- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:151.31-153.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《前分析篇》32a6中所作的总结(即除非两前提皆为实然否则不能得出实然结论,而只要一前提为必然即可得出必然结论),亚历山大指出若将其视为全称断言则是错误的,并探讨了各种自洽的解释进路,例如将其限定于第三格的特定组合,或重新诠释“实然”一词的涵义。
" · Φανερὸν οὖν, ὅτι τοῦ μὲν ὑπάρχειν οὐκ ἔστι συλλογισμός, ἄν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις ἐν τῷ ὑπάρχειν, τοῦ δ’ ἀναγκαίου ἔστι καὶ τῆς ἑτέρας μόνον ἀναγκαίας οὔσης." Τοῦτο ἁπλῶς μὲν καὶ καθόλου λεγόμενον ψεῦδος ἂν εἴη καὶ τοῖς προειρημένοις μαχόμενον. δέδειχε γὰρ ὑπάρχον γινόμενον τὸ συμπέρασμα1 καὶ τῆς ἑτέρας οὔσης ἀναγκαίας, ὡς τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι· ἀλλὰ καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ σχήματι δέδεικται ὑπάρχον γινόμενον τὸ συμπέρασμα τῆς ἑτέρας τῶν προτάσεων ἀναγκαίας οὔσης. εἰ δέ τις ἀκούοι τοῦ εἰρημένου ὡς ἐπὶ τοῦ τρίτου σχήματος εἰρημένου ἐλλιπέστερον ἀληθὲς ἂν εἴη· τοῦ γὰρ ὑπάρχειν ἐν τρίτῳ σχήματι ἀμφοτέρων οὐσῶν καθόλου καταφατικῶν τῶν προτάσεων οὐ γίνεται συμπέρασμα [ὑπάρχον], ἂν μὴ ἀμφότεραι ὦσιν ἐν τῷ ὑπάρχειν, τῷ ὁποτέρα ἂν αὐτῶν ἀναγκαία ληφθῇ, ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα. ὃ οὐκ ἐπὶ τοῦ πρώτου σχήματος εἶχεν οὕτως οὐσῶν ἀμφοτέρων τῶν προτάσεων καθόλου καταφατικῶν· καὶ γὰρ τῆς ἑτέρας τῆς ἐλάττονος ἀναγκαίας οὔσης ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα. ἐν δὲ τῷ δευτέρῳ σχήματι οὐδὲ τὴν ἀρχὴν συνήγετό τι ἐκ δύο καταφατικῶν. εἴη ἂν οὖν τὸ ἴδιον τῶν ἐν τῷ τρίτῳ σχήματι συμπλοκῶν τῶν ἐκ δύο καθόλου καταφατικῶν δεδηλωκὼς διὰ τούτων· καὶ γὰρ ἦν περὶ τούτου τοῦ σχήματος λέγων· ἐν γὰρ τούτῳ τῶν δύο καθόλου καταφατικῶν οὐσῶν ὑπάρχον μὲν οὐ συναχθήσεται, εἰ μὴ εἶεν ἀμφότεραι ὑπάρχουσαι, ἀναγκαῖον δὲ καὶ τῆς ἑτέρας μόνης καὶ ὁποτερασοῦν. ἐπεὶ 〈δὲ〉 ἐδείχθησαν ἤδη τινὲς συμπλοκαί, ἐν αἷς πάλιν μὴ οὐσῶν ἀμφοτέρων ἀναγκαίων οὐδὲ τὸ συμπέρασμα ἀναγκαῖον, ὡς ἐπὶ τῆς ἕκτης, ἔνεστι καὶ τοῦ ὑπάρχειν ἀκοῦσαι ἀντὶ τοῦ καταφατικοῦ,2 ἵν’ ᾖ λέγων καταφατικὸν μὲν μὴ γίνεσθαι τὸ συμπέρασμα, ἂν μὴ ὦσιν ἀμφότεραι καταφατικαί, ἀναγκαῖον δὲ γίνεσθαι καὶ τῆς ἑτέρας ἀναγκαίας οὔσης μόνης. ἴσως δὲ δόξει βίαιον τὸ οὕτως ἀκοῦσαι τοῦ εἰρημένου· δόξει γὰρ μὴ ἀντὶ τοῦ καταφατικοῦ νῦν εἰλῆφθαι τὸ ὑπάρχον ἀλλ’ ὡς τῷ ἀναγκαίῳ ἀντιδιαστελλόμενον, ὡς δῆλον ἐκ τοῦ ἐπιφερομένου. λέγει γὰρ τοῦ δ’ ἀναγκαίου ἔστι καὶ τῆς ἑτέρας μόνον ἀναγκαίας οὔσης. εἴη δ’ ἂν τὸ λεγόμενον, εἰ μὴ ἐπὶ τοῦ τρίτου σχήματος ἰδίως λέγοιτο ἀλλὰ καθόλου τε καὶ κοινῶς, ὅτι τοῦ ὑπάρχειν ἁπλῶς συμπέρασμα οὐ γίνεται· τὸ γὰρ ‘συλλογισμὸς οὐ γίνεται’ τὸ μὴ γίνεσθαι συμπέρασμα σημαίνει, ἐὰν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις ὑπάρχουσαι. καὶ γὰρ ἐν αἷς συζυγίαις ἀναγκαίας οὔσης τῆς ἑτέρας ὑπάρχον γίνεται τὸ συμπέρασμα, καὶ τότε ἐξ ὑπαρχουσῶν τῶν δύο γίνεται τῷ τὸ ἀναγκαῖον καὶ ὑπάρχον εἶναι· τὸ γὰρ ἀναγκαῖον καὶ ὑπάρχον, οὐκέτι δὲ τὸ ὑπάρχον ἀναγκαῖον. διὸ ὅταν μὲν 〈ᾖ〉 ἡ ἑτέρα ἀναγκαία, ἔστιν ἀμφοτέρας ὑπαρχούσας εἰπεῖν, εἰ δὲ ὑπάρχουσα εἴη ἡ ἑτέρα, οὐκέτ’ ἀμφοτέρας οἷόν τε εἰπεῖν ἀναγκαίας. διὰ τοῦτο τὸ μὲν ὑπάρχον ἐξ ἀμφοτέρων ὑπαρχουσῶν, τὸ δ’ ἀναγκαῖον καὶ τῆς ἑτέρας μόνης ἀναγκαίας οὔσης. μήποτε δὲ ἄμεινον ἀκούειν τοῦ φανερὸν οὖν ὅτι τοῦ μὲν ὑπάρχειν οὐκ ἔστι συλλογισμός, ἐὰν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις ἐν τῷ ὑπάρχειν, ὡς λέγοντος αὐτοῦ φανερὸν γεγονέναι ἐκ τῶν εἰρημένων,3 ὅτι ἔστι ποτὲ ἐν συμπλοκῇ τινι συλλογιστικῇ, ἐν ᾗ ἀδύνατον τὸ συμπέρασμα τοῦ ὑπάρχειν γίνεσθαι, εἰ μὴ εἶεν ἀμφότεραι αἱ προτάσεις ὑπάρχουσαι· οὐ γὰρ ὡς καθόλου λεγομένου αὐτοῦ ἀκουστέον, ὅτι μηδὲ ἀληθές ἐστιν οὕτω λεγόμενον, ἀληθὲς δὲ ἐπὶ τῆς ἐν τρίτῳ σχήματι ἐκ δύο καθόλου καταφατικῶν, ὃ δεδεῖχθαι δοκεῖ. τοῦ μέντοι ἀναγκαίου ἔστιν ἐν πάσαις ταῖς συλλογιστικαῖς συζυγίαις συμπέρασμα γενέσθαι, καὶ εἰ 〈ἡ〉 ἑτέρα μόνη εἴη τῶν προτάσεων ἀναγκαία, ὡς καὶ αὐτὸς λέγει. 〈ἢ〉 κἀπὶ τοῦ ἀναγκαίου ταὐτὸν ἔνεστι λέγειν· εἰσὶ γάρ τινες συμπλοκαί, ἐν αἷς, ἂν μὴ ἀμφότεραι ὦσιν ἀναγκαῖαι, οὐ συνάγεται ἀναγκαῖον, ὡς ἡ τοῦ τετάρτου ἐν δευτέρῳ σχήματι δέδεικται ἔχουσα καὶ ἡ τοῦ ἕκτου ἐν τῷ τρίτῳ.
“由此显明,除非两个前提都处于实然之中,否则就没有关于实然的推论;但关于必然的推论,即使只有一个前提是必然的,也是存在的。” 如果这句话是断然且全称地说的,那就会是错误的,并且与前述各点相抵触。因为他已经证明,即使前提之一是必然的,结论也会成为实然的,正如第一格中的小前提那样;不仅如此,在第二格和第三格中也已经证明,当诸前提之一是必然的时,结论会成为实然的。但是,如果有人把所说的话理解为关于第三格而说得较为简略,那它就会是真的;因为在第三格中,当两个前提都是全称肯定时,除非两者都处于实然之中,否则就不会产生实然的结论,这是因为无论它们中的哪一个被取作必然的,结论都会成为必然的。而在两个前提都是全称肯定的第一格中情况并非如此;因为即使其中之一即小前提是必然的,结论也曾成为实然的。而在第二格中,根本就没有任何东西从两个肯定前提中被推导出来。因此,他大概是通过这些话表明了第三格中由两个全称肯定前提构成的组合所特有的性质;因为他当时正是在讨论这个格;因为在这个格中,当两个前提是全称肯定时,除非两者都是实然的,否则就不会推导出实然的结论,但只要其中之一是必然的,无论哪一个,就会推导出必然的结论。但是,既然已经表明存在某些组合,在其中反过来当并非两者都是必然的时结论也不是必然的(正如在第六个推论中那样),那么也有可能把“实然”理解为代替“肯定”,以至于他是在说:除非两者都是肯定的,否则结论不会成为肯定的,但即使只有一个是必然的,结论也会成为必然的。然而,这样理解所说的话或许会显得牵强;因为正如从后文所显明的那样,“实然”现在看来并不是用来代替“肯定”,而是与“必然”相对立。因为他说:“但关于必然的推论,即使只有一个前提是必然的,也是存在的。”而所说的话如果不是专门针对第三格而是全称且一般性地说的,大概意思是:除非两个前提都是实然的,否则断然不会产生关于实然的结论——因为“没有推论产生”意味着没有结论产生。因为即使在那些因一个前提是必然的而结论成为实然的组合中,由于必然的事物也是实然的事物,结论在当时也是从两个实然的前提中产生的;因为必然的事物也是实然的,但实然的事物不再是必然的。因此,当一个前提是必然的时,可以说两者都是实然的;但如果一个前提是实然的,就不能再说两者都是必然的了。由于这个缘故,实然的结论来自于两者都是实然的,而必然的结论即使只有一个是必然的也会产生。不过,也许最好将“由此显明,除非两个前提都处于实然之中,否则就没有关于实然的推论”理解为他在说:从前述各点已经显明,有时存在某种推论组合,在其中除非两个前提都是实然的,否则结论不可能成为实然的;因为绝不能将此理解为全称地说的,因为这样说甚至不是真的,而对于第三格中由两个全称肯定前提构成的组合而言这是真的,并且这一点似乎已经被证明。然而,正如他本人所说,在所有推论组合中,即使前提中只有一个是必然的,也可以产生关于必然的结论。或者,关于必然的结论也可以说同样的话;因为存在某些组合,在其中除非两者都是必然的,否则不会推导出必然的结论,正如第二格中第四个推论的组合和第三格中第六个推论的组合所已被证明的那样。
- 2.75τῷ ὁποτέρα ἂν αὐτῶν ἀναγκαία ληφθῇ, ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα
此处是由表原因的与格冠词 τῷ 加上不定式(τῷ ... γίνεσθαι,“因为……结论成为……”)构成的因果句式,其内部嵌入了相当于条件从句的不定关系从句(ὁποτέρα ἂν αὐτῶν ἀναγκαία ληφθῇ,“无论它们中的哪一个被取作必然的”)。
- 2.75ἔνεστι καὶ τοῦ ὑπάρχειν ἀκοῦσαι ἀντὶ τοῦ καταφατικοῦ
无人称动词 ἔνεστι 支配不定式 ἀκοῦσαι,其中动词 ἀκούειν 带属格补足语 τοῦ ὑπάρχειν,构成注疏中的专门用法,意为“将……理解为/解释为(ἀντὶ τοῦ καταφατικοῦ,代替肯定)”。
- 2.75ὡς λέγοντος αὐτοῦ φανερὸν γεγονέναι ἐκ τῶν εἰρημένων
在 ἄμεινον ἀκούειν τοῦ...(“更好地将……理解为”)之后,通过 ὡς 引导属格绝对结构(λέγοντος αὐτοῦ,“仿佛他在说”)引出解释内容,该分词后接间接引语的带不定式宾格结构(φανερὸν γεγονέναι... ὅτι...)。
