- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:156.1-157.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《前分析篇》32a16–18中转向基于可能前提的推论并给出可能事物的严格定义,亚历山大对此逐句阐释其排斥必然性与实然性以及无荒谬后果的含义,并援引泰奥弗拉斯托斯的论述加以佐证。
" Περὶ δὲ τοῦ ἐνδεχομένου μετὰ ταῦτα λέγομεν, πότε καὶ πῶς καὶ διὰ τίνων ἔσται συλλογισμός." Ἐπὶ τὸν τρίτον διορισμὸν τῶν προτάσεων μέτεισιν· οὗτος δ’ ἐστὶν ὁ κατὰ τὸ ἐνδεχόμενον. καὶ δείκνυσι πρῶτον, πότε ἐξ ἐνδεχομένων ἀμφοτέρων προτάσεων γίνεται συλλογισμός, καὶ πῶς συμπλεκομένων πρὸς ἀλλήλας, καὶ τίνων· οὔτε γὰρ αἱ τυχοῦσαι συμπλακεῖσαι ποιοῦσι συλλογισμὸν οὔτε, ὡς ἔτυχεν, ὥσπερ οὐδὲ ἐπὶ τῶν ὑπαρχουσῶν καὶ ἀναγκαίων.
“在这些之后,我们来讨论关于可能的事物,何时、如何以及通过何种前提会有推论。” 他进而转向对前提的第三种规定;这就是依据可能性的规定。他首先指明,何时由于两个前提都是可能的前提而产生推论,以及它们彼此之间如何结合、由何种前提结合而成;因为并非任意的前提结合在一起都能产生推论,也不是以任意的方式结合就能产生,正如在实然和必然前提的情形中那样。
"Λέγω δὲ ἐνδέχεσθαι καὶ τὸ ἐνδεχόμενον, οὗ μὴ ὄντος ἀναγκαίου1 τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἔσται διὰ τοῦτ’ ἀδύνατον· τὸ γὰρ ἀναγκαῖον ὁμωνύμως ἐνδέχεσθαι λέγομεν." Μέλλων περὶ τῶν ἐξ ἐνδεχομένων προτάσεων γινομένων συλλογισμῶν εἰπεῖν πρῶτον ὁρίζεται τὸ ἐνδεχόμενον. ὁρίζεται δὲ οὐ τὸ ὁμωνύμως λεγόμενον (οὐ γὰρ οἷόν τέ τι ὁμωνύμως λεγόμενον ὁρίσασθαι), ἀλλ’ ἀποτεμόμενος τοῦ ἐνδεχομένου τὸ παρὰ τὸ ἀναγκαῖόν τε καὶ ὑπάρχον·2 ἔδειξε γάρ, ὅτι τὸ ἐνδεχόμενον καὶ κατὰ τούτων κατηγορεῖται. διὰ δὲ τοῦ εἰπεῖν τεθέντος δ’ ὑπάρχειν ἐδήλωσεν, ὅτι πρὸς τῷ μὴ εἶναι ἀναγκαῖον οὐδὲ ὑπάρχον ἐστίν· τοιοῦτον γὰρ τὸ κατὰ τὴν τρίτην πρόσρησίν ἐστιν ἐνδεχόμενον διαφέρον τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος τῷ μηδέπω εἶναι τοῦτο, ὃ λέγεται δύνασθαι εἶναι. εἴη ἂν οὖν κυρίως ἐνδεχόμενον, ὃ μὴ ἔστι μέν, τεθὲν δὲ εἶναι οὐδὲν ἀδύνατον ἑπόμενον ἔχει. καὶ εἴη ἂν τοῦτο ὡς κυριώτερον εἰρηκὼς περὶ αὐτοῦ ‘οὗ μὴ ὄντος τεθέντος δ’ ὑπάρχειν’· τὸ γὰρ μὴ ὂν οὐδ’ ἀναγκαῖον, οὐ μὴν τὸ μὴ ἀναγκαῖον ἤδη καὶ μὴ ὄν. ἢ ἀμφότερα ἀπέφησε τοῦ ἐνδεχομένου, καὶ τὸ ἀναγκαῖον καὶ τὸ ὑπάρχον, τὸ μὲν ἀναγκαῖον διὰ τοῦ εἰπεῖν οὗ μὴ ὄντος ἀναγκαίου, τὸ δ’ ὑπάρχον διὰ τοῦ τεθέντος δ’ ὑπάρχειν· τὸ γὰρ τεθέντος ἀπέφησεν αὐτοῦ καὶ τὸ ὑπάρχον. ἢ διὰ τοῦ εἰπεῖν οὗ μὴ ὄντος ἀναγκαίου ἀπέφησεν αὐτοῦ καὶ τὸ ὑπάρχον· κατηγορεῖται γὰρ κατ’ αὐτὸν καὶ κατὰ τοῦ ὑπάρχοντος τὸ ἀναγκαῖον· τὸ γὰρ ὑπάρχον τινὶ ἀναγκαῖον ὑπάρχειν αὐτῷ, ἔστ’ ἂν ὑπάρχῃ. ὁ γοῦν Θεόφραστος ἐν τῷ πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν λέγων περὶ τῶν ὑπὸ τοῦ ἀναγκαίου σημαινομένων οὕτως γράφει· ‘τρίτον τὸ ὑπάρχον· ὅτε γὰρ ὑπάρχει, τότε οὐχ οἷόν τε μὴ ὑπάρχειν”. ἴδιον δὲ τοῦ ἐνδεχομένου τὸ τὸ μὴ ὂν ὑποτίθεσθαι εἶναι·3 ἐπεὶ καὶ τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον ἄν λάβῃ τις εἶναι, οὔτε ἀδύνατόν τι ἀκολουθήσει, καὶ ἔσται ἐφαρμόζων ὁ λόγος καὶ τῷ ἀναγκαίῳ καὶ τῷ ὑπάρχοντι. διὸ ἴδιον τοῦ ἐνδεχομένου τὸ μὴ ὑπάρχον αὐτὸ ὡς ὑπάρχον ὑποτεθὲν μηδὲν ἀδύνατον ἔχειν ἑπόμενον. ᾧ γὰρ ἀδύνατόν τι ὑποτεθέντι ἕπεται, ἀδύνατον τοῦτο· δυνατῷ δὲ ὑποτεθέντι οὐκέτι ἀδύνατον, ὡς δείξει, ὡς εἶναι ἴδιον αὐτοῦ οὐ τὸ μὴ ὑπάρχειν, ἀλλ’ ὅταν μὴ ὑπάρχον ὑποτεθῇ ὑπάρχειν, μηδὲν συμβαίνειν ἀδύνατον.
“我说‘可能是’以及‘可能的事物’,是指这样一种事物,它不是必然的,但若设定它属于,由此也不会产生任何不可能之事;因为我们称必然的事物为可能是同名异义的。” 在即将讨论由可能前提所产生的推论之际,他首先界定了可能的事物。但他界定的并不是同名异义而言的事物(因为给任何同名异义而言的事物下定义都是不可能的),而是切分出可能的事物中独立于必然事物和实然事物的那一部分;因为他曾指明,可能的事物也述及这些事物。而通过说“若设定它属于”,他表明除了不是必然的之外,它甚至也不是实然的;因为依第三种称谓而言的可能事物正是如此,它与必然事物及实然事物之不同,就在于那被称为能够是的东西尚未是。因此,本义上的可能事物应当是:当前并不存在,但若设定其存在,便不会有任何不可能的后果伴随而来。而且他或许可以将关于它更为严格的表述说成“若其并不存在,但被设定为属于”;因为不存在的东西也不是必然的,但非必然的东西并不立刻就是不存在的。或者,他是将必然和实然这两者都从可能事物中否定掉了:必然是通过说“不是必然的”来否定的,而实然则是通过“若设定它属于”来否定的;因为“被设定”一词同样否定了它的实然。又或者,通过说“不是必然的”,他也同时否定了它的实然;因为在他看来,必然也述及实然之事;因为现属于某物的东西,只要它属于,它属于该物就是必然的。无论如何,泰奥弗拉斯托斯在《前分析篇》第一卷中谈到必然所表示的诸项时这样写道:“第三是实然;因为当它属于时,那时便不可能不属于。”然而,将非存在之物假定为存在,乃是可能事物所固有的特质;因为人们若假定实然之事和必然之事存在,也不会有任何不可能的结果伴随而来,并且这一表述也将适用于必然和实然之事。因此,可能事物所固有的特质乃在于:自身并不属于,但在被假定为属于时,没有任何不可能的后果伴随而来。因为若假定某物而有不可能的后果伴随,该物便是不可能的;但正如他将表明的,当可能之物被假定时,便不再有不可能之事发生,因此它的固有特质不是“不属于”,而是在其“不属于而被假定为属于时,没有任何不可能的事情发生”。
- 2.81οὗ μὴ ὄντος ἀναγκαίου
在引自亚里士多德本文(32a18)的短语中,οὗ 为属格关系代词,与分词 ὄντος 构成属格独立结构(或由关系词引导的从句结构),意为“当其不是必然的时”。亚历山大就此提出了数种解释可能(ἢ... ἢ...),探讨该句是仅排除了必然性,还是同时排除了实然性。
- 2.81ἀποτεμόμενος τοῦ ἐνδεχομένου τὸ παρὰ τὸ ἀναγκαῖόν τε καὶ ὑπάρχον
分词 ἀποτεμόμενος 支配具有分离/部分含义的属格 τοῦ ἐνδεχομένου,并以冠词中性短语 τὸ παρὰ τὸ ἀναγκαῖόν τε καὶ ὑπάρχον(独立于/有别于必然事物和实然事物的那一部分)作为直接宾语。前置词 παρά 在此表示“在……之外/有别于”。
- 2.81τὸ τὸ μὴ ὂν ὑποτίθεσθαι εἶναι
冠词 τό 使整个不定式短语 τὸ μὴ ὂν ὑποτίθεσθαι εἶναι(“将非存在者假定为存在”)名词化,充当主语,谓词为 ἴδιον。τὸ μὴ ὄν 作为宾格主语,εἶναι 为补足性不定式。
