- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:150.25-151.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德在第三格第六推论的模态混合中改变论述顺序的原因,并通过列举反例项证明特称必然否定前提不能得出必然结论。他还指出了手抄本中关于中项的抄写错误并予以纠正,并探讨了外化法证明与反例反驳之间的关系。
αὐτὸς μέντοι ἐν τῇ δείξει πρῶτον περὶ τῆς συζυγίας τῆς τὸ καθόλου καταφατικὸν ἀναγκαῖον ἐχούσης τὸ δὲ ἐπὶ μέρους ἀποφατικὸν ὑπάρχον εἴρηκεν, ἥτις ἐστὶ τοῦ ἕκτου συλλογισμοῦ, εἶθ’ οὕτως περὶ τῆς τὸ ἐπὶ μέρους καταφατικὸν ἀναγκαῖον τὸ δὲ καθόλου ἀποφατικὸν ὑπάρχον, ἐφ’ ἧς μόνης συμπλοκῆς ἁρμόζει καὶ ἡ δι’ ἀντιστροφῆς δεῖξις, ἣν βουλόμενος δηλῶσαι εἶπε τὰ μὲν γὰρ ἄλλα ταὐτὰ ἐροῦμεν. οὐκέτι γὰρ δι’ ἀντιστροφῆς δείκνυται, ὅταν ἡ ἐλάττων ᾖ καθόλου καταφατική, οὔτ’ ἂν ἀναγκαία ᾖ, οὔτ’ ἂν ὑπάρχουσα. ἀλλ’ οὐδ’ ἂν 〈ἡ〉 ἐπὶ μέρους ἀποφατικὴ ἀναγκαία γένηται, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον. ὡς γὰρ ἐν δευτέρῳ σχήματι ἐν τῇ τοῦ τετάρτου συλλογισμοῦ συζυγίᾳ οὐδετέρας οὔσης ἀναγκαίας ἀναγκαῖον ἐγίνετο τὸ συμπέρασμα τῷ μὴ ἀνάγεσθαι δι’ ἀντιστροφῆς τὴν τοιαύτην συμπλοκὴν εἰς τὸ πρῶτον σχῆμα,1 οὕτως καὶ ἐν τῷ τρίτῳ ἐν τῇ τοῦ ἕκτου συλλογισμοῦ συζυγίᾳ οὐδετέρας οὔσης ἀναγκαίας γίνεται ἀναγκαῖον τὸ συμπέρασμα. Ὅτι μὲν οὖν τῆς καταφατικῆς καθόλου τε οὔσης καὶ ἀναγκαίας οὐ γίνεται ἀναγκαῖον τὸ συμπέρασμα, ἐδείχθη διὰ τῶν αὐτῶν ὅρων μικρῷ πρόσθεν. ὅταν δὲ ἡ ἐπὶ μέρους ἀποφατικὴ 〈ᾖ〉 ἀναγκαία, ὅροι δίπουν ἐπὶ τοῦ Α, κινούμενον ἐπὶ τοῦ Β, ζῷον ἐπὶ τοῦ Γ. δίπουν γὰρ τινὶ ζῴῳ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, τὸ κινεῖσθαι παντὶ ζῴῳ ὑπάρχει, δίπουν τινὶ κινουμένῳ οὐχ ὑπάρξει, οὐ μὴν ἐξ ἀνάγκης· εἰ γὰρ σημαίνει τὸ ‘δίπουν τινὶ κινουμένῳ οὐχ ὑπάρχει’ ἴσον τῷ ‘τὶ δίπουν οὐ κινεῖται’, τῷ μηδὲν δίπουν ἐξ ἀνάγκης μὴ κινεῖσθαι2 οὐκ ἔσται ἀληθὲς τὸ ‘δίπουν τινὶ κινουμένῳ ἐξ ἀνάγκης οὐχ ὑπάρξει’. πρόσκειται δὲ τῷ ἀντιγράφῳ τὸ δίπουν μέσον κατὰ τὴν τοῦ γράφοντος κατ’ ἀρχὰς τὸ βιβλίον διαμαρτίαν· οὐ γὰρ τὸ δίπουν δεῖ μέσον ὅρον ἀλλὰ τὸ ζῷον εἶναι. καὶ τοῦτο καὶ ἐν τῇ τῶν ὅρων παραθέσει δηλοῦται· πρῶτον γὰρ τοῦ δίποδος ἐμνημόνευσεν ἔθος ἔχων αἰεὶ ἐπὶ τούτου τοῦ σχήματος ὕστερον τιθέναι τὸν μέσον ὅρον. δεῖ οὖν ἡγεῖσθαι λέγεσθαι ἐπ’ αὐτοῦ οὐ δίπουν μέσον ἀλλὰ ζῷον μέσον· εἰ γὰρ τὸ δίπουν εἴη μέσον, οὐδέτερος τῶν εἰρημένων ὅρων, οὔτε τὸ κινούμενον οὔτε τὸ ζῷον, τινὶ αὐτῷ ἐξ ἀνάγκης οὐχ ὑπάρξει. 〈ἢ〉 ταὐτὰ ἔνεστι λέγοντας, ὅσα καὶ ἐπὶ τοῦ δευτέρου σχήματος ἐπὶ τῆς τετάρτης συμπλοκῆς εἰρήκαμεν τῆς ἐχούσης ἐπὶ μέρους τὴν ἀποφατικὴν ἀναγκαίαν, ἀναγκαῖον δεικνύναι,3 ὅτι, ὅσον ἐπὶ τοῖς προειρημένοις, ἀναγκαῖον ἔδει γενέσθαι τὸ συμπέρασμα καὶ ἐν ταύτῃ τῇ συμπλοκῇ· τῇ γὰρ ἐκθέσει χρησάμενοι ἕξομεν τὴν ἐπὶ μέρους ἀναγκαίαν ἀποφατικὴν καθόλου ἀποφατικὴν ἀναγκαίαν, ἧς οὔσης ἀναγκαίας κατ’ ἀντιστροφὴν τῆς ἐλάττονος ἐγίνετο ἐν πρώτῳ σχήματι ἡ μείζων καθόλου ἀποφατικὴ ἀναγκαία. ἀλλ’ ὅτι μὴ ἀναγκαῖον τὸ συμπέρασμα ἐπὶ τῇ τοιαύτῃ συμπλοκῇ, ἡ παράθεσις τῶν ὅρων δείκνυσιν, ᾗ καὶ αὐτὸς ἐχρήσατο.
然而他本人在证明中,首先谈到了具有全称肯定必然前提和特称否定实然前提的组合——这是第六个推论的组合——然后才谈到了具有特称肯定必然前提和全称否定实然前提的组合;只有对后一种组合,通过换位的证明才适用,他正是想要指明这一点才说“因为关于其余的事,我们将说出相同的话”。因为当小前提是全称肯定时,无论它是必然的还是实然的,都不再能通过换位来证明。而且,即使特称否定前提成为必然的,结论也不会是必然的。因为正如在第二格中,在第四个推论的组合中,无论两前提中哪一个是必然的,由于这种组合不能通过换位化归为第一格,结论都没有成为必然的,所以在第三格中,在第六个推论的组合中,无论两前提中哪一个是必然的,结论同样不会成为必然的。 因此,当肯定前提既是全称又是必然的时,结论不会成为必然的,这一点刚才通过相同的项已经得到了证明。而当特称否定前提是必然的时,各项为:Α为两足的,Β为运动的,Γ为动物。因为两足的出于必然不属于某种动物,运动实然地属于每种动物,两足的将实然地不属于某种运动的事物,但绝非出于必然;因为如果“两足的不属于某种运动的事物”与“某种两足的事物不在运动”意思相同,那么由于没有任何两足的事物出于必然不运动,“两足的将出于必然不属于某种运动的事物”就不会是真的。顺便提及,由于最初抄写该书之人的错误,手抄本中附加了“两足的为中项”;因为应当作为中项的不是两足的,而是动物。而这一点在各项的列举中也显明出来;因为他首先提到了两足的,尽管他在此格中向来习惯于将中项放在最后。因此应当认为,在那里所说的不是“两足的为中项”,而是“动物为中项”;因为如果两足的是中项,那么上述两项中的任何一项,无论是运动的还是动物,都不会出于必然不属于它的某个部分。或者,通过说出我们在第二格中针对具有特称必然否定前提的第四种组合所说过的同样的话,可以证明就前述各点而言,在这种组合中结论本来也应当成为必然的;因为借助外化法,我们将把特称必然否定前提作为全称必然否定前提来获得,而当它是必然的时,按照小前提的换位,大前提在第一格中便成为全称必然否定前提。但结论在这样一种组合中不是必然的,这一点由各项的列举显示出来,他本人也使用了这种列举。
- 2.74τῷ μὴ ἀνάγεσθαι δι’ ἀντιστροφῆς τὴν τοιαύτην συμπλοκὴν εἰς τὸ πρῶτον σχῆμα
带有与格冠词 τῷ 的冠词不定式结构(τῷ μὴ ἀνάγεσθαι),表示原因(原因与格);宾格短语 τὴν τοιαύτην συμπλοκήν 作被动不定式的逻辑主语,意为“由于这种组合不能……化归”。
- 2.74τῷ μηδὲν δίπουν ἐξ ἀνάγκης μὴ κινεῖσθαι
带有与格冠词 τῷ 表示原因的冠词不定式结构。宾格短语 μηδὲν δίπουν 作为不定式 κινεῖσθαι 的逻辑主语,否定词 μηδέν 与不定式前的 μή 形成双重否定,并与模态短语 ἐξ ἀνάγκης 结合,意为“由于没有任何两足的事物出于必然不运动”。
- 2.74ταὐτὰ ἔνεστι λέγοντας, ὅσα καὶ ἐπὶ τοῦ δευτέρου σχήματος ἐπὶ τῆς τετάρτης συμπλοκῆς εἰρήκαμεν τῆς ἐχούσης ἐπὶ μέρους τὴν ἀποφατικὴν ἀναγκαίαν, ἀναγκαῖον δεικνύναι
无人称动词 ἔνεστι(“可以/可能”)为主动词,支配不定式 δεικνύναι(“证明”)。分词 λέγοντας 为阳性宾格复数,与不定式隐含的泛指逻辑主语(“我们”或“论者”)一致。由 ὅσα 引导的关系从句插入其间修饰 ταὐτά。
