- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:153.16-154.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在《前分析篇》32a8–9中论述必然推论的条件以及前提与结论相似性的段落,亚历山大考察了“在两者之中”的所指,并探讨了该规则在混合推论中的适用范围。
" Τοῦ δ’ ἀναγκαίου ἔστι καὶ τῆς ἑτέρας μόνον ἀναγκαίας οὔσης." Δέδειχεν ἐπὶ τοῦ τρίτου σχήματος οὐσῶν τῶν δύο καθόλου καταφατικῶν προτάσεων, ὅτι, ὁποτέρα ἂν αὐτῶν ἀναγκαία ληφθῇ, ἀναγκαῖον τὸ συμπέρασμα, ὥστε καὶ τῆς ἑτέρας μόνης ἀναγκαίας οὔσης ἀναγκαῖον τὸ συμπέρασμα. δέδεικται δὲ τοῦτο καὶ ἐν τοῖς ἄλλοις σχήμασιν, ὅτι τῆς ἑτέρας οὔσης ἀναγκαίας γίνεται καὶ τὸ συμπέρασμα ἀναγκαῖον. οὐ γὰρ οἷόν τε ἀμφοτέρας λέγειν ἀναγκαίας τῆς ἑτέρας ὑπαρχούσης 〈οὔσης〉· τὸ γὰρ ὑπάρχον οὐκ ἀναγκαῖον, ὥσπερ τὸ ἀναγκαῖον καὶ ὑπάρχον.
“但关于必然的推论,即使只有一个前提是必然的,也是存在的。” 他已经证明,在第三格中,当两个前提都是全称肯定时,无论它们中的哪一个被取作必然的,结论都是必然的,因此即使只有一个前提是必然的,结论也是必然的。而在其他各格中这也已经被证明:当前提之一是必然的时,结论也会成为必然的。因为当一个前提是实然的时,不可能说两个前提都是必然的;因为实然的事物不是必然的,而必然的事物也是实然的。
"Ἐν ἀμφοτέροις δὲ καὶ καταφατικῶν καὶ στερητικῶν ὄντων." Εἰπὼν ἐν ἀμφοτέροις, τίσιν ἀμφοτέροις λέγει, ἐδήλωσε1 διὰ τοῦ καὶ καταφατικῶν καὶ ἀποφατικῶν ὄντων. 〈ἢ〉 ἐν ἀμφοτέροις λέγει περὶ τῶν προειρημένων, τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος, ὡς δι’ ὧν ἐπιφέρει δηλοῖ· ἐν γὰρ τούτοις ἄν τε καταφατικὸν συμπέρασμα ᾖ ἄν τε ἀποφατικόν, ἐν ἑκατέρῳ αὐτῶν ἀνάγκη τὴν ἑτέραν πρότασιν ὁμοίαν εἶναι τῷ συμπεράσματι ἐν πᾶσι τοῖς σχήμασιν. καθ’ ὃ δὲ δεῖ ὁμοίαν εἶναι καὶ τὴν ἑτέραν τῶν κειμένων προτάσεων τῷ συμπεράσματι, λέγει καὶ προστίθησιν, ἐπεὶ ἐγχωρεῖ γε καὶ ἀμφοτέρας ὁμοίας εἶναι τῷ συμπεράσματι. ἢ ἐπὶ τῶν μίξεων, περὶ ὧν νῦν λέγει, οὐχ οἷόν τε τοῦτο. πῶς οὖν ὅμοιον ἐν ταῖς προειρημέναις μίξεσι, λέγει· εἰ μὲν γὰρ ὑπάρχον, φησίν, ὑπάρχουσαν, εἰ δ’ ἀναγκαῖον, ἀναγκαίαν. οὐκέτι γάρ, εἰ ἐπὶ μέρους τὸ συμπέρασμα, καὶ τῶν προτάσεων δεῖ τὴν ἑτέραν ἐπὶ μέρους εἶναι πάντως διὰ τὸ ἐν τῷ τρίτῳ σχήματι καὶ τῶν δύο καθόλου οὐσῶν ἐπὶ μέρους γίνεσθαι τὸ συμπέρασμα. ἢ καὶ τότε δυνάμει ἐπὶ μέρους εἴληπται· δηλοῖ δὲ ἡ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγὴ τῆς συζυγίας δι’ ἀντιστροφῆς γινομένη, δι’ ἧς ἡ ἑτέρα τῶν καθόλου ἐπὶ μέρους γίνεται. δύναιτο δ’ ἂν τὸ ἐν ἀμφοτέροις τῆς μίξεως εἶναι δηλωτικόν· ὅταν γὰρ ἐν ταῖς συζυγίαις ἀμφότερα ᾖ, καὶ τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον, δεῖν φησι τὴν ἑτέραν πρότασιν ὁμοίαν εἶναι τῷ συμπεράσματι κατὰ τὸν τρόπον. δῆλον δὲ καὶ ὅτι ἀποφατικοῦ τοῦ συμπεράσματος ὄντος ἀποφατικὴν δεῖ πρότασιν κεῖσθαι, ὃ οὐδὲ αὐτὸ πρόσκειται διὰ τὸ περὶ τοῦ ἀναγκαίου καὶ ὑπάρχοντος μόνων αὐτὸν λέγειν νῦν, ἐπεὶ χρήσιμον ἔσται τοῦτο αὐτῷ τετηρημένον πρὸς τὰ μέλλοντα. ὅτι δὲ τὸ πρὸ ὀλίγου ῥηθὲν ἐπὶ τῆς ἐν τρίτῳ σχήματι ἐκ δύο καθόλου καταφατικῶν συζυγίας εἶπε τὸ μὴ ἔσεσθαι τοῦ ὑπάρχειν συλλογισμόν, ἂν μὴ ὦσιν αἱ προτάσεις ἀμφότεραι ἐν τῷ ὑπάρχειν, νῦν ἐδήλωσε· λέγων [εἰ] γὰρ καθόλου νῦν εἶπεν ἀνάγκη τὴν ἑτέραν πρότασιν ὁμοίαν εἶναι τῷ συμπεράσματι, εἰ μὲν ὑπάρχον, ὑπάρχουσαν, ὡς δυναμένου καὶ ἐκ μιᾶς ὑπαρχούσης τοῦ ὑπάρχειν συμπεράσματος γίνεσθαι.2
“但在两者之中,无论是肯定的还是否定的[都是如此]。” 在说了“在两者之中”之后,他通过“无论是肯定的还是否定的”表明了他说的是哪两者。或者,他在“在两者之中”所指的是前述的两项,即必然与实然,正如他通过后续附加的话所表明的;因为在这些推论中,无论结论是肯定的还是否定的,在它们中的每一个中,在所有格里都必然有一个前提与结论相似。而且,关于所设定的诸前提中之一在何种方面也必须与结论相似,他作了说明并作了补充,因为两个前提都与结论相似终究也是可能的。或者说,在他现在所讨论的混合推论中,这[两者都相似]是不可能的。那么在前述的混合推论中如何相似,他解释道:他说,如果结论是实然的,[某个前提必须是]实然的,而如果是必然的,则是必然的。因为并不是结论如果是特称的,诸前提之一就无论如何也必须是特称的,这是由于在第三格中即使两个前提都是全称的,结论也会成为特称的。或者在当时也是潜在地取了特称前提;而通过换位将推论组合归约为第一格的过程表明了这一点,通过换位,全称前提之一变成了特称前提。此外,“在两者之中”也可以是指混合;因为当组合中两者即实然与必然都存在时,他说就模态而言必须有一个前提与结论相似。同样显明的是,当结论是否定时,必须设定一个否定前提,而这一点本身也没有被附加说明,这是因为他现在仅讨论必然与实然,既然观察到这一点对他后续的内容将是有用的。并且,他现在表明了不久前所说的“除非两个前提都处于实然之中,否则就不会有关于实然的推论”,乃是针对第三格中由两个全称肯定前提构成的组合而言的;因为他现在全称地说“必须有一个前提与结论相似,如果结论是实然的,该前提就是实然的”,乃是基于实然的结论即使从单个实然前提中也能产生的看法。
- 2.77Εἰπὼν ἐν ἀμφοτέροις, τίσιν ἀμφοτέροις λέγει, ἐδήλωσε
间接疑问句 τίσιν ἀμφοτέροις λέγει 在句中充当宾语,说明澄清的对象。分词 Εἰπὼν 表示时间,句子的主要动词是 ἐδήλωσε(“在说了‘在两者之中’之后,他通过……表明了他指的是哪两者”)。
- 2.77ὡς δυναμένου καὶ ἐκ μιᾶς ὑπαρχούσης τοῦ ὑπάρχειν συμπεράσματος γίνεσθαι
小词 ὡς 与属格绝对结构 δυναμένου ... συμπεράσματος γίνεσθαι 连用,用于说明前述断言的主观根据或意图(“基于即使从单个实然前提中也能产生实然结论的看法”)。不定词 γίνεσθαι 作分词 δυναμένου 的补足成分。
