本也伴随着它。由此可见,普遍妥当的是:凡是矛盾命题中一方的肢彼此一同为真,这些矛盾命题的另一方肢也必反过来彼此一同为真并且相随。在证明了这一点之后,他所说的就十分明白了;因为如果“并非可能属于”、“不可能属于”以及“必然不属于”要么是同一的,要么彼此相随,正如所有人都会主张且在《解释篇》中已被证明的那样(因为即使它们并非在各个方面都完全同一,原因在于一个是否定而另一些是肯定,但凡其中之一为真的事物上,其余各项亦为真),那么显然,它们的矛盾命题也彼此相随。在“并非可能属于”是否定的前提下,其肯定命题是“可能属于”,而对于那些伴随否定命题“并非可能属于”的肯定命题“不可能属于”和“必然不属于”,其否定命题乃是“并非不可能属于”和“并非必然不属于”。因此,这些也将彼此相随,并且“可能存在”、“并非不可能存在”以及“并非必然不存在”将一同为真。因此,可能存在的事物将不是不可能存在的,也不是必然不存在的。因此,在它既非必然亦非实然,而被假定为属于时,既然它不是不可能的,就没有任何不可能的后果伴随而来;因为正如他在稍后推进时所说和所证明的那样,“伴随不可能之事的是不可能之事”是真实的。
"Ἔσται ἄρα τὸ ἐνδεχόμενον οὐκ ἀναγκαῖον." Ἔδειξε, τίνος χάριν τὴν ἀκολουθίαν ἔλαβε τῶν προτάσεων, ὅτι τοῦ δεῖξαι εὐλόγως ἐν τῷ τοῦ ἐνδεχομένου ὁρισμῷ κείμενον τὸ οὗ μὴ ὄντος3 ἀναγκαίου ὑποτεθέντος δὲ εἶναι οὐδὲν ἀδύνατον ἕπεται· οὔτε γὰρ ἀναγκαῖον οὔτε ἀδύνατον τὸ ἐνδεχόμενον.
“因此,可能的事物将不是必然的。” 他指明了自己选取这些前提之间相随关系的缘由,即为了表明:在可能事物的定义中设定“在并非必然,而被假定为存在时,没有任何不可能的后果伴随”,是合乎情理的;因为可能的事物既非必然亦非不可能。
- 2.82ὧν ἀντιφάσεων τὰ ἕτερα μόρια ἀλλήλοις ἕπεται, τούτων τῶν ἀντιφάσεων καὶ τὰ λοιπὰ μόρια ἀνάγκη ἕπεσθαι ἀλλήλοις
关系代词属格 ὧν 将其先行词 ἀντιφάσεων 吸收并置于句首,随后由主句的指示代词短语 τούτων τῶν ἀντιφάσεων 予以照应(先行词前置与吸引)。其句法骨架为“τὰ ἕτερα μόρια ὧν ἀντιφάσεων ἕπεται ἀλλήλοις, ἀνάγκη καὶ τὰ λοιπὰ μόρια τούτων τῶν ἀντιφάσεων ἕπεσθαι ἀλλήλοις”,整体构成一个全称的条件规则句。
- 2.82οὐκ ὄντι ἄρα αὐτῷ ἀναγκαίῳ, ἀλλὰ μηδὲ ὑπάρχοντι, ὑποτεθέντι [δὲ] ὑπάρχειν
与格分词 οὐκ ὄντι ... μηδὲ ὑπάρχοντι ... ὑποτεθέντι 与代词 αὐτῷ(指代可能的事物)保持一致,作为后续主要动词 ἀκολουθήσει 的间接宾语(与格补足语):“对于它自身既非必然亦非实然,但在被假定为属于时,没有任何不可能的后果伴随而来”。
- 2.83ὅτι τοῦ δεῖξαι εὐλόγως ἐν τῷ τοῦ ἐνδεχομένου ὁρισμῷ κείμενον τὸ οὗ μὴ ὄντος
连词 ὅτι 引导对前文间接疑问短语 τίνος χάριν(为了何种缘由)的直接回答。带属格定冠词的不定词 τοῦ δεῖξαι 可以理解为承接省略的 χάριν 表示目的(“为了表明……”),或直接作目的属格。不定词 δεῖξαι 的宾语是由冠词 τό 引导的引用短语“οὗ μὴ ὄντος...”与分词 κείμενον 构成的复合结构(“即表明在定义中设定……是合情合理的”)。
