← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§154.23-155.31

关于前提与结论模态的总则及反例考察

针对若未设定必然或实然前提则结论不能是必然或实然的总结性规则(32a12–15),亚历山大回顾了此前对该规则的应用,考察了看似由实然前提得出必然结论的反例,从模态附加、事物本性及限定条件等角度提出了数种解决方案,并总结了必然推论的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.78

" Ὥστε καὶ τοῦτο δῆλον, ὅτι οὐκ ἔσται τὸ συμπέρασμα οὔτ’ ἀναγκαῖον οὔθ’ ὑπάρχον εἶναι μὴ ληφθείσης ἀναγκαίας ἢ ὑπαρχούσης προτάσεως." Τούτῳ κέχρηται μὲν ἤδη ποτέ, 〈ὅτε〉 δείξας ψεῦδος συναγόμενόν τι ἐπὶ τῇ ὑποθέσει τῇ τὸ συμπέρασμα ἀναγκαῖον εἶναι ἐν τῇ μίξει τῇ ἐξ ὑπαρχούσης τῆς μείζονος καὶ [τῇ ἐξ] ἀναγκαίας τῆς ἐλάττονος ἀνῄρει μὲν τὴν ὑπόθεσιν, ἐλάμβανε δὲ ὑπάρχον γίνεσθαι τὸ συμπέρασμα· ἐλάμβανε γὰρ τοῦτο οὐ δι’ ἄλλο τι, ἢ ὅτι ἔδει ἐπὶ τῇ τοιαύτης συζυγίας μίξει ἢ ἀναγκαῖον ἢ ὑπάρχον γίνεσθαι συμπέρασμα. ὡς χρήσιμον ὂν1 δὲ αὐτῷ καὶ πρὸς τὰ μέλλοντα τὸ μὴ δύνασθαι μήτε ἀναγκαίας μήτε ὑπαρχούσης εἰλημμένης προτάσεως ἐν τῇ συμπλοκῇ ἀναγκαῖον ἢ ὑπάρχον γίνεσθαι τὸ συμπέρασμα ἐπισημαίνεται. ἐπιζητήσειε δ’ ἄν τις πρὸς αὐτόν, πῶς τοῦτο ὑγιὲς ἂν εἴη ἐπὶ τῆς ἀναγκαίας· ἐπὶ μὲν γὰρ τοῦ ὑπάρχοντος ὑγιὲς εἶναι φαίνεται· δοκεῖ γὰρ ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα καὶ μηδετέρας τῶν προτάσεων οὔσης ἀναγκαίας. ἰδοὺ γοῦν τὸ κινεῖσθαι παντὶ ἀνθρώπῳ καὶ ἄνθρωπος παντὶ περιπατοῦντι ὑπαρχόντως, καὶ τὸ κινεῖσθαι παντὶ περιπατοῦντι ἀναγκαίως. ἢ ἐπειδὴ μὴ τοιοῦτον ἀεί, 〈ἀεὶ〉 δέ, ὅταν ἡ ἀναγκαία καὶ ὑπάρχουσα, ὡς εἴρηκε, λαμβάνωνται, ὅμοιον τὸ συμπέρασμα, διὰ τοῦτο εἶπε μὴ γίνεσθαι ἀναγκαῖον, εἰ μὴ κἂν ἡ ἑτέρα τῶν προτάσεων ἀναγκαία εἴη. ἢ ὅτι τὸ ἀναγκαῖον τῇ τοῦ τρόπου προσθήκῃ σημαίνεται, ὃς οὐ προστεθήσεται, εἰ μὴ εἴη καὶ μιᾷ προτάσει προσκείμενος. ἢ εἴ τις μὴ τῇ προσθήκῃ τὸ ἀναγκαῖον κρίνοι ἀλλὰ τῇ φύσει τοῦ πράγματος, καὶ τὸ κινεῖσθαι παντὶ ἀνθρώπῳ 〈ἂν〉 ἀναγκαῖον εἴη, εἰ καὶ αὐτὸς αὐτῇ συνήθως ὡς ὑπαρχούσης2 χρῆται· οὐδέποτε γὰρ ἔστιν, ὅτε μὴ κινεῖται ἄνθρωπός τις ἢ ζῷον ὅλως. ἢ δεῖ καὶ τὸ πῶς τῷ ἀνθρώπῳ ὑπάρχειν τὸ κινεῖσθαι λαμβάνεται προσδιορίζεσθαι· οὕτως γὰρ ὑπάρχουσά τε ἔσται, καὶ εὑρεθήσεται καὶ ὁ τρόπος τοῦ συμπεράσματος· οὐ γὰρ ἐξ ἀνάγκης τὸ κατ’ ἀλλοίωσιν κινεῖσθαι παντὶ περιπατοῦντι, ὅ ἐστι συμπέρασμα, εἰ εἴη τῷ ἀνθρώπῳ παντὶ τὸ κινεῖσθαι κατ’ ἀλλοίωσιν ὑπάρχον. ἢ οὐδὲ ἂν ληφθῇ πᾶν τὸ περιπατοῦν ἄνθρωπον εἶναι, πάντα δὲ ἄνθρωπον κινεῖσθαι, οὐδὲ οὕτως τὸ συμπέρασμα τὸ ‘πᾶν τὸ περιπατοῦν κινεῖται’ ἀναγκαῖον ἁπλῶς, ἀλλὰ μετὰ προσδιορισμοῦ 〈τοῦ〉 ‘ἔστ’ ἂν περιπατῇ’· οὐ γὰρ πᾶν τὸ περιπατοῦν ἐξ ἀνάγκης κινεῖται, εἴ γε μηδὲ περιπατεῖν ἀναγκαίως τὸ περιπατοῦν ἀληθές, ἀλλ’ ὡς εἶπον, μετὰ διορισμοῦ τοῦ ‘ἔστ’ ἂν περιπατῇ’.

“因此这一点也是显明的,即若未设定必然或实然的前提,结论便既不可能是必然的,也不可能是实然的。” 他此前已经使用过这一规则,当时在大前提为实然、小前提为必然的混合推论中,他指出在结论为必然的假设下会推导出某种虚假之事,于是否定了这一假设,但设定结论成为实然的;因为他作此设定并非出于其他原因,而只是因为在这样一种组合的混合中,结论必须要么成为必然的,要么成为实然的。然而,由于在组合中若未设定必然或实然的前提,结论便不可能成为必然或实然的这一点对他后续的内容也是有用的,所以他作了特别说明。但人们可能会向他质问,这一点对于必然前提而言如何能是健全的;因为在实然的情形下它看似是健全的,但即便两个前提都不是必然的,结论似乎也能成为必然的。看啊,事实上,“运动存在于所有人”以及“人存在于所有行走者”是实然地设定的,而“运动存在于所有行走者”则是必然的。或者,既然情况并非总是如此,而只要按照他所说的设定了必然和实然的前提,结论便始终与[前提]相似,正是因此他才说,除非前提中至少有一个是必然的,否则结论不会成为必然的。或者是因为,必然的事物是通过模态的附加来表示的,而除非模态附加于至少一个前提,否则它不会被附加[于结论]。或者,如果有人不是根据附加词而是根据事物的本性来判定必然,那么“运动存在于所有人”也会是必然的——即便他自己习惯上将其用作实然前提;因为绝没有任何时候有人不在运动,或者一般而言有动物不在运动。或者,还必须进一步限定“运动存在于人”究竟是如何被理解的;因为这样它既会是实然的,结论的模态也将被确定;因为如果“依质变而运动存在于所有人”是实然的,那么作为结论的“依质变而运动存在于所有行走者”就绝非出于必然。或者,即使假定“所有行走者都是人”且“所有人都运动”,即便如此,结论“所有行走者都运动”也不是无条件的必然,而是带有“只要在行走”这一限定条件的;因为并非所有行走者都出于必然在运动,如果连“行走者必然在行走”都并非真实的话;正如我所说,结论是带有“只要在行走”这一限定的。

§2.79

"Περὶ μὲν οὖν τοῦ ἀναγκαίου, πῶς γίνεται." Τοῦτ’ ἔστι, πῶς ἀναγκαῖον γίνεται τὸ συμπέρασμα (γίνεται δέ ποτε καὶ 〈ἐκ〉 τῆς ἑτέρας, ὅταν ἡ μείζων ἀναγκαία ᾖ), καὶ ὅτι ταῖς ὑπαρχούσαις ὁμοίως αἱ ἀναγκαῖαι συμπλεκόμεναι γίνονται συλλογιστικαί, καὶ ὅτι διαφέρει τοῦ ὑπάρχοντος τὸ ἀναγκαῖον τῇ ἀϊδίῳ ὑπάρξει. λέγεται δὲ περὶ τοῦ ὡς συμπεράσματος ἀναγκαίου.3

“那么,关于必然,它是如何产生的……” 这就是说,结论是如何成为必然的(在大前提为必然时,有时它也能由其中一方前提产生),而且必然前提以与实然前提相似的方式结合时也能形成推论,并且必然与实然的差异在于永恒的归属。而这里所说的是作为结论的必然。

语法注3 条
  1. 2.78ὡς χρήσιμον ὂν

    ὡς ὂν 属于带有 ὡς 的非人称宾格绝对分词结构(accusative absolute)。后续的冠词不定词短语 τὸ μὴ δύνασθαι... 充当其实质主语,表示主句动词 ἐπισημαίνεται 的原因(“因为……对他后续的内容是有用的,所以他作了特别说明”)。

  2. 2.78ὡς ὑπαρχούσης

    虽然动词 χρῆται 支配与格宾语 αὐτῇ(指“运动存在于所有人”之前提),但此处未用与格分词 ὡς ὑπαρχούσῃ,而是用了阴性属格单数 ὡς ὑπαρχούσης。这或者是受到了上下文中的属格名词 προτάσεως 的格同化(attraction),或者是省略了 προτάσεως 的属格表达。

  3. 2.79τοῦ ὡς συμπεράσματος ἀναγκαίου

    ὡς συμπεράσματος 是插入在中性属格单数短语 τοῦ... ἀναγκαίου 之中的限定修饰成分,意为“作为结论的必然”,表明此处讨论的是作为推论结果的必然性,而非作为前提设定的必然命题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:154.23-155.31